γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Παρασκευή 19 Μαΐου 2017

Αποκρίσεις Ορθοδόξων Πατριαρχών προς Ανωμότους (1718 μ.Χ.), Μέρος Α΄


ΑΠΟΚΡΙΣΕΙΣ
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΟΤΟΥΣ
1718 μ.Χ.

ΜΕΡΟΣ Α΄

Ἀποκρίσεις τῶν Ἀνατολικῶν Ὀρθοδόξων πρὸς τὰς ἀπὸ Βρεττανίας ἀποσταλείσας
ὑπὲρ ἑνώσεως καὶ ὁμονοίας μετὰ τῆς Ἀνατολικῆς Ἐκκλησίας προθέσεις.

Ἐπειδὴ πάντες οἱ Ὀρθόδοξοι καὶ εὐσεβεῖς χριστιανοί, καὶ μάλιστα οἱ ἀρχιερεῖς καὶ ποιμένες τῆς Ἐκκλησίας, ὀφείλουσι μὴ μόνον καρδίᾳ πιστεύειν εἰς δικαιοσύνην, ἀλλὰ καὶ στόματι ὁμολογεῖν εἰς σωτηρίαν, κατὰ τὸν θεῖον Ἀπόστολον[1], πρὸς δὲ τούτοις καὶ ἑτοίμους πάντοτε εἶναι λόγον ἀποδιδόναι παντὶ τῷ ἐρωτῶντι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος[2] καὶ πίστεως ἀσμένως τε καὶ ἐπιεικῶς ἀποκρίνεσθαι, δέον ἔδοξε καὶ ἡμῖν, συναιρουμένου Θεοῦ, ἐκθέσθαι διὰ γραφῆς ἀποκρίσεις τινὰς πρὸς τὰς ἔναγχος ἀποφανείσας εἰς ἡμᾶς θέσεις ἐκ μέρους τῶν ἐν Βρεττανίᾳ τῆς ἀρχαίας Ὀρθοδοξίας φιλευσεβῶν λειψάνων, κατὰ τὴν ἐκείνων ἀξίωσιν. Ἀνθ’ ὧν, ἐπειδὴ οὕτω ποιεῖν παρὰ τῆς Γραφῆς ἐντελλόμεθα, οὕτω σὺν Θεῷ ἀρξόμενοι τῶν πρὸς αὐτοὺς ἀποκρίσεων, λέγομεν ὅτι.

Ἡ καθ’ ἡμᾶς ἁγία καὶ ἄμωμος καὶ εἰλικρινεστάτη πίστις, τῆς Ἀνατολικῆς δηλαδὴ εὐσεβοῦς καὶ Ὀρθοδόξου Ἐκκλησίας, οὐδέποτε ἀλλόκοτα καὶ ἀλλότρια τῆς τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν διδασκαλίας ἐδέξατο δόγματα, ἀλλ’ ἐκεῖνα καὶ μόνα διακρατεῖ καὶ φυλάττει ἀεί, ὅσα παρ’ αὐτοῦ τοῦ Σωτῆρος Χριστοῦ ἐν ταῖς ἱεραῖς καὶ θείαις Γραφαῖς ἐδιδάχθη· ἅπερ δηλαδὴ οἵ τε Ἀπόστολοι ἐδίδαξαν καὶ αἱ ἅγιαι καὶ οἰκουμενικαὶ Σύνοδοι ἐθέσπισαν καὶ ἐκύρωσαν καὶ παρέδωκαν ἡμῖν· ἅπερ ἡμεῖς μέχρι τοῦδε καὶ ἐφυλάξαμεν καὶ φυλάττομεν ἀπαράτρωτα καὶ ἀπαρασάλευτα. Διὸ αὕτη μόνη ἐστὶ δικαίως ἀληθής, καθαρὰ καὶ εὐσεβεστάτη, μηδὲν ἐχόντων ὅλως τῶν αἱρετικῶν καὶ τῶν ἄλλως φρονούντων ἢ ὡς ἡμεῖς εἰπεῖν τι ἢ ὅλως διᾶραι τὸ στόμα καὶ λαλῆσαί τι κατ’ αὐτῆς ἐναντίον ἢ μομφήν τινα προσάψαι αὐτῇ· ἔστι γὰρ καὶ διαμένει ἄσπιλος καὶ καθαρωτάτη. Ὅτι δὲ αὐτὴ μόνη ἡ τῶν Ἀνατολικῶν Ὀρθοδόξων (πάλαι μὲν Ἑλλήνων, νῦν δὲ Γραικῶν καὶ νέων Ῥωμαίων διὰ τὴν νέαν Ῥώμην καλουμένων) χριαστιανῶν πίστις ἐστὶν ἀληθὴς καὶ μόνη ἀκραιφνέστατη, δείκνυται ἐκ πολλῶν ἀποδεικτικῶν ἐπιχειρημάτων. Ἡμεῖς δέ, ἵνα τὰ πλείω ἐάσωμεν, τρία καὶ μόνα, οἷάπερ τεκμήρια τῆς ἀληθοῦς ταύτης ἡμῶν θέσεως προτιθέαμεν. Πρῶτον, ὅτι σύμφωνός ἐστιν ἀκριβῶς τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίᾳ καὶ κατ’ οὐδὲν ὅλως ἐκείνης παρηλλαγμένη, ἀλλ’ ἐξ αὐτῶν τῶν θείων Γραφῶν ἀποδεικνυμένη. Ὅσα γὰρ λέγομεν, κηρύττομέν τε καὶ δογματίζομεν, πάντα ταῦτα ἐν ταῖς θείαις Γραφαῖς εὑρίσκομεν ἀπαραλλάκτως κείμενα, ἃ καὶ οἱ ἅγιοι Ἀπόστολοι ἐκήρυξαν ἐν λόγοις τε καὶ γραφαῖς, καὶ αἱ ἅγιαι οἰκουμενικαὶ Σύνοδοι ἐθεσπίσαντο καὶ ἐκύρωσαν, τῶν ἄλλων θρησκειῶν οὐδ’ ὅλως ἐχουσῶν οὐδὲ τὰ παρ’ ἑαυτῶν διδασκόμενα ἀπὸ τῶν θείων Γραφῶν ἀποδεῖξαι· εἰ γὰρ ἐναντία ἐκείναις διδάσκουσι, πῶς ἂν ἐξ ἐκείνων αὐτὰ ἀποδείξωσιν; αἱ γὰρ θεῖαι Γραφαὶ αὐταὶ ἑαυτὰς οὐδαμῶς ἀνατρέπουσιν. Ἔστωσαν παράδειγμα οἱ νῦν Παπισταί· πῶς γὰρ ἂν αὐτοὶ τὸ μὴ μεταδιδόναι τοῖς πιστοῖς τὰ μυστήρια τῆς εὐχαριστίας διὰ δύο εἰδῶν, ἄρτου φημὶ καὶ οἴνου, ἀλλὰ δι’ ἑνὸς καὶ μόνου, ἀπὸ τῶν θείων ἀποδείξωσι Γραφῶν, τοὐναντίον ἐκβοουσῶν; Ὁ γὰρ Κύριος ἡμῶν, «λάβετε, φάγετε», εἶπεν, καὶ «πίετε ἐξ αὐτοῦ πάντες», καὶ δι’ ἀμφοτέρων τῶν εἰδῶν παρέδωκε τοῖς ἁγίοις αὐτοῦ Ἀποστόλοις τὸ τίμιον αὐτοῦ σῶμα εἰς βρῶσιν καὶ τὸ ζωηρὸν αὐτοῦ αἷμα εἰς πόσιν. Αὐτοὶ δέ, ὡς καὶ αὐτοῦ τοῦ Κυρίου βουλόμενοι εἶναι σοφώτεροι, φασίν, ὡς ὅτι περιττόν ἐστι μεταδιδόναι τοῖς λαϊκοῖς τὸ ποτήριον· ἐν αὐτῷ γὰρ τῷ μυστηριώδει σώματι τοῦ Κυρίου περιέχεσθαί φάσι καὶ τὸ αἷμα, ὡς τοῦτο δῆθεν μὴ νοήσαντος τοῦ Κυρίου. Ὅπερ, προειδὼς ὁ Κύριος εἶπε, «πίετε ἐξ αὐτοῦ», προσθεὶς καὶ τὸ «πάντες», ἵνα μὴ ἐξέλωσί τινα τῶν πιστῶν τῆς τοῦ τοιούτου θείου καὶ ζωηροῦ νάματος μεταλήψεως. Ἢ πῶς ἂν ἐκ τῶν Γραφῶν ἀποδείξωσι τὴν θρυλλουμένην τοῦ Πάπα μοναρχίαν, καὶ τὸν αὐτὸν εἶναι κεφαλὴν τῆς Ἐκκλησίας, τοῦ Ἀποστόλου βοῶντος, κεφαλὴν εἶναι τῆς Ἐκκλησίας τὸν Χριστόν[3], ἢ πῶς ἂν ἀποδείξειαν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, τοῦ Κυρίου διαῤῥήδην βοῶντος, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»;[4] Ἅπερ ἐκεῖνοι, ἵνα ἀποδείξωσι, τὰς θείας νοθεύουσι βίβλους, τὰς μὲν προστιθέντες, τὰς δὲ ἀφαιρούμενοι, ὡς ἐν τῷ καιρῷ τῆς δευτέρας ἁγίας οἰκουμενικῆς Συνόδου ἐποίησαν, πλάττοντες ἑαυτοῖς πίστιν, καθ’ ἃ βούλονται, καὶ πιστεύοντες εἰς ἅπερ νοθεύουσιν. Ἐῶμεν τὰ λοιπά, ἵνα μὴ προσκορεῖς γενώμεθα. Αὐτὰ ταῦτα ποιοῦσι καὶ πάντες οἱ λοιποὶ τῶν αἱρετικῶν. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ τηροῦμεν ἀνόθευτον τὴν τοῦ Κυρίου διδασκαλίαν, καὶ τῆς ὑπ’ αὐτοῦ παραδεδομένης ἡμῖν πίστεως ἀπρὶξ ἀντεχόμεθα, καὶ φυλάττομεν ἀκεραίαν τε καὶ ἀπαραμείωτον ὡς βασιλικὸν θησαυρὸν καὶ κειμήλιον τιμαλφέστατον, μηδὲν προστιθέντες, μηδὲν ἀφαιρούμενοι. Διὸ καὶ δυνάμεθα ἀποδεῖξαι αὐτὴν ἀπὸ τῶν θείων Γραφῶν, ὡς ἐξ αὐτῶν δηλονότι τῶν ταύτης πηγῶν, ἐξ ὧν καὶ ἀνέβλυσε καὶ ποτίζει πᾶν τὸ πρόσωπον τῆς Καθολικῆς Ἀποστολικῆς ἡμῶν τῶν Ὀρθοδόξων Ἀνατολικῆς Ἐκκλησίας, δι’ ὧν ζωογονεῖται πᾶν τὸ χριστεπώνυμον σύστημα τῶν Ὀρθοδόξων ἡμῶν.
Δεύτερον δείκνυται, ὅτι παρ’ ἡμῖν μόνοις τοῖς Ὀρθοδόξοις Γραικοῖς, ἀνατολικοῖς δηλονότι χριστιανοῖς, ἡ ἀληθὴς καὶ ἀκραιφνεστάτη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις διαμένει, καὶ παρ’ οὐδέσιν ἄλλοις διεφυλάχθη. Ἐπεὶ γὰρ ἡ ὀρθόδοξος πίστις τοῦ Κυρίου ἡμῶν πρὸ χρόνων τινῶν, πρὶν δηλαδὴ τῆς τοῦ Λουθήρου ἐμφανείας, παρ’ οὐδέσιν ἄλλοις τῶν ὑπὸ τὸν οὐρανὸν ἐθνῶν ἦν· ἐξέλιπε καὶ γὰρ παρ’ ἐκείνοις· οὐ γὰρ παρὰ τοῖς αἱρετικοῖς ἦν πάντως, ὡς δῆλόν ἐστι καὶ ὁμολογούμενον παρὰ πᾶσιν, ἀλλ’ οὐδὲ παρ’ αὐτοῖς τοῖς παπισταῖς, ὡς καὶ Λουθήρῳ συνδόκει καὶ τοῖς ἡμετέροις· οὐδὲ οἱ Λουθηροκαλβῖνοι ἂν εἴποιεν, ὅτι παρ’ αὐτοῖς διεσῴζετο, μήπω τότε οὖσιν ἔτι ἐν κόσμῳ. Ἀνάγκη γοῦν ἐστι λέγειν, ἢ ὅτι ἐξέλιπεν ὅλως ἡ πίστις τοῦ Χριστοῦ ἐκ τοῦ κόσμου τούτου, ὅπερ καὶ νοῆσαί ἐστιν ἀσεβές, τοῦ Κυρίου εἰπόντος ὅτι «καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς»[5], ἢ πάντας ὁμολογῆσαι, ὅτι παρ’ ἡμῖν μόνοις τοῖς Ὀρθοδόξοις ἀνατολικοῖς Γραικοῖς χριστιανοῖς διεσῴζετο καὶ διέλαμπεν. Ἣν ὡς πρότερον καὶ νῦν ὡσαύτως κατέχομεν ἀπαράτρεπτον καὶ ἀπαρασάλευτον, καὶ πρόθυμοί ἐσμεν καὶ αὐτὸ τὸ αἷμα ἡμῶν ἐκχέαι ὑπὲρ αὐτῆς· καὶ εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι οὐκ ἐγκατέλιπεν ἡμᾶς, οὐδὲ εἴασεν ἐκλελιπέναι τὴν πίστιν ἡμῶν, ἣν δὴ καὶ κρατοῦμεν καὶ κρατήσομεν ἀκαινοτόμητον μέχρι τερμάτων αἰῶνος, εἰς δόξαν αὐτοῦ.
Τρίτον τεκμήριον ἔχομεν, ὅτι ἡ πίστις ἡμῶν τῶν ἀνατολικῶν αὕτη καὶ μόνη ἐστὶν ἀληθεστάτη, καὶ ὅτι αὕτη ἐστὶν ἡ παρὰ τοῦ Σωτῆρος ἡμῶν κηρυχθεῖσα καὶ ὑπὸ τῶν ἱερῶν Ἀποστόλων καὶ οἰκουμενικῶν ἁγίων Συνόδων βεβαιωθεῖσα, καί παρὰ ταύτην οὐκ ἔστιν ἑτέρα πίστις, πλὴν ταύτης καὶ μόνης, ἔχομεν δηλονότι τεκμήριον καὶ σαφέστατον γνώρισμα καὶ ἀπόδειξιν, τὸ τὰς λοιπὰς αἱρέσεις καὶ τοὺς ταύτης ἀποσφαλέντας καὶ προλήψεσί τισιν ἀλλοκότοις συναρπαγέντας, καὶ ἄλλως ἢ ὡς ἔχει τὸ ἀληθὲς πιστεύοντας, πάντα κάλων κινεῖν, ὥστε ἑαυτοὺς ἀποδεῖξαι συμφωνοῦντας ταύτῃ ἡμῶν τῇ μόνῃ ἀληθινῇ πίστει. Τοῦτο γὰρ ἀποδείξαντες οἴονται ἔχειν τὸ πᾶν, καὶ ὡς Ὀρθόδοξοι παρὰ τοῖς ἄλλοις ἔθνεσι, καὶ μάλιστα τοῖς τούτων ἁπλουστέροις, νομίζεσθαι, καὶ τὰ οἰκεῖα διδάγματα τοῦτον μάλιστα τὸν τρόπον τοῖς πολλοῖς ποιήσειν αὐτὰ εὐπαράδεκτα. Ἀκούοντες γὰρ οἱ ἄπειροι καὶ χυδαιότεροι τῶν ἀνθρώπων ὡς τὰ ἐκείνων διδάγματα σύμφωνά εἰσι τοῖς τῶν ἀνατολικῶν Ὀρθοδόξων Γραικῶν καὶ μὴ εἴδοτες τὸ ἀληθές, ῥᾳδίως αὐτὰ παραδέχονται καὶ πείθονται τούτοις ὡς ἀληθέσι· μανθάνοντες δὲ ὡς ἀσύμφωνά εἰσι τοῖς τῶν ἀνατολικῶν Ὀρθοδόξων δόγμασιν, εὐθὺς ἐκείνων ἀποπηδῶσί τε καὶ ἀποδιδράσκουσιν, ὡς ἀπὸ ὄφεως ἰοβόλου. Ἔχομεν παράδειγμά τι σαφὲς τοὺς Λουθηροκαλβινιστάς, ὧν οἱ μὲν αὐθαδέστεροι, ἵνα τὰ οἰκεῖα ἐσφαλμένα δόγματα τοῖς πολλοῖς εὐπαράδεκτα ποιήσωσιν, ἐτόλμησάν ποτε συκοφαντῆσαι τὴν ἡμετέραν Ὀρθόδοξον Ἐκκλησίαν, ὡς δῆθεν καὶ αὐτὴ αὐτὰ ταῦτα πιστεύει καὶ ἀποδέχεται, ἅπερ καὶ οἱ Λουθηροκαλβινισταί. Διόπερ καὶ βίβλον τινὰ πρὸ χρόνων τινῶν ἀνεπλάσαντο, ἐπιγράψαντες ταύτην ὁμολογίαν τῆς τῶν Γραικῶν Ὀρθοδόξων ἀνατολικῶν πίστεως, ὡς δῆθεν παρὰ Κυρίλλου πατριάρχου Κων/πόλεως, ἐκείνου δηλαδὴ τοῦ σοφοῦ Λουκάρεως, ἐκδοθεῖσαν, ἐκείνου περὶ αὐτῆς οὐδ’ ὅλως εἴδησιν ἔχοντος, ἀλλὰ μᾶλλον διδάξαντος καὶ ἰδίᾳ καὶ δημοσίᾳ τοὐναντίον τοῖς ἐν ἐκείνῃ τῇ ψευδεστάτῃ ὁμολογίᾳ συμπεπλασμένοις. Τοιαύταίς τισι μηχαναῖς καὶ συκοφαντίαις ἐξαπατᾶν οἰόμενοι τοὺς ὁμοφύλους αὐτῶν, καὶ μάλιστα τοὺς ἁπλουστέρους, καὶ εἰ δυνατὸν καὶ τοὺς ἡμετέρους, ὅσοι τὰ καθ’ ἡμᾶς ἱερὰ καὶ σεβάσμια καὶ θεοπαράδοτα ἀκριβῶς οὐκ ἴσασι δόγματα. Ἀλλ’ οὐδὲ οὕτως τι ἤνυσαν· οἱ γὰρ ἡμέτεροι ἀνατολικοὶ Ὀρθόδοξοι χριστιανοί, ἰδόντες τὴν ψευδεπίπλαστον ἐκείνην ὁμολογίαν καὶ ἀναγνόντες, ὡς ἔγνωσαν ἀλλόκοτα καὶ ψευδῆ καὶ ἀντίθεα περιέχουσαν δόγματα, εὐθὺς αὐτὴν ἀπεῤῥαπισαν καὶ ἐξουθένησαν καὶ ἀπέσπασαν, καὶ τὸν ἐν αὐτῇ ἐγκεκρυμμένον δόλον τοῖς πᾶσιν ἀπεκάλυψαν, καὶ ἐδηλοποίησαν τὸ μὲν ὅτι ἡμεῖς οὐχ οὕτω πιστεύομεν ὡς ἐκείνη ἐδίδασκεν, ἀλλὰ τὴν ἀκραιφνῆ καὶ θεοπαράδοτον κατέχομεν πίστιν, καὶ οὐχ ὡς ἡ ψευδεπίπλαστος ἐκείνη καὶ κίβληδος ὁμολογία συκοφαντεῖ ἡμᾶς, τὸ δὲ ὅτι ὁ Λούκαρις οὐ τοιοῦτος ἦν, ὡς δῆλον γίνεται ἐκ τῶν ἐκείνου συγγραμμάτων καὶ ὁμιλιῶν καὶ λόγων καὶ διδαχῶν, εἰς ἔτι καὶ νῦν παρ’ ἡμῖν σωζομένων, ἰδιοχείρως παρ’ ἑαυτοῦ γεγραμμένων. Ἀλλ’ οὖν ἐπειδὴ ἡ Ὀρθόδοξος ἡμῶν Ἀνατολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία οὐ μόνον αἱρετικὸν οὐ προσίεται δόγμα, ἀλλὰ καὶ τὰς ὑποψίας αὐτὰς ἀποκρούεται, κατὰ τὸ «εὐλαβοῦ τὰς διαβολάς, κἂν ψευδεῖς ὦσι», διὰ τοῦτο, συνόδου συγκροτηθείσης, οἱ ἡμέτεροι ἐκεῖνόν τε τὸν Λούκαριν διὰ τὴν τοιαύτην ὑποψίαν ἀνεθεμάτισαν, καὶ τὴν ψευδεπίπλαστον βίβλον ἐκείνην ἀναθέματι καὶ πυρὶ παρέδωκαν, καὶ τὰ ἐν αὐτῇ ἀλλόκοτα καὶ ψευδῆ δόγματα πόῤῥω τῆς ἡμετέρας τῶν Ὀρθοδόξων αὐλῆς ἀπώσαντο καὶ κατέκριναν. Τοιαύτην φεῦ συκοφαντίαν οἱ Λουθηροκαλβινισταὶ καθ’ ἡμῶν ἀνεπλάσαντο καὶ τύπῳ ἐξέδωκαν εἰς πολλῶν ἐξαπάτην, ἀλλ’ οὐδὲν ἤνυσαν. Ἡ γὰρ πίστις ἡμῶν τῶν ἀνατολικῶν Ὀρθοδόξων λαμπροτάτη καὶ πάσης διαβολῆς ἀνώτερα ἐστί, καὶ πανταχοῦ ὡς ὁ ἥλιος διαλάμπει, διότι καὶ τοιούτοις οὐ συσκιάζεται, οὐδ’ ἀμαυροῦται τοῖς νέφεσιν, ἀλλὰ ῥᾳδίως διαλύει ταῦτα καὶ ἀποπέμπεται ὡς ποῤῥωτάτω.
Ὅθεν καὶ πολλοὶ τῶν ἡμετέρων θείῳ ζήλῳ κινούμενοι πολλὰ συνεγράψαντο κατ’ ἐκείνων τῶν κεφαλαίων τῆς ἐπιπλάστου ψευδοῦς ὁμολογίας τοῦ Λουκάρεως βιβλία, καὶ μάλιστα ὁ ἀοίδιμος τῶν Ἱεροσολύμων πατριάρχης, ὁ κὺρ Δοσίθεος, καὶ ὁ ἐν θεολόγοις μακαριστὸς Μελέτιος, ὃς καὶ ἀνέτρεψεν ἐκεῖνα τὰ κεφάλαια καὶ ὡς ἱστὸν ἀραχνῶν διέῤῥηξε καὶ διέλυσε, καὶ ἁπλῶς τὰ τῶν Λουθηροκαλβίνων ψευδῆ δόγματα ἀνετρέψατο ἐν βίβλῳ πολυστίχῳ, ἥτις καὶ τύπῳ ἐξεδόθη ἐν Βουκουρεστίῳ τῆς Οὐγγροβλαχίας κατὰ τὸ χιλιοστὸν ἑξακοσιοστὸν ἐννενηκοστὸν ἔτος, καὶ ἔξεστι τοῖς βουλομένοις γνῶναι ταῦτα σαφέστερον, ἀνὰ χεῖρας λαβοῦσιν τὴν βίβλον ἐκείνην καὶ ἀναγνώσασι. Καὶ ταῦτα μὲν οἱ αὐθαδέστεροι τῶν Λουθηροκαλβινιστῶν ἐσκαιώρησαν· οἱ δὲ ἐπιεικέστεροι τούτων τοὔμπαλιν· ἐπεχείρησαν καὶ γὰρ ἀποδεῖξαι ὡς τὰ ἐκείνων σαθρὰ δόγματα ταὐτά εἰσι τοῖς παρὰ τῶν Ὀρθοδόξων ἀνατολικῶν πιστευομένοις τε καὶ κηρυττομένοις. Διὸ καὶ αὖθις, ἵνα καὶ τοῦτο ψευδεπίπλαστον ὂν ἐλεγχθείη, συνεγράφη παρ’ ἡμῶν τῶν εὐσεβοφρόνων Ὀρθόδοξος Ὁμολογία, διεξοδικῶς ἐκτιθεμένη καὶ μερικῶς ἑρμηνεύουσα τὰ ἡμέτερα θεοπαράδοτα δόγματα, ἥτις καὶ ἐτυπώθη διὰ δαπάνης τοῦ μακαρίτου ἐκείνου καὶ εὐσεβεστάτου ἀνδρὸς Παναγιώτου Νικουσίου, τοῦ μεγάλου ἑρμηνέως τῆς τῶν Ὀθωμανῶν μοναρχίας, ἥτις καὶ ὕστερον πλατύτερον ἀναπτυχθεῖσα καὶ μαρτυρίαις τῶν θείων Πατέρων ἐμπεδωθεῖσα παρὰ τοῦ ἐν διδασκάλοις Βησσαρίωνος Μάκρη τοῦ ἐξ Ἰωαννίνων, ἐτυπώθη ἐν Βουκουρεστίῳ διὰ δαπάνης τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Βραγκοβάνου ἡγεμόνος πάσης Οὐγγροβλαχίας, τοῦ πρότριτα σὺν τοῖς τέσσαρσιν αὐτοῦ υἱέσιν ἀνῃρημένου, οἳ καὶ μαρτυρικῷ τέλει διὰ ζόφους ἐτελειώθησαν ἅπαντες ἐν τῇ Κωνσταντίνου. Ἐξ ὧν πᾶς τις ὀρθὰ φρονῶν δύναται γνῶναι καὶ πληροφορηθῆναι, ὡς ἡ ἡμέτερα Ὀρθόδοξος ἀνατολικὴ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία οὐδὲν ἀλλότριον τῆς τοῦ Κυρίου διδασκαλίας παρεδέξατο ἢ ἀπᾴδον Θεῷ δόγμα, οὔτε παρά τινων ἄλλων αἱρετικῶν, οὔτε παρὰ τῶν σχισματικῶν Παπιστῶν ἠρανίσατο, οὔτε παρὰ τῶν Λουθηροκαλβινιστῶν αὐτῶν εἴληφέ τι, ἀλλ’ ἀεὶ διακρατεῖ καὶ φυλάττει ἐκεῖνα τὰ δόγματα καθαρὰ καὶ ἀνόθευτα, ὅσαπερ ἐξ ἀρχῆς παρ’ αὐτῶν τῶν θείων Γραφῶν ἐδιδάχθη καὶ διὰ τῶν Ἀποστόλων καὶ τῶν θείων καὶ ἱερῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων παρέλαβε. Παρὰ ταῦτα καὶ ἑτέρα ἐξεδόθη παρ’ ἡμων τῶν ἀνατολικῶν Ὀρθοδόξων σύντομος Ἔκθεσις πίστεως, ἥτις καὶ ἀπεστάλη πρὸ χρόνων τινῶν τοῖς Λουθηροκαλβίνοις, ἐρωτήσασι καὶ βουληθεῖσι μαθεῖν, πῶς πιστεύει ἡ Ἀνατολικὴ Ἐκκλησία. Πολλοὶ γὰρ ἐξηπάτουν αὐτούς, συνείροντες πολλὰ καὶ πείθοντες οἱ μὲν ὡς ἡ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία (βαβαὶ τῆς συκοφαντίας) συνεφώνησε τοῖς Λουθηροκαλβινισταῖς, οἱ δὲ ὡς ἡνώθη τοῖς Παπισταῖς. Ταύτην δὴ τὴν σύντομον τῆς εὐσεβοῦς ἡμῶν πίστεως ἔκθεσιν συνάψομεν ἐγχαράξαντες ἐν τῷ τέλει τῆς παρούσης γραφῆς, ἵνα παρὰ παντὸς τοῦ ἐντυγχάνοντος ἀναγινωσκομένη φῶς παράσχῃ καὶ πίστιν αὐτῷ τε καὶ πᾶσι τοῖς βουλομένοις καταμαθεῖν τὰ τῆς ἡμῶν Ἀνατολικῆς Ἐκκλησίας ἔνθεα δόγματα, ἅπερ ἡμεῖς πιστεύομεν καὶ διατηροῦμεν ὡς ἀληθῆ καὶ ἀναμφίλεκτα.
Καὶ ταῦτα μὲν οὗτοι· οἱ δὲ τούτων φιλομαθέστεροι καὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου τῶν ἀνατολικῶν Ὀρθοδόξων πίστεως ἐρασταί, ὁπόσοι δηλονότι καλῶς ἐγνώκασιν, ὡς τὰ λουθηροκαλβινικὰ καὶ παπιστικὰ δόγματα οὐ συνᾴδει τῇ ὀρθοδόξῳ ἡμῶν πίστει, ἀνθίσταται δὲ μᾶλλον αὐτῇ καὶ πόῤῥω τῆς ἀληθείας ἀπεσχοίνισται, τοὺς μὲν ταῦτα δεχομένους ἀμφοτέρους μακρὰν ἀπωθοῦνται Θεοῦ τε καὶ τῆς ἀληθείας, βούλονται δὲ τῇ Ὀρθοδόξῳ Ἀνατολικῇ ἑνωθῆναι Ἐκκλησίᾳ καὶ συμφρονῆσαι αὐτῇ, καὶ ἑαυτῶν γενόμενοι προσελθεῖν καὶ ἓν πνεῦμα γενέσθαι μεθ’ ἡμῶν, ὡς καὶ μίαν μεθ’ ἡμῶν κεφαλὴν ἔχειν, τὸν Χριστόν, καὶ μίαν γινώσκειν Ἐκκλησίαν. Οἳ καὶ καλῶς ποιοῦντες προβάλλουσιν ἡμῖν τίνας προθέσεις, δι’ ὧν ἂν σὺν ἡμῖν δυνηθεῖεν ὁμονοῆσαι. Ἔχει μέντοι τὸ πρᾶγμα τοῦτο καί τινας δυσχερείας· οὗτοι γάρ, καίπερ εὐγνώμονες ὄντες καὶ τῆς ἀληθείας διάπυροι ἐρασταί, ὅμως προκατειλημμένοι τυγχάνοντες ὑπό τινων προλήψεων πάλαι συντεθραμμένων αὐτοῖς καὶ συνηυξημένων, δυσαποσπάστως ἔχουσι τούτων. Διὸ καὶ τῶν παρ’ ἡμῖν εὐσεβῶν δογμάτων τινὰ μὲν προθυμίαν οὐ μικρὰν ἔχουσιν εἰς τὸ παραδέξασθαι, ἔν τισι δὲ συγκατάβασιν ἐπιζητοῦσι, τινὰ δὲ τῶν ἐκ προλήψεως παλαιᾶς ἐκτακέντων αὐτοῖς οὐκ ὀρθῶν τῇ ἀληθείᾳ δογμάτων οὐδὲ ὅλως ἐκβαλεῖν τοῦ νοὸς βούλονται, ἅτε δὴ εὐσκιῤῥωθέντα ταῖς τούτων ψυχαῖς ἀπὸ ἔθους πολυχρονίου. Ζητοῦσιν οὖν εἰς ταύτας δὴ τὰς προβαλλομένας προθέσεις θεραπείας, ἀποκρίσεις καὶ ἐπιδιορθώσεις. Τῶν δὲ προθέσεων, ἃς προβάλλονται, ἡ μὲν α΄, β΄, γ΄, δ΄ καί ε΄ αὗταί εἰσιν.
Πρόθεσις α΄.
α΄. Ἡ τῶν Ἱεροσολυμιτῶν Ἐκκλησία γνωριζέσθω εἶναι πάσης τῆς ἐκκλησιαστικῆς ἑνότητος ἀρχή, πασῶν τε τῶν ἄλλων Ἐκκλησιῶν μήτηρ ἀναμφισβήτητος, ἧς ἐξεγένοντο ἕκασται τῶν κατὰ μέρος Ἐκκλησιῶν, καὶ    ᾗ ἐξαίρετός τις τιμὴ ὀφείλεται.
Πρόθεσις β΄.
β΄. Τῷ τῶν Ἱεροσολυμιτῶν ἐπισκόπῳ τοὔνεκα ἡ πρωτοκαθεδρία παραχωρείσθω ὑπὸ πάντων τῶν ἄλλων χριστιανῶν ἐπισκόπων.
Πρόθεσις γ΄.
γ΄. Ταῖς ἐν Ἀντιοχείᾳ, ἐν Ἀλεξανδρείᾳ, ἐν Κων/πόλει Ἐκκλησίαις, ὡς καὶ τοῖς ἐπισκόποις αὐτῶν τοῖς αὐτοῦ συνάρχουσι, τὰ δίκαια, τὰς ἐξοχὰς καὶ τὰ πρεσβεῖα αὐτῶν, τὰ παλαιὰ πάντα καὶ ἕκαστα, ἀποδιδόσθωσαν, τὰ ὑπὸ τῶν κανόνων τεταγμένα.
Πρόθεσις δ΄.
δ΄. Τῷ τῆς Κων/πόλεως ἐπισκόπῳ καὶ πατριάρχῃ ἴσα πρεσβεῖα καὶ τῷ τῶν Ῥωμαίων ἐπισκόπῳ ἀπονεμέσθωσαν, ὥστε ἑκατέρῳ αὐτῶν τὴν αὐτὴν ἐξουσίαν καὶ τὴν αὐτὴν ὑπεροχὴν προσήκειν παραχωρῆσαι.
Πρόθεσις ε΄.
ε΄. Τὰ τῶν Βρεττανικῶν ἐκκλησιῶν λείψανα, γνωρίζοντα τὸ εὐαγγέλιον παρὰ τῶν ἐξ Ἱεροσολύμων προσελθόντων λήψασθαι, πρὶν ἂν ἢ τῇ τῶν Ῥωμαίων Ἐκκλησίᾳ ἢ τῷ αὐτῆς ἐπισκόπῳ ὁπωσδήποτε ὑποταγῆναι, καὶ ὡσαύτως τὴν αὐτὴν ἁγίαν καθολικὴν πίστιν ὁμολογοῦντα, τὴν ὑπὸ τῶν Ἀποστόλων παραδοθεῖσαν, καὶ αὐταῖς παλαιοτάταις τῇ ἐν Νικαίᾳ καὶ τῇ ἐν Κων/πόλει συνόδοις διὰ τοῦ συμβόλου ἐκτεθεῖσαν, κρατοῦντα, τῆς Καθολικῆς Ἐκκλησίας μέρος τι ὑπὸ πάσης τῆς Ἀνατολικῆς Ἐκκλησίας ἡγείσθω, τὸ μετὰ τῶν ἁγίων Ἀποστόλων κοινωνοῦν καὶ μετὰ τῶν ἐν ταῖς προειρημέναις συνόδοις συναθροισθέντων πατέρων καὶ τῶν διαδόχων αὐτῶν.
Ἀπόκρισις.
Πρὸς ταύτας τὰς πέντε προθέσεις μία ἔσται ἡ ἀπόκρισις, ἐπεὶ καὶ περὶ μιᾶς διαλαμβάνουσιν ὑποθέσεως, τῆς τάξεως δηλονότι τῶν πέντε πατριαρχικῶν θρόνων. Βούλονται γὰρ (εἰ ταῦτα οὕτως ἐννοοῦσι καὶ οὐκ ἄλλως, ὡς δηλωθήσεται κατωτέρω) οἱ καλούμενοι λείψανα τῆς παλαιᾶς ἐν Βρεττανίᾳ Ὀρθοδοξίας περιαιρεθῆναι τὴν ὑπὸ τῶν ὀρθοδόξων βασιλέων θεσπισθεῖσαν ἀρχαίαν τάξιν αὐτῶν καὶ ὑπὸ τῶν θείων καὶ ἱερῶν συνόδων ἐπικυρωθεῖσαν, μετατεθῆναι δ’ εἰς ἑτέραν καινὴν τάξιν, ὥστε μηκέτι πρῶτον εἶναι τὸν Ῥώμης ἢ τὸν Κων/πόλεως θρόνον, ἀλλὰ τὸν τῶν Ἱεροσολύμων. Ἀλλὰ φαίη τις ἂν πρὸς αὐτούς. Ὦ λῷστοι, εἰ ὁ λόγος ἐνταῦθα περὶ δογμάτων ἐστὶ καὶ πίστεως εὐσεβοῦς, ὥστε δηλαδὴ συμφρονῆσαι αὐτοὺς τῇ Ὀρθοδόξῳ Ἀνατολικῇ Ἐκκλησίᾳ, εἰς τί τοῦτο συντελεῖ, τὸ μεταλλαγῆναι δηλαδὴ τὴν τῶν πατριαρχικῶν θρόνων τάξιν; Τοῦτο γάρ, ὅσον πρὸς εὐσέβειαν, οὔτε συντείνει οὔτε παραβλάπτει αὐτὴν ὅλως, οὕτως ἢ ἄλλως ἔχον· μάλιστα ἀνθ’ ἑνώσεως διάστασιν προξενεῖ· καινοτομία γὰρ οὐ μικρὰ εἶναι τὸ πρᾶγμα δοκεῖ. Ἡ δὲ ἡμετέρα Ἀνατολικὴ Ἐκκλησία, ἡ ἄσπιλος τοῦ Χριστοῦ νύμφη, οὐδέποτε οὐδεμίαν καινοτομίαν ἐδέξατο, οὐδὲ ὅλως προσίεται, φυλάττουσα τὸ λέγον ῥητόν, «μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου»[6]. Καὶ διατὶ βούλονται πρῶτον εἶναι τὸν τῶν Ἱεροσολύμων θρόνον; Ἐπειδὴ (φασὶν) ἐκεῖθεν ἐξῆλθεν ὁ εὐαγγελικὸς τῆς χάριτος νόμος καὶ ἡ ἀλήθεια, κατὰ τὸ «ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ»[7], ἔτι δὲ καὶ διότι ἐκεῖ τὸ πάθος τοῦ Κυρίου ἡμῶν ἐγεγόνει καὶ ἡ ἀνάστασις. Βούλονται ἄρα τούτοις τοῖς λόγοις σοφώτεροι καὶ προνοητικώτεροι φανῆναι τῶν ἄλλων, ἀλλὰ μὴ τοιαύτην τάξιν τῶν θρόνων θεμένων, ὡς δῆθεν ἐκείνων ἀσκέπτως καὶ ἀσυνέτως τὰ τοιαῦτα θεσμοθετησάντων· ὃ μὴ γένοιτο. Ἐκεῖνοι γὰρ θεοφόροι ἄνδρες ἦσαν, πολυειδήμονές τε καὶ ἔμφρονες, νοῦν Χριστοῦ ἔχοντες, οἳ καὶ οὕτως ἔκριναν, οὕτως ἐθέσπισαν. Καὶ οὐ δυνάμεθα ἡμεῖς κρείττονες ἐκείνων φανῆναι καὶ συνετώτεροι, καὶ ἅπερ ἐκεῖνοι μετὰ σκέψεως ἀπεφήναντο καὶ συνοδικῶς, ἀνάτρεψαι ταῦτα ἢ ὅλως μετακινῆσαι τῆς τάξεως, μὴ καὶ τοῖς ἁγίοις εὑρεθῶμεν ἀντιμαχόμενοι καὶ αὐτῷ τῷ Θεῷ· «ὁ γὰρ ἀθετῶν (φησὶν) ὑμᾶς ἐμὲ ἀθετεῖ»[8]. Καὶ οὗτοι μέν εἰσιν οἱ τὸ σύστημα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας εὐσεβῶς συγκροτοῦντες. Ὕστερον μέντοι πρὸ χρόνων τινῶν ἐπηρείᾳ τοῦ πονηροῦ ὁ Ῥώμης πάπας ἀποσφαλεὶς καὶ εἰς ἀλλόκοτα δόγματα καὶ καινοτομίας ἐμπεσών, ἀπέστη τῆς ὁλομελείας τοῦ σώματος τῆς εὐσεβοῦς Ἐκκλησίας καὶ ἀπεσχίσθη· καὶ νῦν ἐστιν οἷον διεῤῥωγός τι τεμάχιον τοῦ ὅλου ἱστίου τῆς πνευματικῆς ὁλκάδος τῆς Ἐκκλησίας, ὅπερ ἐκ πέντε πρότερον συνίστατο καὶ συνέῤῥαπτο μερῶν. Νῦν δὲ τὰ μὲν τέσσαρα μέρη τοῦ ῥηθέντος ἱστίου ἐνέμειναν κατὰ χώραν συνημμένα τε καὶ συνεῤῥαμμένα, δι’ ὧν εὐχερῶς ἡμεῖς διαπλέομεν καὶ ἀκυμάντως τὸ τοῦ βίου τούτου πέλαγος, καὶ κούφως διαπερῶμεν τὰ κύματα τῶν αἱρέσεων, μέχρις οὗ εἰς τὸν εὔδιον καταντήσωμεν τῆς σωτηρίας λιμένα. Ἐκεῖνος δέ, τὸ πεμπτημόριον τεμάχιον, τοῦ ὅλου ἱστίου ἀποσχισθείς, καὶ διαμείνας καθ’ ἑαυτὸν ἐν διεῤῥωγότος ἱστίου μικρῷ τεμαχίῳ, οὐκ ἄν ποτε διαπλεύσειε, καὶ διὰ τοῦτο καθ’ ἑκάστην ὑπὸ κυμάτων ἀλλεπαλλήλων καὶ καταιγίδων ὁρῶμεν αὐτὸν πόῤῥωθεν κατακλυζόμενον, ἕως ἂν καὶ αὖθις προσέλθῃ τῇ καθολικῇ ἀποστολικῇ ἀνατολικῇ ἀμωμήτῳ ἡμῶν πίστει, καὶ συῤῥαφείη τῷ οὗ πρότερον ἀπεσχίσθη ἱστίῳ. Οὕτω γὰρ ἂν διασωθείη καὶ διαπλεύσειε κἀκεῖνος τὰς λαίλαπας τοῦ ἐπαναστάντος αὐτῷ ψυχικοῦ κλύδωνος. Οὕτως οὖν ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ εὐσεβὴς Ἐκκλησία ἐπὶ τέσσαρσιν νῦν ἐρείδεται στύλοις, τοῖς τέσσαρσι δηλαδὴ Πατριάρχαις, καὶ μένει ἀδιάσειστος καὶ ἀκλόνητος, πρῶτον μὲν ἔχουσα τῇ τάξει τὸν Κων/πόλεως πατριάρχην, δεύτερον δὲ τὸν πάπαν Ἀλεξάνδρειας, τρίτον τὸν Ἀντιοχείας καὶ τέταρτον τῶν Ἱεροσολύμων. Συνιστῶσι δὲ καὶ ἐρείδουσι ταύτην σὺν τούτοις καὶ οἱ αὐτοκέφαλοι ἀρχιεπίσκοποι, ὅ τε Μοσχοβίας, ὁ καὶ πατριάρχης πάσης Ῥωσίας, καὶ οἱ δύο ἀρχιεπίσκοποι Ἰβηρίας τῆς ἐν τῇ Ἀσίᾳ, οἳ καὶ ἰδίως παρὰ τοῖς Γεωργιανοῖς καθολικοὶ ὀνομάζονται· πρὸς τούτοις ὁ Ἀχριδῶν καλούμενος πρώτης Ἰουστινιανῆς ἀρχιεπίσκοπος, ὅ τε Κύπρου ὁ καὶ νέας Ἰουστινιανῆς, καὶ ὁ Ἰπεκίου ἀρχιεπίσκοπος, καὶ οἱ ὑπ’ αὐτοὺς τούτους διατελοῦντες οὐκ εὐαρίθμητοι ἐπίσκοποι καὶ μητροπολῖται, οἵτινες μέχρι τῆς σήμερον ὁμοφρόνως διακρατοῦσι στεῤῥῶς καὶ διαφυλάττουσι τὰ ὀρθὰ τῆς Ἀνατολικῆς καθολικῆς καὶ ἀποστολικῆς ἡμῶν Ἐκκλησίας δόγματα ἀπαράτρεπτα καὶ ἀπαραμείωτα, ἐκτὸς πάσης καινοτομίας καὶ κιβληλότητος.
Εἰ οὖν οἱ καλούμενοι ἐν τῇ Βρεττανίᾳ τῆς παλαιᾶς εὐσεβείας λείψανα βούλονται τῇ ὀρθοδόξῳ προσελθεῖν Ἀνατολικῇ Ἐκκλησίᾳ καὶ μεθ’ ἡμῶν ἑνωθῆναι, τί τὴν παλαιὰν ἀνατρέψαι τῶν Πατριαρχῶν τάξιν ἐπιχειροῦσι, πρᾶγμα εἰς οὐδὲν περὶ τὴν πίστιν οὔτε λυσιτελοῦν οὔτε βλάπτον, ὡς εἴρηται, καὶ ἀντινομοθετεῖν τοῖς ἀρχαίοις ἐκείνοις αἰδεσίμοις ἀνδράσιν, οἳ τοιαύτην τῇ Ἐκκλησίᾳ παραδεδώκασι τάξιν; Εἰ γὰρ ὁ σκοπὸς αὐτοῖς ἐστιν ὁμόνοια καὶ ὁμοφροσύνη, δέον ἐστὶν αὐτοὺς ἐὰν κατὰ χώραν μένειν ἀπαρασάλευτα τὰ ἅπαντα ὑπὸ τῶν θεοσεβῶν ἐκείνων ἀνδρῶν παραδεδομένα, καὶ ταῦτα μηδὲν ἀντιφάσκοντα τῷ θείῳ καὶ ἱερῷ εὐαγγελίῳ, ἀλλὰ μὴ ἀντιλογίας ἐπινοεῖν καὶ κινεῖν σχίσματα, τηροῦντας τὸ ὑπὸ τοῦ Ἀποστόλου ῥηθέν· «παρακαλῶ (φησὶν) ὑμᾶς, ἀδελφοί, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα»[9]. Εἰ δὲ οἱ καλούμενοι λείψανα τῆς ἀρχαίας Ὀρθοδοξίας, διά τινα ἴσως ἰδιάζουσαν εὐλάβειαν πρὸς τὸν ἁγιώτατον καὶ ἀποστολικὸν τῶν Ἱεροσολύμων θρόνον, βούλονται προτιμᾶν αὐτὸν καὶ τῶν ἄλλων ἐξαίρειν, τοῦτο οὐδὲν κωλύει. Καὶ γὰρ καὶ ἡμεῖς, εἰ καὶ τέταρτον αὐτὸν ἀριθμοῦμεν τῇ τάξει, ἀλλ’ οὖν διὰ τιμῆς τε ὅτι πλείστης καὶ εὐλαβείας ἄγομεν καὶ σεβαζόμεθα, ὡς ἐκεῖθεν ἡμῖν ἀνατειλάσης τῆς αὐγῆς τῆς θεοσεβείας καὶ σωτηρίας καὶ τῆς ἀπολυτρώσεως τῶν ἀνθρώπων, καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος ἀναλάμψαντος τῷ κόσμῳ παντί, καὶ διότι ἐκεῖσε ὁ Κύριος ὑπὲρ ἡμῶν ἔπαθε, κἀκεῖ χάριν τῆς ἡμῶν σωτηρίας τὸ τίμιον αὐτοῦ αἷμα ἐξέχεεν ἐν τῷ σταυρῷ, ἵνα ἐξαγοράσῃ ἡμᾶς τῆς ἐκ τοῦ διαβόλου δουλείας καὶ καταδυναστείας. Καὶ τοῖς ἐν Βρεττανίᾳ οὖν φιλευσεβέσι λειψάνοις, ἐπειδὴ τούτου ἐρῶσιν, εἰ μόνον ἐξ ἀγαθοῦ τοῦτο προέρχεται σκοποῦ, ἔστω, δεδόσθω, συγκεχωρείσθω. Μόνον τὴν ἀρχαίαν μὴ ἀθετείτωσαν τάξιν, μηδὲ ὡς κακῶς γεγονυῖαν συκοφαντησάτωσαν ἢ ἀποβαλλέτωσαν. Ὀρθῶς γὰρ καὶ ἐμφρόνως αὕτη καὶ μετὰ πολλῆς τῆς συνέσεως διατέτακται παρά τε τῶν ἀειμνήστων βασιλέων καὶ τῶν θεοφόρων πατέρων, ὡς ἐκ τῶν ἱερῶν κανόνων αὐτῶν δῆλον ἐγένετο. Ἐπὶ τέλους δὲ σημειοῦμεν καὶ τοῦτο, ὡς εἰ μὲν σκοπὸς αὐτοῖς ἐστι παρὰ πάσης τῆς Ἀνατολικῆς Ἐκκλησίας τὴν τοιαύτην καινὴν τάξιν κρατεῖν, ἀλλὰ μὴ τὴν ὑπὸ τῶν θείων ἡμῖν πατροπαραδοθεῖσαν κανόνων, οὐδ’ ὅλως παραδεξόμεθα τοῦτο. Εἰ δ’ ἄλλως τὸ πρᾶγμα ἐννοοῦσιν, ὅτι δηλαδὴ ἐπειδὴ ἑαυτοὺς παραδιδόασι τῷ μακαριωτάτῳ Πατριάρχῃ τῶν Ἱεροσολύμων, καὶ τοῦτον ἐφ’ ἑαυτοὺς ἐφιστᾶσι ποιμένα καὶ πατριάρχην, μόνον αὐτὸν αἱρούμενοι καὶ οὐκ ἄλλον, καὶ βούλονται ἑνωθῆναι τῇ ἐκείνου διοικήσει καὶ ἐπαρχίᾳ, ὥστε τοὺς ὑπὸ τὸν τῶν Ἱεροσολύμων θρόνον χριστιανοὺς Ὀρθοδόξους καὶ αὐτοὺς τοὺς ἐν Βρεττανίᾳ καλουμένους λείψανα τῆς ἀρχαίας εὐσεβοῦς πίστεως ἓν εἶναι καὶ λέγεσθαι λογικὸν ποίμνιον, ὑπ’ αὐτοῦ ποιμαινόμενον καὶ διευθετούμενον κατὰ μίαν διοίκησιν, τηνικαῦτα δίκαιόν ἐστι καὶ νόμιμον καὶ κανονικὸν αὐτὸν καὶ μόνον ἀναφέρειν ἐν πάσαις ταῖς ἱεροτελεστίαις καὶ τοῦ ἐκείνου μνημονεύειν κανονικοῦ ὀνόματος, καθάπερ ἐν Ἱερουσαλήμ, οὕτω δὴ καὶ ἐν Βρεττανίᾳ, ὡς ἤδη τῆς ἐκείνου ἱερᾶς μάνδρας λογικὰ χρηματίζοντα πρόβατα, καὶ ὑπ’ ἐκείνῳ καὶ οὐχ ἑτέρῳ ὑποκείμενα καὶ ταττόμενα πατριάρχῃ (τίνος γὰρ καὶ ἄλλου μνημονεύσειεν, αὐτοῦ καὶ μόνου ὄντος αὐτῶν ἀρχιποίμενος καὶ πατριάρχου;). Κατὰ τοῦτο οὖν οὐ μόνον οὐκ ἀντιλέγομεν, ἀλλὰ καὶ τὴν πρόθεσιν αὐτῶν ἐπαινοῦμεν καὶ ἀσπαζόμεθα, καὶ ὡς νόμιμον καὶ κανονικὴν ἀποδεχόμεθα. Ἀναγκαίως δὲ καὶ τὰς ἐν Βρεττανίᾳ χειροτονίας τῶν ἀρχιερέων αὐτὸς ἐκτελέσει τῇ χάριτι τοῦ παναγίου Πνεύματος ἢ ἀμέσως ἢ δι’ ἐκδόσεως, μηδενὸς τῶν ἄλλων Πατριαρχῶν τολμῶντος ἐν Βρεττανίᾳ χειροτονίας ποιεῖν, παρὰ τὸν Ἱεροσολύμων, καὶ κατεπεμβαίνειν αὐτοῦ παρ’ ἐνορίαν.
Πρόθεσις ς΄.
ς΄. Τὰ τῶν Βρεττανῶν λείψανα καθολικά, τὰ προειρημένα, τούτων συνθεμένων, ἐπαγγέλλουσιν ἑαυτοὺς τὴν παλαιὰν παιδείαν ὁσίως ἀναζωπυρεῖν σπουδαζομένους, δηλονότι οἳ ὁλισθεῖσαν ἐπανορθοῦν, οὐ μόνον πολὺν ἤδη χρόνον ἐπεθυμήσαμεν, ἀλλὰ καὶ νῦν ἀληθῶς ἠρξάμεθα.
Ἀπόκρισις.
Ἀποροῦμεν τίνων συνθεμένων οἱ καλούμενοι λείψανα καθολικὰ τῶν Βρεττανῶν ὑπόσχονται ἀναζωπυρῆσαι τὴν παλαιὰν παιδείαν, ἢ δηλονότι, ὥς φασιν, ἐὰν ἡμεῖς οἱ Ἀνατολικοὶ ἀνατρέψωμεν τὴν ἀπὸ χρόνων ἀρχαίων βεβαιωθεῖσάν τε καὶ παγιωθεῖσαν τάξιν τῶν πατριαρχικῶν θρόνων, ὅπερ ὅλως ἀδύνατον. Εἰ τοῦτο οὕτως ἐννοοῦσι, καὶ οὐχ ὡς ἀμέσως π ὸ τούτου εἰρήκαμεν, ὡς εἶναι οὐ παρὰ πάσῃ τῇ καθόλου Ἐκκλησίᾳ, ἀλλὰ παρ’ αὐτοῖς καὶ μόνοις, δηλονότι τοῖς Βρεττανοῖς, πρῶτον τὸν τῶν Ἱεροσολύμων Πατριάρχην (τοῦτο γὰρ δίκαιον καὶ νόμιμον κρίνομεν), ἀλλ’ οὐ καὶ παρὰ πάσῃ τῇ καθόλου ἡμῶν Ἐκκλησίᾳ, εἴη γὰρ ἂν ἑπόμενον καὶ αὐτοῦ τοῦ Κων/πόλεως προτεθεῖσθαι καὶ προκαθῆσθαι τὸν Ἱεροσολύμων· τοῦτο δὲ παρὰ τὴν ἀρχαιοπαράδοτον εἶναι φανήσεται τάξιν. Εἰ δὲ παρ’ αὐτοῖς καὶ μόνοις τοῖς Βρεττανοῖς λογίζοιτο πρῶτος ὁ Ἱεροσολύμων, ὡς τῆς ἐκείνου διοικήσεως μέρος γεγονόσι καὶ αὐτὸν μόνον ἴδιον διεγνωκόσι ποιμένα καὶ πατριάρχην, καὶ δικαιοδοσίαν εἰς τὸ ἑξῆς ἔχοντα παρ’ αὐτοῖς, διὰ τὸ αὐτῷ καὶ μόνῳ ὑποκλιθῆναι καὶ πρόβατα ἐκείνου λογικὰ νομισθῆναι, τοῦτο στέργομεν καὶ ὡς δίκαιον καὶ κατὰ νόμους γινόμενον εἰκότως ἀποδεχόμεθα. Τότε γὰρ καὶ τὰς τῶν ἐν Βρεττανίᾳ ἐπισκόπων χειροτονίας αὐτὸς ἐκτελέσει καὶ οὐδεὶς ἕτερος παρ’ αὐτόν, ὡς τῆς διοικήσεως ταύτης, τῆς Βρεττανικῆς δηλαδή, ἰδίας αὐτοῦ διοικήσεως γεγονυίας καὶ ὠνομασμένης, κατὰ μηδὲν διαλλαττούσης τῆς ἐν Ἱερουσαλὴμ διοικήσεως, ἀλλ’ ἀμφοτέρας μιᾶς λογιζομένης καὶ τῆς αὐτῆς, ὡς ἅμα συνενωθεισῶν ἀμφοτέρων εἰς μίαν. Ἀλλὰ κἀν τῇ καλούμενῃ αὐτοῦ δημοσίᾳ εὐφημίᾳ ἐπ’ ἐκκλησίας συναφθήσεται: καὶ πᾶσαι αἱ Βρεττανικαὶ νῆσοι, καὶ ἐκφωνηθήσεται παρὰ τῶν αὐτόθι ἐσομένων ἐπισκόπων ἐν ταῖς Βρεττανικαῖς πόλεσιν, ὃν τρόπον καὶ ἐν Ἱεροσολύμοις καὶ ἐν πάσῃ τῇ αὐτοῦ διοικήσει. Ἀλλὰ καὶ πᾶσαι αἱ ἐπισυμβησόμεναι ἐκκλησιαστικαὶ ὑποθέσεις ἐν Βρεττανίᾳ παρ’ αὐτοῦ ἑπομένως θεωρηθήσονται καὶ κριθήσονται, ὡς ἰδίου αὐτῆς χρηματίζοντος πατριάρχου, πλὴν εἰ μή ποτε χρῄζοιεν αὗται συνοδικῆς διασκέψεως τότε καὶ γὰρ πρὸς τὴν κοινὴν τῆς καθόλου Ἐκκλησίας Σύνοδον ἀνενεχθήσονται καὶ ἀνανακριθήσονται.
Περὶ γὰρ τῶν ἑξῆς ἀποροῦμεν, ὁποίαν ἡμᾶς παιδείαν διδάξουσιν. Εἰ μὲν τὴν ἔξω σοφίαν, ἀλλ’ ἐκείνην ἀκούομεν τοῦ θείου Παύλου τῶν τῆς Καθολικῆς Ἀνατολικῆς Ἐκκλησίας περιβόλων ἀποδιοπομπουμένου· «μηδεὶς ἔστω, λέγοντος, «ὁ συλαγωγῶν ὑμᾶς διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν»[10]· καὶ αὖθις, «ἡ σοφία τοῦ κόσμου τούτου μωρία ἐστὶ παρὰ τῷ Θεῷ»[11]. Οὐ χρῄζομεν οὖν ταύτης ἀναγκαίως ἡμεῖς· εἰ δὲ κατά τινα περιέργειαν καὶ πολυμάθειαν ἢ νοὸς ὀξύτητα καὶ ταύτης τὴν γνῶσιν βουληθείημεν κτήσασθαι, ἔχομεν παρ’ ἡμῖν τὰς ἀριστοτελικὰς βίβλους καὶ ἄλλων σοφῶν καὶ τοὺς τούτων ὑπομνηματιστὰς καὶ ἐξηγητάς, καὶ σχολαί εἰσι παρ’ ἡμῖν κατὰ διαφόρους πόλεις καὶ χώρας, ἐν αἷς αὗται διδάσκονται καὶ διαλευκαίνονται, ἐξ ὧν δυνάμεθα πλοῦτον σοφίας οὐκ ὀλίγον ἀρύσασθαι. Μυρίας οὖν τοι αὐτοῖς ὁμολογοῦμεν τὰς χαρίτας τῆς χρηστῆς προαιρέσεως καὶ καλοκαγαθίας, εἰ καὶ μὴ τοσοῦτον παρ’ ἡμῖν τὸ πρᾶγμα τοῦτό ἐστι ζηλωτόν, ὡς μὴ ἀναγκαῖον πρὸς σωτηρίαν. Εἰ δὲ νοοῦσιν οὐ τὴν ἔξω σοφίαν, ἀλλὰ τὴν Θεολογίαν, φαμέν, εἰ μὲν σύμφωνός ἐστι τῇ καθ’ ἡμᾶς ὀρθοδόξῳ θεοσοφίᾳ, προθύμως ταύτην ἀποδεξόμεθα· εἰ δὲ ἀσύμφωνός τε καὶ ἀκατάλληλος τῇ ὀρθοδόξῳ τῶν ἀνατολικῶν πίστει, ἐρίῳ στέψαντες, πρὸς τοὺς κεκτημένους αὐτὴν ἀποπέμψομεν, τῆς δ’ ἀρχαιοπαραδότου εὐαγγελικῆς παιδείας τε καὶ διδασκαλίας ἀπρὶξ ἀνθεξόμεθα, ἕως ἂν τὸ ζῆν ἔχωμεν. Τοῦτο μόνον φαμέν, ὅτι εἰ τὰ τῶν Βρεττανῶν φιλευσεβῆ λείψανα βούλονται εἰλικρινῶς καὶ ἀδόλως τῇ Ἀνατολικῇ καθολικῇ τε καὶ ἀποστολικῇ ἡμῶν Ἐκκλησίᾳ ἑνωθῆναί τε καὶ ὁμονοῆσαι, χάρις τῷ Θεῷ, ὅστις καὶ γένοιτο συνεργός καὶ τελειωτὴς τοιούτου ὑπερμεγίστου καὶ κοινωφελοῦς ἀγαθοῦ. Τούτου γὰρ γενομένου, ἀλλήλους τε διδάξομεν καὶ ὑπ’ ἀλλήλων διδαχθησόμεθα μετ’ ἐπιεικείας καὶ σὺν ἀδελφικῇ τῇ στοργῇ τὰ ὅσα τε θεοφιλῆ καὶ ὀρθὰ τῶν θείων τε δογμάτων, καὶ προσέτι τὰ τῆς ἔξω παιδείας μαθήματα κατὰ διαφόρους ἐπιστήμας ἐν βίβλοις πολλαῖς καὶ ποικίλαις, ἐνίοις δὲ καὶ μήπω μέχρι τοῦδε εἰς τὰ ἔξω ἐκδεδομέναις, φυλαττομέναις δὲ παρ’ ἡμῖν ἐν διαφόροις ναοῖς, μοναστηρίοις καὶ φροντιστηρίοις, καὶ μάλιστα ἐν ταῖς κατ’ Ἀλεξάνδρειαν καὶ Ἱερουσαλὴμ καὶ Βυζάντιον καὶ ἅγιον Ὄρος πλουσιωτάταις βιβλιοθήκαις, ἃς καὶ ἕξομεν παγκοίνως εἰς τὸ ἑξῆς. Γενήσεται δὲ σὺν Θεῷ ἡ ὁμόνοια καὶ ἡ ἕνωσις οὐκ ἐπί τισιν ἄλλαις προτάσεσιν, ἀλλ’ ἐπὶ τοῖς ἀναγκαιοτάτοις καὶ ψυχωφελέσι δόγμασιν, ὧν ὁμολογουμένων, βεβαία ἡμῖν ἡ τῆς σωτηρίας ἐλπίς· μὴ ὁμολογουμένων δέ, φανερὸς ἐπήρτηται ὁ κατὰ ψυχὴν κίνδυνος, ὅταν δηλονότι ἀντίθετα ὦσι τὰ διδασκόμενα τῇ τοῦ Κυρίου ἀψευδεστάτῃ διδασκαλίᾳ. Ἀλλ’ οἱ καλοὶ κἀγαθοὶ Βρεττανοὶ μὴ τοιαύτην ὑπόνοιαν ἐχέτωσαν περὶ ἡμῶν, ὡς δῆθεν ἀμοίρων διαμεμενηκότων παντάπασι τῆς ἀρχαίας ἐκείνης καὶ πατρίου καὶ ἐθάδος παιδείας, ἔν τισι δὲ σὺν Θεῷ καὶ κρειττόνως ἢ παρ’ ἄλλοις τισὶν εἰς ἔτι καὶ νῦν παρ’ ἡμῖν διατηρουμένης. Ἀλλὰ μή τις ἡμᾶς τῶν μεμψιμοίρων οἰέσθω λέγοντας ταῦτα εἰκαίως ἐγκαυχᾶσθαι· τἀληθὲς καὶ γὰρ λέγομεν. Ἔχομεν γὰρ Θεοῦ χάριτι καὶ εἰς ἔτι καὶ νῦν ἐν διαφόροις τόποις, ὡς εἴρηται, σχολὰς καὶ ἀκαδημίας, ἐν αἷς διδάσκονται καθ’ ἑκάστην ἑλληνιστὶ καὶ μόνον τά τε ἐξωτερικὰ καὶ τὰ θεῖα μαθήματα μετὰ πολλῆς τῆς ἐρεύνης τε καὶ ἐπιμελείας, κατὰ τὴν τῶν πατέρων μὲν διδασκαλίαν ἐν τοῖς θεολογικοῖς, κατὰ δὲ τὸν Ἀριστοτέλην ἐν τοῖς φιλοσοφικοῖς. Τὴν μεθ’ ὑμῶν οὖν ὁμόνοιαν ἡμεῖς ἐπιποθοῦμεν, ὦ φιλευσεβῆ τῶν Βρεττανῶν λείψανα, οὐχ ἵνα παιδείαν τε καὶ σοφίαν κτησώμεθα παρ’ ὑμῶν, οὐδ’ ἵνα σοφώτεροι γενώμεθα ἐν τοῖς μαθήμασι καὶ πολυμαθέστεροι (ταῦτα γὰρ παρ’ ἡμῖν, ὡς προείρηται πολλάκις, ὁπωσδήπως σὺν Θεῷ εὑρίσκονται), ἀλλ’ ἵνα μία γένηται Ἐκκλησία ἐν ἀμφοτέροις εἰς δόξαν Θεοῦ, καὶ ἵνα οἱ τὴν ὀρθόδοξον ἀνατολικὴν καὶ ἀμώμητον ἐκ πολλοῦ ἀπολέσαντες πίστιν αὖθις ὡς καὶ πρότερον κατὰ τοὺς χρόνους τῆς πρώτης τε καὶ δευτέρας οἰκουμενικῆς Συνόδου αὐτὴν ἀναλάβωσι καὶ γένωνται μεθ’ ἡμῶν τῶν ἀνατολικῶν ἓν, καὶ συνευφρανθῶσι μεθ’ ἡμῶν ἄγγελοί τε καὶ ἄνθρωποι πάντες, καὶ ἀναλάμψῃ ἐκ νέου παρὰ τοῖς αὐτόθι μέρεσιν ἡ ἐκ μέσου ἀρθεῖσα πρὸ χρόνων οὐκ ὀλίγων εὐσέβεια, καὶ γένηται κατά τε ἀγάπην καὶ πίστιν ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν ὁμόνοια καὶ ὁμοφροσύνη, ὡς Θεῷ, ἀγγέλοις τε καὶ ἁγίοις ἀρέσκει. Τούτων χάριν, καὶ οὐ σωματικοῦ τινος κέρδους καὶ ἐπικήρου καὶ ὅλως ματαίου ἕνεκεν, οὕτω διαπύρως τὴν ἕνωσιν ταύτην καὶ τὴν ὁμόνοιαν ἐπιποθοῦμεν· μὴ γένοιτο. Καὶ ταῦτα μὲν ἱκανὰ καὶ πρὸς ταύτην τὴν θέσιν.
Πρόθεσις ζ΄, ἥτις ταῦτα κατὰ λέξιν διέξεισι.
ζ΄. Ἐπὶ τὴν βεβαιοτέραν ἕνωσιν ἡ τῆς θεοσεβείας ἰσότης, ὅσον ἐφ’ ἡμῖν ἐστιν, ἑκατέρωθεν ἀσφαλιζέσθω, δηλαδὴ διασεσωσμένων τῶν δικαίων τῶν ἐν μέρει ἐκκλησιῶν, ὥσπερ καὶ ἑκάστου ἔθνους συνηθειῶν καὶ τῶν παρουσῶν πραγμάτων περιστάσεων.
Ἀπόκρισις.
Αὕτη ἡ πρόθεσις ἀφανὴς εἶναι δοκεῖ καὶ γρίφῳ τινὶ παρεικαζομένη· τίνα γὰρ ἂν καὶ ἐλάβομεν δίκαια τῶν ἐν μέρει ἐκκλησιῶν; ποίας δὲ συνηθείας καὶ ἑκάστου ἔθνους νοήσωμεν, ἀλλὰ δὴ καὶ περιστάσεις τῶν παρόντων πραγμάτων; Ταῦτα δέονται σαφηνείας, ὥστε ἐντελῶς νοηθῆναι. Τοῦτο μόνον λέγομεν· ἐὰν σὺν Θεῷ γένηται ἡ ἐλπιζομένη ἕνωσις, τότε καὶ ταῦτα διορθωθήσονται, ἐὰν μόνον αἱ τοιαῦται συνήθειαι καὶ τὰ δίκαια καὶ αἱ περιστάσεις μὴ ὦσι παντάπασιν ἔξαλλοι καὶ ἐκ διαμέτρου παρηλλαγμέναι, καὶ τὴν ἐλπιζομένην ὁμόνοιαν δυνάμεναι διαῤῥῆξαι. Τῶν γὰρ Ὀρθοδόξων καὶ αἱ συνήθειαι ὀφείλουσιν εἶναι σεμναὶ καὶ ἐπαινετοί, ἀλλ’ οὐ γελοιώδεις καὶ κατάπτυστοι, καὶ μυκτηρισμοῦ καὶ σκωμμάτων τοῖς χυδαιοτέροις παραίτιοι. Ἀλλ’ οὐδὲ αἱ τῶν πραγμάτων περιστάσεις κωλύειν δύνανται τὴν εὐσεβῆ πίστιν καὶ τὰ ὀρθὰ φρονεῖν. Μὴ ἐπαισχυνθῶμεν, φησί, τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μηδὲ τὸν σταυρὸν αὐτοῦ, ἀλλά, κατὰ τὸν Δαυΐδ, λαλεῖν ὀφείλομεν ἐναντίον βασιλέων καὶ τυράννων καὶ μηδόλως αἰσχύνεσθαι[12], ὡς ἐκεῖνος ἐποίει.
Πρόθεσις η΄.
η΄. Ἡ ὀγδόη πρόθεσις ἐπαγγέλλεται ἐπανάξαι παραυτίκα τὴν παλαιοτάτην τῶν Ἀγγλειακῶν λειτουργίαν εἰς χρῆσιν καθημερινὴν καὶ ἀποβαλεῖν τὴν νῦν οὖσαν ἐν χρήσει παρὰ τοῖς Ἄγγλοις· αὕτη γὰρ ἀσύμφωνός ἐστι (φασὶ) τῇ ἀνατολικῇ τῶν Ὀρθοδόξων λειτουργίᾳ, ἐκείνη δέ, ὡς ἀρχαιοτάτη, συγγενεστέρα ἐστὶ ταῖς τῶν ἀνατολικῶν Ἐκκλησιῶν, ἢ ἐκείνη ἡ νῦν παρ’ αὐτοῖς εἰθισμένη· καὶ προσέτι γενέσθω τοιαῦτα ἐπιβλήματα καὶ ἐπανορθώσεις, ἅτινα καὶ ταῖς ἀνατολικαῖς Ἐκκλησίαις καὶ μάλιστα τῇ πρώτῃ πασῶν διοικήσει συμφωνεῖν,
Ἀπόκρισις.
Πρὸς ταῦτά φαμεν, ὡς ἡ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία μίαν καὶ μόνην οἶδε λειτουργίαν, παραδεδομένην μὲν ὑπὸ τῶν Ἀποστόλων, συγγραφεῖσαν δὲ παρὰ τοῦ ἐν Ἱεροσολύμοις πρώτου ἱεραρχήσαντος Ἰακώβου τοῦ ἀδελφοθέου, συντμηθεῖσαν δὲ ὕστερον διὰ τὸ μῆκος παρὰ τοῦ μεγάλου πατρὸς Βασιλείου τοῦ Καισαρείας Καππαδοκίας ἀρχιεπισκόπου, παρὰ δὲ τοῦ χρυσοῦ τὴν γλῶσσαν Ἰωάννου τοῦ Κων/πόλεως πατριάρχου μετὰ ταῦτα ἔτι συντομωτέραν γεγενημένην, αἷς καὶ ἀπὸ τῶν Βασιλείου καὶ Χρυσοστόμου χρόνων μέχρι τοῦ νῦν ἡ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία ἀποδεξαμένη κέχρηται πανταχοῦ, καὶ δι’ αὐτῶν ἐκτελεῖ τὴν ἀναίμακτον ἱερουργίαν ἐν πάσαις ταῖς ἁπανταχοῦ τῆς Ὀρθοδοξίας ἐκκλησίαις. Δέον ἐστὶ τοιγαροῦν καὶ τοὺς καλουμένους λείψανα τῆς παλαιᾶς εὐσεβείας ταύταις χρῆσθαι ἑνωθέντας ἡμῖν, ἵνα κἀν τούτῳ μὴ διαφωνῶμεν, ἀλλ’ ἐπὶ ῥηταῖς μὲν ἡμέραις τῇ τοῦ Βασιλείου, καθ’ ἑκάστην δὲ τῇ τοῦ Χρυσοστόμου χρῶνται καὶ αὐτοὶ καθάπερ καὶ ἡμεῖς. Τὴν δὲ τῶν Ἀγγλειακῶν ἡμεῖς οὐκ ἐπιστάμεθα λειτουργίαν· οὐ γὰρ εἴδομεν πώποτε ταύτην, οὔτε ἀνέγνωμεν, ὕποπτον δὲ αὐτὴν ἔχομεν, ἐπειδὴ ἐν τοῖς μέρεσιν αὐτοῖς πολλαὶ καὶ διάφοροι ἀνεφύησαν αἱρέσεις καὶ σχίσματα καὶ παρασυναγωγαί, μήτοι καὶ εἰς αὐτὴν παρεισήχθη ἀπᾷδόν τι ῥῆμα τῇ εὐσεβείᾳ παρὰ τῶν αἱρετικῶν καὶ νενόθευται. Διὰ τοῦτο χρεία ἐστίν, ἵνα καὶ ἡμεῖς ἴδωμεν καὶ ἀναγνῶμεν αὐτήν, καὶ οὕτως ἢ ἐγκρινοῦμεν ὀρθῶς ἔχουσαν ἢ ἀποβαλοῦμεν ὡς μὴ συμφωνοῦσαν τῇ ἀμωμήτῳ ἡμῶν πίστει. Σκεψάμενοι οὖν αὐτήν, καὶ εἴ τινος δέοιτο διορθώσεως, διορθώσομεν καὶ τοῖς γνησίοις αὐτήν, εἰ δυνατόν, ἐγκρινοῦμεν. Τίς χρεία ὅμως ἑτέρας λειτουργίας τοῖς ἔχουσι τὴν ἀληθινὴν καὶ ἄδολον τοῦ θείου πατρὸς Χρυσοστόμου, εἰθισμένην ἀναγινώσκεσθαι ἐν πάσαις ταῖς ἀνατολικαῖς ἐκκλησίαις τῶν Ὀρθοδόξων Γραικῶν καὶ Ῥώσων καὶ Ἰβήρων, Ἀράβων τε καὶ μυρίων ἄλλων εὐσεβοφρόνων ἐθνῶν; Εἰ γὰρ καὶ οἱ καλούμενοι λείψανα τῆς παλαιᾶς εὐσεβείας ταύτην ἀποδέξονται, ἔσονται μᾶλλον ἡμῖν ἡνωμένοι καὶ κατὰ τοῦτο καὶ προσφιλέστατοι. Ὁ γὰρ λαὸς οὐχ οὕτω πρὸς τὰ κεκρυμμένα τῆς καρδίας ἀφορᾷ, ὅσον πρὸς τὰ ἔξω καὶ πᾶσι φαινόμενα καὶ πασιδήλως γινόμενα καὶ τελούμενα· κἂν ἴδωσί τινα διαφωνοῦντα τῶν αὐτοῖς εἰθισμένων, εὐθὺς εἰς μῖσος διεγείρονται καὶ ἀποστροφὴν καὶ διάστασιν.
Πρόθεσις θ΄.
θ΄. Ἡ ἐνάτη πρόθεσις προσεπαγγέλλεται, ὡς καὶ πολλαὶ τῶν ὁμιλιῶν τοῦ θείου πατρὸς Χρυσοστόμου καὶ ἄλλων ἀνατολικῶν Πατέρων βίβλοι μεταφρασθήσονται εἰς τὴν τῶν Ἄγγλων διάλεκτον καὶ δημοσίᾳ ἀναγνωσθήσονται.
Ἀπόκρισις.
Τοῦτο οὐ μόνον ἐπαινοῦμεν, ἀλλὰ καὶ ἀποδεχόμεθα ὡς πάνυ καλῶς γενησόμενον· ἐκ τούτου γὰρ πολλὴ κατὰ ψυχὴν ὠφέλεια προσγενήσεται τοῖς ταύτας ἀναγινώσκουσι. Νῦν μὲν γὰρ Ἕλληνες καὶ Λατῖνοι μόνοι ἐξ ἐκείνων τῶν ὁμιλιῶν ὠφελοῦνται, τηνικαῦτα δὲ καὶ οἱ μὴ τὰς διαλέκτους αὐτὰς ἐπιστάμενοι καὶ μόνην τὴν τῶν Ἄγγλων διάλεκτον συνιέντες· εἰ μόνον ἀκιβδήλως καὶ ἀνοθεύτως μεταφρασθήσονται, χωρίς τινος προσθήκης ἢ ἀφαιρέσεως ἢ ἀλλοιώσεως ἢ ἄλλως πως, ἀλλά γε πιστῶς καὶ ἀδόλως.
Πρόθεσις ι΄ καὶ ἀπόκρισις.
ι΄. Τῆς δεκάτης προθέσεως τοῦτό ἐστι τὸ βούλημα, ὥστε δηλαδὴ προσφέρεσθαι παρὰ τῶν ἐν Βρεττανίᾳ ὀρθοδόξων λειψάνων εὐχάς τε καὶ δεήσεις ὑπὲρ τῶν ἀνατολικῶν Ὀρθοδόξων, καὶ πάλιν ὡσαύτως ὑπὲρ αὐτῶν ὑπὸ τῶν ἀνατολικῶν Ὀρθοδόξων. Τοῦτο, γενομένης καὶ ἀσφαλισθείσης τῆς ἑκατέρων μερῶν ὁμονοίας τε καὶ ὁμοφροσύνης περί τε τὰ δόγματα καὶ τὰ ἤθη, ἔσται πάντως καὶ τηρηθήσεται, δημοσίᾳ μνημονευομένων ἑκατέρων παρ’ ἑκατέροις.
Πρόθεσις ια΄ καὶ ἀπόκρισις.
ια΄. Οὐκ ἀνομοία ταύτῃ ἐστὶ καὶ ἡ ια΄ πρόθεσις. Τὰ αὐτὰ οὖν καὶ περὶ αὐτῆς καὶ φρονοῦμεν καὶ λέγομεν καὶ ποιήσομεν, εἰ μόνον ἐν τοῖς θείοις καὶ ἱεροῖς τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως συμφρονήσουσι δόγμασιν οἱ ταῦτα ζητοῦντες.
Πρόθεσις ιβ΄ καὶ ἀπόκρισις.
Περὶ ὧν ἡ ιβ΄ πρόθεσις ἐγκυκλίων καὶ κοινωνικῶν ἐπιστολῶν διορίζεται, φαμέν, ὅτι τὰ ἐν ταῖς συνόδοις ἡμῶν ἀποφαινόμενα καὶ αὐτοῖς αὐτὰ ταῦτα διὰ γραφῶν διαδώσομεν, καὶ τὰ παρ’ ἐκείνων κοινῶς καὶ συνοδικῶς διορισθέντα δεξόμεθα καὶ μετὰ σκέψεως ἀναγνώσομεν, καὶ εἰ σύμφωνα εἰσὶ τῇ ἀνατολικῇ ὀρθοδόξῳ ἡμῶν πίστει, καὶ ἀποδεξόμεθα καὶ κυρώσομεν.
Τούτοις ἀκολούθως οἱ καλούμενοι λείψανα τῆς ἐν Βρεττανίᾳ πάλαι ποτὲ Ὀρθοδόξου Ἐκκλησίας ἔν τισι προτάσεσι διασαφοῦσί τε καὶ ἐκτίθενται τὰ κεφάλαια, ἐφ’ οἷς ἂν καὶ συμφρονήσωσι μεθ’ ἡμῶν, ὧν τιθέμενων καὶ συνομολογουμένων, φησίν, ἔσται πάντως ἕνωσις καὶ ὁμόνοια, καὶ ὧν μὴ ἀμφοτέρωθεν ὁμολογουμένων, οὐκ ἔσται.
Πρόθεσις α΄ καὶ ἀπόκρισις.
α΄. Συνευδοκοῦμεν, φασί, τοῖς ιβ΄ τῆς πίστεως ἄρθροις, ἤτοι τῷ τῆς πίστεως Συμβόλῳ, ὡς καλῶς καὶ εὐσεβῶς θεσπισθέντι καὶ κυρωθέντι ἔν τε τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ οἰκουμενικῇ ἁγίᾳ Συνόδῳ, καὶ οὐ συγκατατιθέμεθα τοῖς κατὰ διαφόρους καιροὺς συντεθειμένοις συμβόλοις πίστεως παρὰ ταῖς τῶν Λατίνων ἐκκλησίαις. Τοῦτο καὶ ἡμῖν συνδοκεῖ· οὐδὲ γὰρ οὐδὲ ἡμεῖς ἑτέραν δεχόμεθα πίστιν, οὐδ’ ἄλλο τι σύμβολον, παρὰ τὸ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ οἰκουμενικῇ Συνόδῳ ἐκτεθειμένον. Τὰ δὲ παρὰ Λατίνων συντεθέντα ἡμεῖς ἀποπτύομεν καὶ ἀποβαλλόμεθα, καὶ οὐδὲ εἴ τις προσθήκη ἐν τῷ συμβόλῳ τούτῳ παρεντέθειται, ἀποδεχόμεθα, ἀλλ’ ὡς βλάσφημον ἀνατρέπομεν καὶ ἀποβαλλόμεθα. Καὶ κατὰ τοῦτο ἄρα ἤδη ὑμῖν συμφωνοῦμεν καὶ συνενούμεθα.
Πρόθεσις β΄ καὶ ἀπόκρισις.
β΄. Καὶ τὸ δεύτερον ἐπαινοῦμεν καὶ ὡς ὀρθόδοξον ἀποδεχόμεθα, τὸ πιστεύειν δηλαδὴ καὶ αὐτοὺς τοὺς καλουμένους τῆς παλαιᾶς ἐν Βρεττανίᾳ Ὀρθοδοξίας λείψανα μεθ’ ἡμῶν τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ· οἱ γὰρ μὴ οὕτω πιστεύοντες κατ’ ἔτος παρ’ ἡμῶν ὡς Ἡμιάρειοι καὶ Μακεδόνιοι καὶ Πνευματομάχοι κοινῶς ἀναθεματίζονται. Ὅτι δὲ χρὴ πιστεύειν, ὡς καὶ ἡμεῖς, τὸν Πατέρα μόνον πηγήν, ἀρχὴν καὶ αἰτίαν τῆς τοῦ Υἱοῦ μὲν γεννήσεως, τῆς δὲ τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, τοῦτο ἔχομεν καὶ δεδιδάγμεθα ἔκ τε τῶν ἱερῶν καὶ θείων Συνόδων, καὶ καθαρώτερον πρὸ αὐτῶν παρὰ τοῦ θείου Διονυσίου τοῦ Ἀρεοπαγίτου, λέγοντος ὅτι τῆς ὑπερουσίου θεότητος μόνη πηγὴ καὶ αἰτία ἐστὶν ὁ Πατήρ[13], ἐξ οὗ ὅ τε Υἱὸς ἐγεννήθη καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπεπόρευται. Ὅτι δὲ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιόν ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ ἀπ’ αὐτῶν τῶν θείων Γραφῶν δεδιδάγμεθα καὶ πιστεύομεν, ἀλλὰ καὶ ἡ δευτέρα οἰκουμενικὴ ἁγία Σύνοδος, τούτου χάριν συγκροτηθεῖσα, ἐθέσπισε καὶ ἐκύρωσε, καὶ τὸν μὴ οὕτω φρονοῦντα Μακεδόνιον τῆς Καθολικῆς Ἐκκλησίας ἐξέωσε, καὶ ἀνεθεμάτισεν αὐτόν τε καὶ τοὺς σύμφρονας ἐκείνου, καὶ ὡς αἱρετικοὺς καὶ βλασφήμους ἀπεσκοράκισε, τοῖς δὲ τοῦτο Θεὸν ὁμολογοῦσιν ἀληθινόν, Πατρὶ καὶ Υἱῷ ὁμοούσιον, τὸ αἰώνια ἡ μνήμη τρὶς ἐπευφήμισε.
Πρόθεσις γ΄.
γ΄. Τρίτον οἱ καλούμενοι τῆς ἀρχαίας ἐν Βρεττανίᾳ Ὀρθοδοξίας λείψανα συνευδοκεῖν φασι τῇ ὀρθοδόξῳ τῶν Ἀνατολικῶν πίστει ἐν τῷ πιστεύειν (φασὶ) τὸ Πνεῦμα τὸ ἅγιον τοῦτο ὑπὸ Πατρὸς πέμπεσθαι, μεσιτεύοντος δὲ τοῦ Υἱοῦ. Ἐὰν δέ ποτε ἐν ἐξομολογήσεσιν ἢ συμβόλοις ἡμῶν ἡ ἐκπομπὴ ἢ ἐκπόρευσις αὐτοῦ ἀπὸ Υἱοῦ εἶναι λέγεται, οὐ πλεῖόν τι ἐντεῦθεν σημαίνεσθαι βούλονται, ἢ ὃ ἡ Ἀνατολικὴ Ἐκκλησία ἀεὶ ὡμολόγησε καὶ ἐν τῷ παρόντι ὁμολογεῖ, δηλονότι ἀπὸ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι διὰ τοῦ Υἱοῦ.
Ἀπόκρισις.
Πρὸς ταῦτά φαμεν, ὅτι ἡμεῖς οὐκ ἀποδεχόμεθα ἕτερον ὅρον ἢ ἕτερον Σύμβολον, παρὰ τὸ ὑπὸ τῆς πρώτης ἁγίας οἰκουμενικῆς Συνόδου ὁροθετηθὲν καὶ εὐσεβέστατα ἐκτεθέν, ἐν ᾧ περὶ τοῦ ἁγίου Πνεύματος ἐθεσπίσθη, ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· φησὶ γάρ· «πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον». Διὸ καὶ τοὺς προστιθέντας καὶ μικρόν τι μόριον λέξεως, πολλοῦ καὶ δεῖ λέξιν ὁλόκληρον, ἢ τρόπῳ προσθήκης ἢ ἐξηγήσεως λόγῳ καὶ ἑρμηνείας ἐν τούτῳ τῷ ἱερῷ Συμβόλῳ, ἢ ἀφαιροῦντας ἐκ τούτου, οὐκ ἀποδεχόμεθα· οἱ γὰρ τότε ἅγιοι Πατέρες τοὺς ἀφαιροῦντας ἢ προστιθέντας εἰς αὐτὸ λέξιν τινὰ ἢ μόριον λέξεως ἀναθεματίζουσιν. Ὅθεν οὐδὲ τὰ τοιαῦτα μόρια προστεθῆναι εἰς αὐτὸ οὐδόλως ἀνεχόμεθα, δηλονότι ἢ τὴν «διὰ» ἢ τὴν «ἐκ» πρόθεσιν, καὶ λέγειν ἢ καὶ ἐξ Υἱοῦ ἢ διὰ τοῦ Υἱοῦ, ἀλλὰ βουλόμεθα τοὺς μεθ’ ἡμῶν εἶναι καὶ κοινωνεῖν καὶ συμφρονεῖν ἡμῖν βουλομένους ἀνόθευτον αὐτὸ τηρεῖν καὶ ἀκίβδηλον, καὶ λέγειν καὶ ἀναγινώσκειν ὡς ἐξ ἀρχῆς ὑπὸ τῶν ἁγίων Συνόδων ἐκείνων συνετέθη καὶ ἐθεσπίσθη. Οὐκ ἀνεχόμεθα οὖν αὐτὸ ἢ ἰδίᾳ ἢ δημοσίᾳ μετά τινος προσθήκης ἀναγινώσκεσθαι, ἀλλ’ εἰ καὶ ἔφθασε παρά τινος προστεθῆναί τινα λέξιν, ἐκβληθήτω τούτου, καὶ μενέτω ἀνόθευτον, ὡς καὶ ἐξ ἀρχῆς συνεγράφη, καὶ μέχρι τῆς σήμερον, τοσούτων παρελθόντων ἐνιαυτῶν, ἀναγινώσκεται καὶ πιστεύεται παρ’ ἡμῶν. Περὶ δὲ τοῦ δόγματος τούτου ἡμεῖς οὕτω πιστεύομεν, ὅτι διττή ἐστιν ἡ ἐκπόρευσις τοῦ παναγίου Πνεύματος, ἡ μὲν ἀΐδιος καὶ ἄχρονος καὶ καθ’ ὃ πρὸς τὰ ἔσω, καθ’ ἣν τὸ ἅγιον Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται, περὶ ἧς καὶ ἐν τῷ συμβόλῳ γέγραπται καὶ ὁ Κύριος εἴρηκε· καὶ ἄλλον «παράκλητον πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»[14]· ἡ δέ ἐστι χρονικὴ καὶ καθ’ ὃ πρὸς τὰ ἔξω, καθ’ ἣν τὸ Πνεῦμα τὸ ἅγιον πέμπεται, προχεῖται, πρόεισι, πηγάζει ἀπό τε Πατρὸς καὶ Υἱοῦ πρὸς τὰ ἔξω καὶ πρὸς ἁγιασμὸν τῆς κτίσεως. Ὅτι δὲ ἡ ἐκ πρόθεσις ἐπὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος οὐδέποτε ἐκλαμβάνεται ἀντὶ τῆς διά, οὔτε τὸ ἀνάπαλιν, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, ἀλλὰ δὴ καὶ ἀπ’ αὐτοῦ τοῦ ἐν Θεολογίᾳ μεγίστου Ἰωάννου τοῦ Δαμασκηνοῦ, ἐν βίβλῳ α΄ τῆς αὐτοῦ Θεολογίας κεφ. ιγ΄ λέγοντος· «Πνεῦμα Πατρός, ὡς ἐκ Πατρὸς ἐκπορευόμενον· καὶ Υἱοῦ δὲ Πνεῦμα, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»[15]. Ὁρᾷς ὅπως τὴν μὲν διὰ τίθησιν ἐπὶ τοῦ Υἱοῦ, τὴν δὲ ἐκ ἀπαγορεύει· οὐχ ὡς ἐξ αὐτοῦ, φησίν, ἀλλ’ ὡς δι’ αὐτοῦ. Οὐκ ἔστιν ἄρα ἡ ἐκ πρόθεσις ἡ αὐτὴ τῇ διά, οὔτε αὖ τοὔμπαλιν· εἰ γὰρ ἦν ἡ αὐτή, τί ἐκώλυεν εἰπεῖν ὅτι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀλλ’ ἔφη, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι; Ἡμεῖς ὅμως οἱ ἀνατολικοὶ Ὀρθόδοξοι ἐκ τῶν πατέρων διδαχθέντες φαμέν, ὡς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν ἀΐδιον καὶ ἄχρονον ἐκείνην καὶ καθ’ ὃ πρὸς τὰ ἔσω ἐκπόρευσιν ἐκ τοῦ Πατρὸς ἁπλῶς ἐκπορεύεται, καὶ τηνικαῦτα οὔτε τῇ ἐκ προθέσει χρώμεθα ἐπὶ τοῦ Υἱοῦ, οὐδὲ τῇ διά· οὐ γὰρ λέγομεν ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἐπορεύεται καὶ ἐκ τοῦ Υἱοῦ ἢ διὰ τοῦ Υἱοῦ κατ’ ἐκείνην· ὥσπερ γὰρ ὁ Υἱὸς οὐκ ἐγεννήθη ἐκ τοῦ Πατρός, μεσιτεύοντος τοῦ ἁγίου Πνεύματος, οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπεπόρευται ἐκ τοῦ Πατρός, μεσιτεύοντος τοῦ Υἱοῦ. Κατὰ δὲ τὴν χρονικὴν ἐκπόρευσιν καὶ καθ’ ὃ πρὸς τὰ ἔξω συνομολογοῦμεν, ὅτι ἐκπορεύεται ἤτοι πρόεισιν καὶ ἐκπέμπεται διὰ τοῦ Υἱοῦ, ἤτοι μεσιτεύοντος τοῦ Υἱοῦ, καὶ ἐκ τοῦ Υἱοῦ πρὸς τὰ ἔξω πρὸς ἁγιασμὸν τῆς κτίσεως. Ταύτην δὲ τὴν πρόεσιν ἢ ἔκπεμψιν οὐ καλοῦμεν ἐκπόρευσιν, ἵνα μὴ πάθωμεν ὅπως ἔπαθον καὶ οἱ Παπισταί· οὔσης γὰρ τῆς λατινίδος διαλέκτου στενῆς, καὶ μὴ δυναμένης δι’ ἄλλης μὲν λέξεως δηλῶσαι τὴν πρόεσιν ἢ ἔκπεμψιν, δι’ ἄλλης δὲ τὴν ἐκπόρευσιν, ἐκάλεσαν οὗτοι ἀμφοτέρας «προτσεσιόνεμ»· διὸ καὶ ἔλαθον ὕστερον, ἀντὶ τῆς χρονικῆς προέσεως, ἐκλαβόντες καὶ ἐννοήσαντες τὴν ἄχρονον ἐκείνην ἐκπόρευσιν. Ὅθεν ἡμεῖς, ἵνα τὴν ὁμωνυμίαν ταύτην ἐκφύγωμεν, τὴν μὲν καλοῦμεν ἐκπόρευσιν, τὴν πρὸς τὰ ἔσω δηλαδὴ καὶ ἀΐδιον, τὴν δὲ ἔκπεμψιν ἢ πρόεσιν ἢ ἀποστολήν, δηλονότι τὴν ἐν χρόνῳ καὶ πρὸς τὰ ἔξω, οὐ καλοῦμεν ἐκπόρευσιν. Καὶ τοῦτό ἐστι τὸ αἴτιον, δι’ ὃ νῦν σφαλερῶς δοξάζουσιν οἱ Λατῖνοι, ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ Πατρὸς καὶ Υἱοῦ, ὅπερ ἐστὶ παρὰ τὴν τοῦ Κυρίου καὶ τὴν τῶν ἁγίων πατέρων διδασκαλίαν. Ὅτι δὲ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν ἄχρονον ἐκπόρευσιν ἐκείνην οὐκ ἐκπορεύεται, ἄκουσον τοῦ αὐτοῦ πατρός, βίβλῳ δ΄ τῆς αὐτοῦ Θεολογίας κεφ. η΄ λέγοντος· «τὸ δὲ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγομεν καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν· ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν· «εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει», φησὶν ὁ θεῖος Ἀπόστολος καὶ δι’ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν»[16]. Τί τούτων τῶν λόγων σαφέστερον; Καὶ ταῦτα μὲν περὶ τούτου.
Πρόθεσις δ΄ καὶ ἀπόκρισις.
δ΄. Τέταρτόν φασιν οἱ καλούμενοι τῆς ἀρχαίας εὐσεβείας λείψανα ἐν τούτῳ συνευδοκεῖν, ἐν τῷ πιστεύειν τὸ ἅγιον Πνεῦμα πάλαι διὰ τῶν Προφητῶν καὶ Ἀποστόλων εἰρηκέναι, καὶ πᾶσαν τὴν Γραφὴν ἁγίαν διὰ τῆς ἑαυτοῦ ἐπιπνοίας γεγράφθαι. Ταῦτα πάνυ ὀρθὰ καὶ ὁμόφρονα ἡμῖν· προσθετέον ὅμως ἐν τῷ «διὰ τῶν Προφητῶν καὶ Ἀποστόλων», καὶ τὸ «καὶ τῶν ἱερῶν Συνόδων καὶ θεοφόρων Πατέρων». Ὀρθῶς δ’ ἔχουσι καὶ οὐ πόῤῥω τῆς ἀληθείας ἀφίστανται ἥ τε ε΄ πρόθεσις καὶ ς΄ καὶ ζ΄, εἰσὶ δ’ αὗται.

(Δεῖτε τὸ Β΄ καὶ τελευταῖο Μέρος
στὴν ἱστοσελίδα:

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 788-818.





[1] Ῥωμ. 10,10.
[2] Α΄ Πέτρ. 3,15.
[3] Ἐφ. 5,23.
[4] Ἰω. 15,26.
[5] Ματθ. 16,18.
[6] Παρ. 22,28.
[7] Ἡσ. 2,3.
[8] Λουκ. 10,16.
[9] Α΄ Κορ. 1,10.
[10] Κολ. 2,8.
[11] Α΄ Κορ. 3,19.
[12] Ψαλμ. 118,46.
[13] MPG 3,641.
[14] Ἰω. 15,26.
[15] MPG 94,849.
[16] Ἰωάννου Δαμασκηνοῦ, αὐτόθι, σ. 832/3. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου