γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τρίτη 9 Μαΐου 2017

Πρακτικά της εν Ιεροσολύμοις Συνόδου (1672 μ.Χ.), Μέρος Β΄


ΠΡΑΚΤΙΚΑ
ΤΗΣ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.

ΜΕΡΟΣ Β΄
(Δεῖτε τό Α΄ Μέρος στήν ἰστοσελίδα:

Κεφάλαιον β΄.

Ὅτι δέ, εἰ καὶ καθ’ ὑπόθεσιν Κύριλλος ἦν ὁ τῶν κεφαλαίων ἐκείνων πατήρ, λαθραίως ταῦτα ἐξέδωκε, μηδενὸς εἰδότος τῶν ἀνατολικῶν προέδρων, φανερὸν ἐκ τῶν ἤδη εἰρημένων ἐν τῷ πρώτῳ κεφαλαίῳ καὶ ἀναμφίβολον. Ἔστι δὲ καὶ τοῦτο καὶ ἐξ ἄλλων τινῶν ἀναντιρρήτων μαθεῖν. Εἰ γάρ, φέρε εἰπεῖν, δημοσίως ἐκεῖνα ἐξέδωκε, τρία τινὰ μάλιστα ἀναγκαίως ἠκολούθησαν ἄν.
Πρῶτον, ἵνα ὑπογράψωσιν ἐκεῖνα οἱ παρευρεθέντες ἐκείνῳ τότε θεοφιλέστατοι ἀρχιερεῖς καί οἱ ἀδιαλείπτως περὶ τὸν Πατριάρχην προσκαρτεροῦντες λο­γιώτατοι κληρικοὶ (καρδιναλίους δὲ αὐτοὺς ἡ παλαιὰ καλεῖ Ῥώμη), οἳ καὶ ἐν ἅπασι τῷ Πατριάρχῃ συμπράττουσιν. Ἀλλ’ οὐ δύνανται πώποτε τοιοῦτόν τι δεῖξαι οἱ κατήγοροι· οὔτε γὰρ ἀρχιερεύς, οὔτε κληρικὸς ἀπὸ τῶν πολλῶν καὶ μέχρι τοῦ ἑνὸς οἴδασιν ἢ ὑπέγραψαν τὰ λεγόμενα κεφάλαια, οὔτε μὴν Κυρίλλου περὶ αὐτῶν καταφάσκοντος ἤκουσαν πώποτε.

Δεύτερον, ἵνα μεταγραφῶσιν ἐν τοῖς κώδιξι τῆς μεγάλης Ἐκκλησίας, καὶ μεταγραφέντα αὖθις ὑπὸ τῶν ὑπογραψάντων τὰ πρωτότυπα ὑπογραφῶσι, Πᾶν γὰρ περὶ πίστεως ἢ ἄλλης τινὸς ἐκκλησιαστικῆς ἀναγκαίας ὑποθέσεως διδόμενον πα­τριαρχικὸν γράμμα συνοδικὸν εἶναι βούλεται, ὡς συνοδικὴ σκέψει γραφόμενον καὶ συνοδικῶς ἐξεταζόμενον καὶ ὑπογραφόμενον· τὸ δὲ τοιοῦτον ἐν τοῖς κώδιξι μετα­γράφεται. Τοιοῦτον δὲ οὐκ ἦν τὰ λεγόμενα Κυρίλλου κεφάλαια, ἐπειδή οὐ μόνον τῆς ἐν τῷ κώδικι μεταγραφῆς ὑστέρηται, ἀλλ’ οὐδὲ ἴσασι ταῦτα ἕως τῆς σήμε­ρον, πλὴν ὀλιγίστων, οἵ τε ἀρχιερεῖς καὶ κληρικοί, μὴ ὅτι γε ὁ κοινὸς τῆς εὐσεβείας λαός. Καὶ τοῦτο ὑπὸ τῆς πολλῆς τῶν ἐναντίων διακωδωνήσεως, ἣν καυχώμενοι ποιοῦσι πανταχοῦ, σείοντες τοῖς πᾶσι τὰ θρυλούμενα κεφάλαια, ὡς τυχὸν τὴν Ἀνατολικὴν Ἐκκλησίαν ἴσα ἐκείνοις φρονεῖν, κἀκ τούτου καρποῦσθαι τὸ ἐν ἀρχῇ εἰρημένον, (οὐ παύσομαι γὰρ τοῦτο πολλάκις λέγειν), ἵνα δηλαδὴ ἀπατῶσι τοὺς ἁπλουστέρους.
Τρίτον, ἵνα ἐν τῷ κώδικι γραφῶσιν ὑπό τινος τῶν κληρικῶν, καὶ μὴ ὑπ’ ἄλλου τινός. Ἀλλὰ τὰ λεγάμενα Κυρίλλου κεφάλαια, οὐχ ὅτι μηδεὶς τῶν κληρικῶν μετέγραψεν ἔν τινι τῶν κωδίκων τῆς μεγάλης Ἐκκλησίας, ἀλλ’ οὔτε ἄλλος τις, ὡς φαίνεται σεσημειωμένα τὰ περὶ πίστεως καὶ διαταγῶν συνοδικά, καὶ μάλιστα τὰ τοῦ κυρ. Ἱερεμίου πρὸς τοὺς ἀπὸ Λουθήρου, ἃ κεῖται ἐν τῷ μεγάλῳ κώδικι, καὶ ὁ ἐκεῖνα συγγράψας καὶ μεταγράψας κληρικὸς γνώριμος, Θεοδόσιος μέγας ῥήτωρ ὁ Ζυγομαλᾶς, ὁ ἀπὸ Ναυπλίου τοῦ κατὰ τὴν Πελοπόννησον ὁρμώμενος.
Καὶ ἐντεῦθεν δὲ δίκην ἡλίου, δῆλον λάμπειν τὴν ἡμετέραν ἀλήθειαν. Εἰ γὰρ ὁ κυρ. Ἱερεμίας μόνος γράφων πρὸς τοὺς ἀπὸ Λουθήρου, οὐ συνοδικῶς δηλαδή, ἀλλὰ μονώτατος, ἵν’ ὦσιν ἀξιόπιστα καὶ μέμψεως χωρὶς τὰ γραφόμενα, ἠξίωσεν ἐκεῖνα τῆς ἐν τῷ κώδικι μεταγραφῆς, καὶ τοὐλάχιστον τῆς ὑπογραφῆς τοῦ μεγά­λου ῥήτορος, πῶς ὁ Κύριλλος, ὁμολογῶν καὶ διοριζόμενος, ὡς ἐκ προσώπου τῆς Ἀνατολικῆς Ἐκκλησίας, οὔτε τῆς ἐν τῷ κώδικι, οὔτε τῆς ἀπὸ τῶν ἀρχιερέων ἢ κληρικῶν ἠξίωσεν ὑπογραφῆς; Ὥστε τὰ εἰρημένα κεφάλαια, ἐπειδή οὐ μόνον τῶν εἰρημένων τριῶν ὑστέρηται, ἀλλὰ μήτε ἑνὸς ἠξιώθη τῶν τριῶν, εἴπερ ὑπὸ Κυρίλ­λου ἐξεδόθη, λαθραίως καὶ δολίως ἐξεδόθη.

Κεφάλαιον γ΄.

Ὅτι δὲ καὶ τοῦτο ἀδύνατον, τὴν Κυρίλλου δηλαδὴ ὁμολογίαν τῆς Ἀνατο­λικῆς Ἐκκλησίας εἶναι ἢ ὅλως λέγεσθαι, ὁμολογίαν, δῆλον, εἰ μή πού τις μαίνοιτο, καὶ τοῖς φανερωτάτοις ἐναντιοῦσθαι πειρῷτο. Εἰ γάρ, ὡς εἴρηται, Κύ­ριλλος οὗτος ὁ ποτὲ οἰκουμενικὸς Πατριάρχης, βεβαίως καὶ ἀληθῶς αἱρετικὸς ἦν, κἀκεῖνος συνέγραψε τὰ θρυλούμενα κεφάλαια, καὶ ἄλλα μὲν ἐδίδασκε δημοσίως, ἄλλα δὲ ἐπίστευε τῇ καρδίᾳ, κατὰ τῆς ἰδίας συνειδήσεως ἔγραψε καὶ ἐπίστευσεν, οὐ κατὰ τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἣν περιέπει τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μὴ τυφούσθωσαν οἱ ἀντίδικοι, δολίῳ καὶ ὅλως ἀθέῳ (εἴπερ ἄθεος ὡς θεομπαίκτης, ὁ ἄλλα μὲν ἔχων ἐν τῇ καρδίᾳ, ἄλλα δὲ ὁμολογῶν διὰ στόματος, παίζων ἐν οὐ παικτοῖς) ἀνδρὶ ἐγκαυχώμενοι. Εἰ δὲ καὶ ὡς ἀπὸ μέρους τῆς Ἀνατολι­κῆς Ἐκκλησίας ἔγραψε, τί πρὸς ἡμᾶς; Αἰσχυνέσθω ὁ καταψευδόμενος, καί οἱ τῷ ψευδομένῳ προφανῶς ὡς ἀληθεῖ προσέχοντες.
Ἔτι εἰ ἀναντιρρήτως ἔγνωσται, τὴν ὁμολογίαν Κυρίλλου ἀδύνατον εἶναι Κωνσταντινουπόλεως Πατριάρχου ὁμολογίαν, (ὡς ὑστερημένην τῶν προσηκόντων ἰδιωμάτων τοῖς πατριαρχικοῖς γράμμασιν), ἀλλὰ τυχὸν Κυρίλλου τινὸς δολίου ἐν παραβύστῳ φλυαρήσαντος, ἀδυνατώτερον, ἢ μᾶλλον εἰπεῖν πάντῃ ἀδύνατον, ὁμο­λογίαν εἶναι ἢ λέγεσθαι τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἐν ᾗ μάλιστα πρὸς τοῖς εἰρήμενοις τρισὶν ἰδιώμασιν τῶν συνοδικῶν ἑνὸς ὁτῳοῦν Πατριάρχου γραμμάτων, δεῖται ἀναγκαίως ἥ τε γνώμη καὶ αἱ ὑπογραφαὶ τῶν λοιπῶν ἁγιωτάτων Πατρι­άρχων, καὶ ἡ κοινότατη πάντων τῶν ἐκκλησιαστικῶν καὶ λοιπῶν, ἁγιότητι καὶ σοφίᾳ διαφερόντων ὡς ἐπὶ τὸ πολύ, ἑκούσιος καὶ ἀβίαστος σύμπνοια, ὥστε σχε­δὸν μηδένα τῶν τοιούτων εἶναι τὸν ἀντιλέγοντα.
Ἐπειδὴ ἡ Ἀνατολικὴ Ἐκκλησία οὐ προσέχει οὔτε θαρρεῖ ἑνί τινι ἢ δυσὶν ἢ καὶ πλείοσι λόγου μέρους ἔχουσιν, καὶ μὴ καθόλου, ἵν’ οὕτω διεξάγηται ὡς ἐκεῖνοι ἐθέλουσιν, ὁποῖοι ποτ’ ἂν ὦσι, κἂν θεολογικώτατοι δηλαδὴ τυγχάνωσιν ὄντες, κἂν ἁγιότητι διαφέρωσιν, ὥστε καὶ νεκροὺς ἀνιστᾶν, μὴ ὅτι γε φιλάρχοις καὶ δολίοις καὶ λαθραίως μορμολύκειά τινα ὡς ἰστὸν ἀράχνης εὐχείρωτα καταπεφλυαρηκόσιν, ἀλλ’ ἐν πᾶσι τοῖς εἰρημένοις ἐπὶ τὸ αὐτὸ καὶ ἑαυτοῖς καὶ τοῖς θεοφόροις πατράσι ἄκρως συμφωνοῦσιν. Οὕτω γὰρ διεξαγόμενη, διδάσκαλον γνωρίζει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν συμφωνίαν οἶδε μηδόλως τῷ θείῳ ῥήματι ἢ ταῖς ἀποστολικαῖς καὶ πατριαρχικαῖς παραδόσεσιν ἀντιπίπτουσαν.
Δῆλον, ἄρα, τὴν Κυρίλλου ὁμολογίαν ἀδύνατον εἶναι τῆς Ἀνατολικῆς Ἐκ­κλησίας ὁμολογίαν, μάλιστα δὲ ὥσπερ τὸ μέλαν ἐναντίον τῷ λευκῷ, ἢ τὸ σκότος στέρησις τοῦ φωτός, οὕτως ἡ λεγομένη αὕτη Κυρίλλου ὁμολογία ἐναντία καὶ στέρησις τῆς ἐν τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ θεοπνεύστου καὶ εὐαγγελικῆς ἀληθείας.

Κεφάλαιον δ΄.

Ἐκ τῶν ἤδη εἰρημένων τοῖς πᾶσιν ἐγένετο προφανές, ὅτι ἡ Ἀνατολικὴ Ἐκ­κλησία ἀνωτέρα τυγχάνει τῶν κατηγορημάτων, ἃ κατ’ αὐτῆς ἐφεῦρον οἱ ἐναν­τίοι, καὶ ἥκιστα εἶδεν ἢ ἐξέδωκεν ἢ ἐπίστευσεν ἢ τὰ διαληφθέντα Κυρίλλου κε­φάλαια ἢ τὴν ἐν ἐκείνοις περιεχομένην ἀσέβειαν. Ἀνοίκειον γὰρ αὐτῇ τὸ μὴ ἵστασθαι ἑδραίως τῇ πίστει τῶν ἀποστόλων καὶ προφητῶν, καὶ τὸ περιφέρεσθαι ὡς νεφέλαι ἄνυδροι περιφερόμεναι ὑπ’ ἀγρίων ἀνέμων, ἐπειδὴ πλουτεῖ δι­δάσκαλον καὶ ὁδηγὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλὰ ἐπειδὴ ἐν ἀρχῇ συγκεχώρηται πολλάκις λέγειν περὶ τοῦ αὐτοῦ καὶ τρόποις παντοίοις φιλοπονεῖν, γυμνὸν ἐπιδειπνύειν τὸ ἐν σχήματι εὐσεβείας σόφισμα καὶ τερέτισμα τῶν κατηγόρων, εἰς καθαίρεσιν μὲν πάσης τῆς τῶν εἰρημένων ἐπινοίας, κατάληψιν δὲ πρόχειρον τοῖς ἐντευξομένοις εὐσεβέσι, φαμέν, ὅτι δεῖ καὶ τοῦτο εἰδέναι, ὅτι ἢ ἀδύνατον τῇ Ἀνα­τολικῇ Ἐκκλησίᾳ πεπιστευκέναι, ὡς τὰ τοῦ Κυρίλλου κεφάλαια βούλεται, ἢ πεπιστευκυῖαν, πάντῃ ἀδύνατον αὐτὴν μετὰ Χριστοῦ ἔχειν μερίδα.
Ὅτι δὲ τὸ πρῶτον ἀληθές, φανερόν. Ἔδει γὰρ αὐτοὺς (τοὺς ἀνατολικούς), εἴ ποτε ὠλίσθησαν εἰς τὴν τοιαύτην τῶν ἐναντίων ἀπόνοιαν, μὴ ψιλοῖς λόγοις, ἀλλὰ αὐτοῖς πράγμασι πιστεῦσαι. Καὶ πρῶτον μὲν δώσειν αὐτοὺς τὴν ὁμολογίαν ἔγγραφον καὶ κατησφαλισμένην τοῖς ἐν τῷ τρίτῳ κεφαλαίῳ λεγομένοις ἰδιώμασιν· δεύτερον δὲ διασείσειν πάντας τοὺς τῆς ἱερωσύνης βαθμούς, καὶ μάλιστα τὰς τῆς ἐπισκοπικῆς πρὸς τοὺς ἄλλους βαθμοὺς διαφοράς, ὡς εἶναι τοὺς ἐπισκόπους ἀδιαφόρως πρεσβυτέρους, καθὼς ἡ Κυρίλλου μανία ὑπαινίττεται. Ἀλλὰ τοῦτο οὐδέποτε τοῖς ἀνατολικοῖς συμβέβηκεν (οὔτε μὴν συμβήσεται σὺν Θεῷ σωτῆρι), ἐπειδὴ ἕως ἄρτι παρ’ αὐτοῖς πραγματικῶς διαφέρουσιν οἱ τῆς ἱερωσύνης βαθμοί. Ἄρα μηδέποτε οἱ ἀνατολικοὶ τῇ Κυρίλλου μανίᾳ ἐπίστευσαν.
Ἔτι ἵνα μὴ ἔχωσιν ἑπτὰ τὰ μυστήρια, καὶ τῶν εὐκτηρίων οἴκων ἐκβάλλωσι τὰς ἁγίας εἰκόνας, καὶ τῷ σημείῳ τοῦ τιμίου σταυροῦ μὴ κατασφραγίζεσθαι, τὰ τῶν ἁγίων λείψανα μὴ τιμᾶν, μήτε μὴν τούτους ὕμνοις καὶ ἑορταῖς δημοσίαις γεραίρειν, τῶν περὶ τῶν κεκοιμημένων μνημοσύνων καὶ εὐποιϊῶν ἀπέχεσθαι, καὶ τὴν ἁγίαν μυσταγωγίαν ὡς αὐτοί οἱ ἀντίδικοι βούλονται ἐπιτελεῖν.
Ἀλλ’ οὕτω τὰ τοιαῦτα παρὰ τοῖς ἀνατολικοῖς ἐνηργήθη πώποτε, ὥστε οὐ μόνον ἁπλῶς ἑπτὰ εἶναι τὰ μυστήρια ὁμολογοῦσιν, ἀλλὰ καὶ δι’ αὐτῶν καθαγιά­ζονται ὁσημέραι. Καί οὐ μόνον εὐκτήριος οἶκος, ἀλλ’ οὐδὲ οἶκος τινὰς τῶν χρι­στιανῶν ἐστιν ἄμοιρος εἰκόνων ἁγίων καὶ σημείων τοῦ ζωοποιοῦ σταυροῦ, ὃν καὶ κατὰ δαιμόνων ἔχουσιν ἀεὶ ὅπλον ἀκαταμάχητον. Καὶ οὕτω τιμῶνται παρ’ αὐτοῖς τὰ ἁγία λείψανα, ὥστε καὶ ἐν πάσαις ταῖς ἀσθενείαις ὡς ἐπὶ τὸ πολὺ τούτοις ἰατροῖς χρῶνται, καὶ τιμῶσιν αὐτοὺς ὡς θεράποντας τοῦ Θεοῦ, ὡς μαρτυρεῖ ἡ παρ’ αὐτοῖς ὁσημέραι ᾀδομένη Παρακλητική, τὸ Τριῴδιον καὶ τὰ δώδεκα Μηναῖα. Ἀλλὰ καὶ περὶ μνημοσύνων οὕτω φιλοσοφοῦσιν, ὥστε πάντοτε καὶ κατ’ ἐξοχὴν κατὰ πᾶν Σάββατον καὶ ἡμέραν ἑορτάσιμον προσφέρουσι τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν ὑπὲρ πάσης ψυχῆς τῶν χριστιανῶν εὐσεβῶν, ζώντων καὶ τεθνεώτων, ἐλεημοσύναις τε καὶ θείοις ἀναθήμασιν ἐξιλεοῦνται τὸ θεῖον. Καὶ τέως εἰπεῖν, οὕτω προσέχουσιν οἱ ἀνατολικοὶ τῇ πίστει τῶν λεγομένων κεφαλαίων, ὥστε, ὡς εἴρηται ἀνωτέρω, κατὰ διάμετρον ἐκείνῃ ἀντίκεινται, μηδαμῶς τῶν ἀποστολικῶν καὶ πατριαρχικῶν παραδόσεων ἀφιστάμενοι, ἄχρι καὶ τῶν ἐλαχίστων. Ἀδύνατον ἄρα τοὺς ἀνατολικοὺς εἰδέναι τὴν Κυρίλλου ὁμολογίαν.
Ἐχόμενον δ’ ἔστιν εἰπεῖν καὶ περὶ τοῦ ἑτέρου μέρους, ὅτι εἰ τυχὸν δοτέον τοὺς ἀνατολικοὺς πεπιστευκέναι ποτέ, ὡς οἱ ἀντικείμενοι βούλονται, ἀδύνατον αὐτοὺς εἶναι χριστιανούς. Τῷ γὰρ πιστεύοντι τρία τινὰ μάλιστα ἀναγκαίως συμ­βαίνει· καρδίας πίστις ἀναμφίβολος εἰς δικαιοσύνην, στόματος ὁμολογία εἰς σω­τηρίαν, καὶ ὁ καρπὸς τῆς πίστεως καὶ τῆς ὁμολογίας· ἅτινά ἐστι τὰ θεάρεστα ἔργα τοῦ κατὰ Χριστὸν βίου.      
Οἱ οὖν ἀνατολικοί, πιστεύοντες ὡς ἡ Κυρίλλου βούλεται ὁμολογία, λόγοις μὲν οὐκ ἐπίστευσαν, ἐπειδὴ καὶ ἕως τῆς ὥρας ταύτης πᾶν τοὐναντίον τῇ ἐν τοῖς κεφαλαίοις πίστει ὁμολογοῦσιν. Ἀλλ’ οὐδὲ ἔργοις αὐτοῖς πώποτε Καλουΐνοις ἐοίκασιν οἱ ἀνατολικοί, ὡς εἴρηται ἀνωτέρω. Ἄρα καρδίᾳ μόνῃ (ῥητέον γάρ τι νεανικώτερον πρὸς τοὺς ταῖς φρεσὶ νηπιάζοντας Καλουΐνους) τοῖς αἱρετικοῖς συνεφώνησαν, καὶ τὴν τῶν κεφαλαίων πίστιν ἐκδεδώκασιν. Εἰ δὲ ἀληθὲς τοῦτο, ἀδύνα­τον αὐτοὺς εἶναι χριστιανούς, ἐπειδὴ ὁ ἄλλα μὲν πιστεύων τῇ καρδίᾳ, ἄλλα δὲ ὁμολογῶν τῷ στόματι καὶ τοῖς ἔργοις, (οἷον συμβέβηκε γεγονέναι, ὡς ὑπετέθη, τὸν Κύριλλον), ἀναποδείκτως ἀνάξιος καὶ αὐτῆς τῆς τοῦ χριστιανοῦ προσηγορίας, μὴ ὅτι γε τῆς τοῦ Χριστοῦ μερίδος. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ Ἰούδας πιστεύσας, καὶ προφανῶς μὲν ὢν μαθητής, κρυφίως δὲ προδότης, τῷ αἰωνίῳ παρεπέμφθη πυρί.
Ἀλλὰ καὶ τοῦτο ἀδύνατον. Ἀνθρώπους γὰρ ὄντας ἡμᾶς, πῶς ἂν ἄλλως τὰ ἐν τῇ ψυχῇ κοινωνήσαιμεν ἀλλήλοις, εἰ μὴ διὰ φωνῶν, ἒσθ’ ὅτε καὶ σημείων; Ἀλλὰ τοῦτο προαποδέδεικται τοὺς Ἀνατολικοὺς πάντοτε πιστεύειν καὶ ὁμολογεῖν, τῇ τε φωνῇ καὶ τοῖς σημείοις, ἐναντία τῇ Κυρίλλου ὁμολογίᾳ· ἄρα καὶ τῇ καρδίᾳ.
Ἔτι οἱ ἀνατολικοί, εἴπερ τῇ καρδίᾳ ἐνέδωκαν Καλουΐνοις, ἔδει αὐτούς, εἰ μὴ καὶ τῷ στόματι καὶ τοῖς ἔργοις, διατὶ ἐμπόδιον, μὴ συμφωνεῖν ἐκείνοις, κἂν μὴ κατ’ ἐκείνων φέρεσθαι ἀσυμπαθῶς. Ἀλλ’ οὕτω κατ’ ἐκείνων φέρονται, ὥστε καὶ τῇ μετὰ τὴν ἑνδεκάτην τοῦ Ὀκτωβρίου μηνὸς Κυριακῇ καὶ ἐν ἑκάστῃ τῆς μεγάλης τεσσαρακοστῆς Κυριακῇ πρώτῃ (ἣν καὶ Ὀρθοδοξίαν ἐπωνύμως τῇ σημασίᾳ καλοῦσιν), ἀναθέματι τοὺς Εἰκονομάχους, καὶ τοὺς εἰκονικῶς, ἢ ὁμοιωματικῶς, ἢ τροπικῶς καὶ μεταφορικῶς, καὶ μὴ πραγματικῶς καὶ ἀληθῶς μεταβάλλεσθαι τὸν τῆς εὐχαριστίας ἄρτον καὶ οἶνον μετὰ τὸν ἁγιασμὸν εἰς τὸ ἀληθὲς τοῦ Κυρίου σῶμα καὶ αἷμα ἀποφαινομένους καθυποβάλλουσιν.
Εἰ δὲ δοκεῖ, κείσθωσαν κἀνταῦθά τινα τῶν ἐν ταῖς εἰρημέναις ἑορταῖς λεγομένων.
«Κυριακὴ μετὰ τὴν ἑνδεκάτην τοῦ παρόντος (δηλαδὴ τοῦ Ὀκτωβρίου) μηνός, μνήμην ἐπιτελοῦμεν τῶν ἁγίων Πατέρων τῆς ἑβδόμης ἁγίας καὶ οἰκουμενικῆς συνόδου, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ καθαιρέσει καὶ ἀνατροπῇ τῶν ἀθέων δογμάτων τῶν μισοχρίστων καὶ χριστιανοκατηγόρων Εἰκονομάχων, τοῦ τε Κοπρωνύμου καὶ τῶν αὐτῷ συμφρονούντων ἐπισκόπων καὶ ἀνιέρων ἀρχιε­ρέων, καὶ τοῦ αὐτοῦ ἀθέσμου καὶ ἐξαγίστου συνεδρίου». Καὶ τὰ μὲν τῆς ἑορτῆς ταύτης ἀρκεῖ ἡ ἐπιγραφὴ καὶ μόνη δηλῶσαι, ὁποῖα ἐν ταύτῃ τὰ κατὰ τῶν αἱρετι­κῶν φιλοσοφούμενα τῇ Ἐκκλησίᾳ.
Ἐκ δὲ τῆς Ὀρθοδοξίας ὀλίγα τινὰ μετὰ τὴν ἐπιγραφὴν ἐκτιθέσθω, (ἔστι δὲ τοῖς βουλομένοις τὰ λεγόμενα πάντα ἐν ταύτῃ τῷ Τριῳδίῳ ἐντυχοῦσιν εἰδέναι).
«Τοῖς τὴν καθ’ ἑκάστην προσαγομένην θυσίαν, ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσιν, ἀνάθεμα τρις.
Τοῖς ἀκούουσι μὲν τοῦ Σωτῆρος περὶ τῆς παρ’ αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος, «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομένοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ Σωτῆρι τετελεσμένην εἰσάγουσι, καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουρ­γίας μυστήριον, δι’ οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον, καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα τρίς.
Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα τρίς.
Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων εἰς τὰς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τῶν ἁγίων αὐτοῦ, ἀνα­θεμα τρίς.
Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τὰς σεπτὰς εἰκό­νας, ἀνάθεμα τρίς.
Τοῖς λέγουσιν, ὅτι ὡς θεοῖς οἱ χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον, ἀνάθεμα τρίς.
Τοῖς τολμῶσι λέγειν τὴν Καθολικὴν Ἐκκλησίαν εἴδωλά ποτε δεδέχθαι, ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυβρίζουσι πίστιν, ἀνα­θεμα τρίς.
Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινά, ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ, ἀνάθεμα τρίς.
Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι περίγραπτον κατὰ τὸ ἀνθρώπινον, ἤτω ἀνάθεμα τρίς».
Εἰ οὖν ταῦτα καὶ τὰ τοιαῦτα παρὰ τῶν Γραικῶν φιλεῖται, στέργεται, ὁμολογεῖται καὶ ὁσημέραι δημοσίως ᾄδεται, μηδενί ποτε τρόπῳ Καλουΐνοις, ἐν οἷς ἐκεῖνοι ἐγκαυχώμενοι λέγουσιν, ἐκοινώνησαν. Ἔτι, εἰ τοιοῦτόν τι συμβέβηκε τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ, τὸ ἐμπόδιον οὐδὲν ἕτερον ἂν ἦν, εἰμή τις φόβος, ὄντος καὶ σχεδὸν τοῦ φόβου διττοῦ, ἢ πνευματικοῦ δηλονότι ἢ σωματικοῦ. Εἰ μὲν ὁ φόβος τῶν Ἀνατολικῶν ἦν θεῖος καὶ πνευματικός, ἀδύνατον αὐτοὺς ὀρθῶς ἐν ἅπασι μὴ ὡμολογηκέναι. Ὅπου γὰρ θεῖος φόβος, οὐ δεῖ ἕτερα μὲν πιστεύειν, ἕτερα δὲ ὁμο­λογεῖν· ἄθλιον γάρ. Εἰ δὲ ὁ φόβος ἦν ἀνθρώπινος, καὶ διά τινα δηλαδὴ φόβον ἀνθρώπων, τὰ ἐν τῇ καρδίᾳ μὴ δύνασθαι παρρησίᾳ κηρύττειν, ὡς ξυμβαίνει τοῖς καταράτοις καὶ ἀλιτηρίοις ἐν Ἰσπανίαις εὑρισκομένοις Ἰουδαίοις, ἀλλὰ καὶ τοῦτο τῇ ὀρθοδόξῳ τῶν χριστιανῶν πίστει ἀνοίκειον. Ὁ γὰρ προκρίνων τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον τῆς δόξης τοῦ Θεοῦ, οὐδόλως δύναται εἶναι χριστιανός. Ἀλλ’ οὔτε ἴδιον τουτὶ τὸ πλημμέλημα τοῖς ἀνατολικοῖς· ἐπειδὴ εἰ ἦν τοῦτο δυνατὸν παρ’ αὐτοῖς, ἦν ἂν δυνατὸν καὶ τῇ καρδίᾳ μὲν εἶναι χριστιανούς, τῷ στόματι δὲ καὶ τοῖς σημεῖοις ἓν εἶναι αὐτοὺς ἐν τῇ πίστει μετὰ τῶν κρατούντων. Οὕτω γὰρ ἂν καὶ τῶν δεινῶν, ἃ ὑποφέρουσιν, ἦσαν ἀπηλλαγμένοι. Ἀλλὰ τοῦτο ἀδύνατον τοὺς ἀνατολικοὺς οὐδ’ εἰς ἔννοιαν λαβεῖν, ἄρα κἀκεῖνο ἀδυνατώτερον. Ἀσέβεια γὰρ ἀσεβείας, εἰ καὶ δοκεῖ διαφέρειν, ἀλλ’ εἰς ἓν τέλος ἄγουσιν ἀμφότεραι τοὺς οἰκείους, εἰς τὴν αἰώνιον κόλασιν δηλαδή, καὶ διὰ τοῦτο πᾶσαν ὁπωσοῦν ἀσέ­βειαν, ὡς πρόξενον τιμωρίας ἀτελευτήτου, φευκτέον τὸν θέλοντα σωτηρίας τυχεῖν.
Ἔπειτα τίς φόβος παρὰ τῶν κρατούντων τοῖς τε ἐγγὺς τοῦ Εὐξείνου Πόν­του, καὶ τοῖς παρὰ τῇ Κασπίᾳ Ἴβηρσι καὶ τοῖς Κολχοῖς; Τίς φόβος τοῖς οἰκοῦσι τὸν Καύκασον Λέκοις καὶ τοῖς Ζυνώχοις, καὶ κοινῶς λεγομένοις Ἀπχάζοις, ὧν οἱ μὲν παντάπασιν, οἷον Ἴβηρες καὶ Κολχοί, οἱ δὲ πλείους οἷον οἱ ἀριθμηθέντες λοιποὶ ὀρθοδοξοῦσιν; Τίς φόβος τοῖς τὴν μεγάλην καὶ μικρὰν καὶ λευκὴν Ῥω­σίαν καὶ τὴν πανευδαίμονα βασιλείαν Μοσχοβίας οἰκοῦσιν, ἀπὸ Πολωνίας ἕως τῶν ἀνατολικωτάτων ἐθνῶν, καὶ ἀπὸ Γοτθίας, εἴτουν Σφετζίας, ἕως Οὔνων καὶ Κασπίας οἰκούντων, καὶ ἀπὸ Τύρβα, ὃν καὶ Νίστρον καλοῦσι κοινῶς, καὶ τῆς Ταυρονήσου ἢ Χερσῶνος ἕως Ὠκεανοῦ; Τίς φόβος τοῖς ἐν τῇ Πολωνίᾳ καὶ τοῖς οὖσιν ἐν ταῖς νήσοις, Ἐνετίῃσι, Λιβύῃ καὶ Περσίδι τέκνοις τῆς Ἀνατολικῆς Ἐκ­κλησίας, οἳ πάντες καὶ τοῖς κρατοῦσι τῶν ἀνατολικῶν ἀνυπότακτοι, καὶ ἡμῖν σύμφωνοι ἐν τοῖς περὶ πίστεως, ἵνα εἰ τὴν τῆς ἀπωλείας ταύτην τῶν ἀντικειμένων δόξαν εὐσεβῆ ᾔδεσαν, μὴ πιστεῦσαι; Ἢ τάχα οἱ καλοὶ οὗτοι ἄνδρες νομίζουσιν ἡμᾶς ἐν τοῖς περὶ πίστεως οὕτως ἄδεως βιάζεσθαι παρά τινων, ὡς αὐτοὶ οὗτοι ποιοῦσι τοῖς ἐν Οὐγγαρίᾳ ἀδελφοῖς ἡμῶν, οὓς ὁσημέραι ταλαιπωροῦσι τρόποις παντοίοις, ἵν’ ἐκείνοις προστεθῶσι· καὶ ποτὲ μὲν ὁρίζονται τὸν προορισμὸν εἶναι προαιώνιον τοῦ Θεοῦ βούλησιν, ἵν’ οὗτος μὲν δικαιωθῇ, οὗτος δὲ ἀναιτίως κατακριθῇ, ποτὲ δὲ ὡς τύραννοι καὶ τοῦ εὐαγγελίου ἀντιδόξοι τυραννοῦσι τοὺς εὐσεβεῖς προστεθῆναι τῇ ἐκείνων ἀπονοίᾳ, μηδενὶ θεμελίῳ ἱστάμενοι, ἀλλ’ ὡς νεφέλαι ἄνυδροι συμπεριφερόμενοι τῷ ἰδίῳ αὑτῶν προστάτῃ, ἵνα μὴ λέγωμεν τῷ σατανᾷ. Εἰ οὖν οἱ τῶν ἀνατολικῶν κρατοῦντες οὐ βιάζουσιν οὕτως ἄδεως τοὺς ἀνατολικοὺς ἐξομόσασθαι τὴν εὐσέβειαν, οἱ δὲ κατήγοροι βιάζουσι, πολλῷ φιλανθρωπότεροι ἐκείνων οὗτοι. Καὶ οὐδεὶς φόβος ἡμῖν μὴ ὁμολογεῖν ὃ βουλόμεθα.
Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι ἀφ’ ἑξακοσίων ἐτῶν τῆς σωτηρίας ἕως χιλίων τετρακοσίων τριάκοντα ἐπορθεῖτο κατὰ μέρος ἡ Ῥωμαίων γῆ παρὰ τῶν κρα­τούντων, καὶ νῦν εἰσέτι κρατεῖται καὶ ταλαιπωρεῖται σύμπασα, ὡς μηδέποτε τεταλαιπώρηται παρά τινος ἀρχῆς ἐν τοῖς ἐξωτερικοῖς πράγμασι μηδὲν γένος ὑπήκοον. Ἀλλ’ οὕτως εἰσὶν ἀνώτεροι τοῦ φόβου καὶ τῶν ἀπειλῶν, ὥστε συμβέβηκεν αὐτοὺς λάμπειν ὡς μάρτυρας, οὐ καθ’ ἡμέραν ἀλλὰ καὶ καθ’ ὥραν καὶ στιγμήν, καὶ οὕτω προσπαίζουσι τῇ καταιγίδι ταύτῃ, ἣν οἱ ἀντίδικοι μόνῃ ἀκοῇ καὶ φρίττουσι καὶ θαυμάζουσιν, ὥστε καὶ χαρὰν ἡγοῦνται τὸ θλίβεσθαι ὑπὲρ Χριστοῦ, φιλοσοφοῦντες ἐν τοῖς παθήμασι τοῦ Χριστοῦ, καὶ κοινωνοὶ γινόμενοι διὰ τῆς ὑπομονῆς τοῖς τε ἀποστόλοις, προφήταις καὶ μάρτυσιν, ἐν οἷς καὶ τὸ τοῦ Δαβὶδ πληροῦται, «ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν»[1], καὶ «διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν»[2].
Ἐπειδὴ τοίνυν οὐδὲν τὸ κωλῦον τοὺς ἀνατολικοὺς πιστεύειν καὶ ὁμολογεῖν, ὡς βούλονται, ἀδύνατον καὶ τὸ προβληθέν, ὅτι ἄλλα μὲν ὡμολογήκεισαν διὰ στό­ματος καὶ σημείων, ἄλλα δὲ ἐπίστευσαν τῇ καρδίᾳ· ἀλλὰ καρδίᾳ καὶ στόματι καὶ σημείοις μόνην τὴν ἀρχῆθεν τῆς Καθολικῆς Ἐκκλησίας δόξαν ἐπίστευσαν, πιστεύουσι καὶ ὁμολογοῦσι, δι’ ἧς καὶ θάνατον χαίρουσιν ὑπομένειν, καὶ ἀνώτεροί εἰσι τῆς κατηγορίας τῶν ἐναντίων.

Κεφάλαιον ε΄.

Οὐ μόνον δὲ τοῦτο ἀδύνατον, ὅτι συνεφώνησαν Καλουΐνοις οἱ ἀνατολικοὶ ὁποιῳδήποτε τρόπῳ πώποτε, ἀλλὰ πρὸς τῇ κατ’ ἔτος ἀποποιήσει τῶν εἰκονομάχων καὶ ἀρνησομυστηρίων καὶ τὴν πίστιν ἐπὶ ψιλοῖς ῥήμασιν ἔχουσι, καὶ κατὰ Κυρίλλου δὶς συνοδικῶς ἐζήλωσαν ζῆλον Κυρίῳ παντοκράτορι. Κύριλλον γὰρ ἐπιβιώσαντα μετὰ τὸν τύπον τῶν κεφαλαίων χρήματι ἐτῶν ἕξ, καὶ ἀποφαινόμενον μεθ’ ὅρκου μὴ εἶναι ἐκεῖνον τὸν τῶν κεφαλαίων πατέρα, μήτε μὴν τὴν ἐν τοῖς κεφαλαίοις πίστιν πρεσβεύειν, καὶ τέως τἀναντία τοῖς κεφαλαίοις διδάσκοντα ἐπ’ ἐκκλησίας, μόνον ὅτι οὐ συνέγραψε κατ’ αὐτῶν, προφασιζόμενος, ὅπερ ἴσως ἀληθὲς μὲν ἦν, οὐκ ἀνύποπτον δὲ καὶ ἀνάξιον ὀρθῆς ὑπολήψεως ἀληθοῦς ποιμένος, ὅτι δηλαδὴ τὰ κεφάλαια ἐκεῖνα πάσης συστάσεως τοῦ εἶναι Κυρίλλου ἔκθεσιν ἢ τῆς Ἀνατολικῆς Ἐκκλησίας ὁμολογίαν ὑστέρηνται· ἐν οἷς δὲ οὐ χρεία κατεπείγουσα καθοπλίζεσθαι, παρὰ τῶν πατέρων κεκώλυται. Ταῦτα μὲν ἴσως ὀρθῶς εἴρηκεν, ὀρθότερον δ’ ἦν αὐτὸν μνησθῆναι, ὅτι καὶ μικρὸς σπινθὴρ ἀνάπτει πολλὴν φλόγα.
Ἐπειδὴ ἐν τῇ Θεολογίᾳ μάλιστα μικρᾶς μετακινουμένης ἀρχῆς, πολλὰ εἴωθε συμμεταβάλλειν τῶν μετὰ τὴν ἀρχήν· ἔδει λοιπὸν αὐτὸν τὸν σκοπὸν τῶν πατέρων εἰδέναι κωλύοντα ἔκθεσιν πίστεως τοῦ λοιποῦ ἐκτίθεσθαι εἰς παραλλαγὴν τοῦ συμβόλου, καὶ τὸν βουλόμενον συγγράφειν περὶ ὁτουοῦν τῶν τῆς πίστεως ἀκαίρως, ἐξ ὧν πολλὰ τὰ ἄτοπα ἕπεται, ὡς ἔστι καὶ ἡ ἔκθεσις τῶν κεφαλαίων αὐτοῦ τοῦ Κυρίλλου, (ὡς ὑπετέθη), μὴ ἐμποδὼν δὲ εἶναι τοῦ ἐπειδὰν χρεία, ἑτοίμους ἡμᾶς δεῖν εἶναι, σάλπιγγος ἠχούσης τρανώτερον φθέγγεσθαι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. Καὶ εἴ που αὐτῷ Κυρίλλῳ δυσειδὲς ἦν τὸ κοπιάσαι ὑπὲρ Χριστοῦ, ἀλλὰ κἂν ἐν ὀλιγίστοις συγγράψαι κατὰ τῶν ἐχθρῶν ἐχρῆν, ὥς που καὶ Βασίλειος ὁ μέγας συκοφαντηθείς, εἰ καὶ μὴ κατὰ τῶν κατηγόρων συνέγραψεν ἐν πολλοῖς, ἀλλ’ οὖν ἐν μιᾷ πρὸς ὀρθόδοξον ἀδελφὸν ἐπιστολῇ ἀπελογήσατο. Σύνηθες[3] γὰρ τοῖς ἀνθρώποις, σχεδὸν μὴ οὕτω προσέχειν τοῖς λεγομένοις ὡς παναληθέσιν, ὡς τὰ γραφόμενα δέχεσθαι πρὸς μαρτυρίαν ἐν τοῖς τοιούτοις τοῦ ὁποῖος ὁ κατηγορούμε­νος. Καίτοι λοιπὸν ἀποφαινόμενον Κύριλλον, ὃν τρόπον εἴρηται, μηδεμίαν ὅλως ἔχειν εἴδησιν τῶν κεφαλαίων, μόνον διὰ τὸ μὴ κατ’ ἐκείνων συγγράψειν ἐθελῆσαι, ὁ τῶν ἀνατολικῶν ζῆλος, προδότην ἡγησάμενος, δὶς ὑπὸ συνόδων πληρεστά­των ἀνεθεμάτισε σὺν τοῖς κεφαλαίοις, ἐφ’ οἷς καὶ εἴ τι ἐδόκει εὐσεβὲς εἶναι, πρὸς ἀπάτην ἦν καὶ ὕπουλον, πρὸς ἁρπαγὴν τῶν ἁπλουστέρων, ὃν τρόπον φασὶ ποιεῖν ταῖς ναυσὶν αἱ ὕφαλοι τῶν πετρῶν.
Μηδὲ γὰρ ὡς ἐφ’ ἁγίῳ ἐγκαυχάσθωσαν Κυρίλλῳ οἱ ἀντίδικοι, ὅτι οὐ πεφόνευται ἀδίκως, ὡς οὗτοι χαίρουσι λέγειν, ἢ ἕνεκα τοῦ ὀνόματος τοῦ Χριστοῦ, ἵνα καὶ τοιοῦτος νομισθείη, ἀλλ’ ἀμέτρως κεκτημένος τῆς φιλαρχίας τὸ ἔγκλημα, ὃ καὶ νόσον τοῦ ἑωσφόρου ἐν τοῖς ἠθικοῖς ὁ μέγας οἶδε Βασίλειος, ἓξ παρανόμως, ἐπὶ τῇ πρώτῃ τῇ δοκούσῃ νομίμῳ, καταδυναστεύσας τοῦ θρόνου Κωνσταντινουπό­λεως, μετὰ μυρίων ἐξόδων καὶ ταλαιπωριῶν τῶν ἐκκλησιαστικῶν (τῇ τῶν ἔξω ἀπλη­στίᾳ καὶ τῇ τοῦ Φιλάντρας πρέσβεως συμμαχίᾳ χρώμενος, δι’ ὃν καὶ ἐν ὑποψίᾳ μᾶλλον ἐγένετο τῇ Ἐκκλησίᾳ) τὸν ἐπονείδιστον ἐκεῖνον εἴληφε θάνατον. Ὃν τοιαῦτα περὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ πεπραχότα, εἰ καὶ εὐσεβῇ συνέβαινεν εἶναι, ὡς ἁμαρτωλὸν εἴχομεν, καὶ ἁμαρτωλὸν τοιοῦτον, ὃς δίκας τίσειν ἔμελλε παρὰ τῷ Θεῷ, ἕνεκα τῶν κακῶν ἃ τῇ Ἐκκλησίᾳ εἰργάσατο ἀδεῶς· νῦν δὲ καὶ ἀσεβείας γενόμενον πατέρα, ὡς οἱ ἐναντίοι διϊσχυρίζονται, οὐχ ἅγιον, ἀλλ’ ἄθλιον καὶ ὡς μὴ ἔχοντα ὅλως μετὰ Χριστοῦ μερίδα γινώσκομεν.
Ἐκτίθεται δὲ κἀνταῦθα καὶ τὰ τῶν συνόδων πρακτικά, μεταγραφέντα ἐκ τοῦ καθ’ ἡμᾶς κώδικος, εἰς πίστωσιν τῶν εἰρήμενων, αἷς καὶ αὐτοὶ συμφωνοῦμεν ἐν ἅπασιν.

Ψῆφος τῆς ἐν Κωνσταντινουπόλει συνόδου κατὰ τῶν αἱρετικῶν κεφαλαίων Κυρίλλου τοῦ Λουκάρεως, τοῦ παραχωρήσει Θεοῦ πατριαρχεύσαντος ἐν Κωνσταντινουπόλει. Πάντων μέν τῶν κοινῇ συντελούντων...
(Ἕπεται τὸ κείμενον τῆς «Ψήφου» τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1638 μ.Χ. Δεῖτε αὐτὸ στὴν παρακάτω ἰστοσελίδα:

Πρακτικὰ τῆς ἐν Γιασίῳ συνόδου, δευτέρας οὔσης κατὰ τῶν κεφαλαίων Κυρίλλου.
Ἐπιστολὴ συνοδικὴ πρὸς τὴν ἐν Γιασίῳ τοπικὴν σύνοδον.
Παρθένιος ἐλέῳ Θεοῦ...
(Ἕπεται τὸ κείμενον τῆς Ἐπιστολῆς τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1642 μ.Χ. πρός τὴν ἐν Ἰασίῳ τοπικὴν Σύνοδον τοῦ 1642 μ.Χ. Δεῖτε αὐτὸ στὴν παρακάτω ἰστοσελίδα:

Ἐπιστολὴ τῆς ἐν Γιασίῳ Συνόδου.
Τῷ ἐκλαμπροτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Δουκί...
(Ἕπεται τὸ κείμενον τῆς Ἐπιστολῆς τῆς ἐν Ἰασίῳ τοπικῆς Συνόδου τοῦ 1642 μ.Χ. πρὸς τὸν Ἡγεμόνα τῆς Μολδοβλαχίας Δεῖτε αὐτὸ στὴν παρακάτω ἰστοσελίδα:

Ταῦτα τὰ παρὰ τῶν δύο συνόδων κατὰ τοῦ Κυρίλλου ἐξενεχθέντα, ἅτινα σαφέστατα δείκνυσι τὴν τῆς Ἀνατολικῆς Ἐκκλησίας εὐσέβειαν. Ἐγένετο δὲ ἡ μὲν ὑστέρα ἐν Γιασίῳ τῆς Μολδοβίας ἐπὶ Βασιλείου Βοεβόδα καὶ ἡγεμόνος Μολ­δοβλαχίας, Παρθενίου δὲ Κωνσταντινουπόλεως τοῦ γέροντος πατριάρχου, ἀνδρὸς αἰδεσίμου καὶ περὶ τὰ θεῖα ἐκ βρέφους σχολάσαντος· ὃς καὶ τῇ ἐκεῖσε συνόδῳ πέμψας ἐπιστολὴν συνοδικήν, ἤρκεσεν ἐκείνη τῇ συνόδῳ μόνην τὴν ἀπὸ Κων­σταντινουπόλεως συνοδικὴν ἐπιστολὴν ὑπογράψαι καὶ βεβαιῶσαι, καὶ οὕτω πληρῶσαι τὸ ζητούμενον· (εἰ καὶ κατὰ Καλουΐνων καὶ ἄλλα τινὰ πλεῖστα ἐκείνη ἡ σύνοδος ἠγωνίσατο, ὡς ἔστιν ἡ Ὀρθόδοξος λεγομένη Ὁμολογία καὶ ἄλλα τινά, περὶ ὧν οὐ τοῦ παρόντος λέγειν). Οὐκ ἀνεθεμάτισε δὲ τὸν Κυριλ­λον οὔτε ἡ τότε ἐν Κωνσταντινουπόλει διὰ τῆς ἐπιστολῆς σύνοδος, οὔτε ἡ ἐν Για­σίῳ, οὐ χάριν ποιοῦντες Κυρίλλῳ, (οὐδὲ γὰρ ἦσαν τοιοῦτοι οἱ θεοφόροι ἐκεί­νοι ἄνδρες, ὥστε φιλοπροσωπεῖν καὶ προτιμᾶν ἀνθρώπους ἢ ἄλλο τι τοῦ Θεοῦ), ἀλλὰ διὰ τὸ μηδέποτε Καλουΐνόφρονα τὸν Κύριλλον παρὰ τῇ Ἀνατολικῇ Ἐκ­κλησίᾳ γνωσθῆναι, ἢ ἄλλως πως φρονοῦντα, ἢ ὡς ἡ Ἀνατολικὴ Ἐκκλησία, ὡς προαποδέδεικται. Ὅθεν οὐκ εὔλογον ᾠήθησαν εἶναι, ἀναθέματι καθυποβαλεῖν, ὃν οὐκ οἴδασι σαφῶς ὑπόδικον τῇ κατηγορίᾳ· καίτοι τὸν συγγραφέα τῶν κεφα­λαίων ἀδιορίστως καὶ ἀναθέματι καὶ ἀφορισμῷ ἀλύτῳ καθυπέβαλον· ὅντινα καὶ αὐτοὶ ἀραῖς καθυποβάλλομεν αἰωνίαις καὶ ξένον γινώσκομεν τῆς βασιλείας.
Ἡ δὲ πρώτη ἐγένετο ἐπὶ Κυρίλλου τοῦ ἐκ Βερροίας Κωνσταντινουπόλεως Πατριάρχου, συμπαρόντων ὅσων λογιῶν καὶ ἐναρέτων ἀνδρῶν. Ἀνεθεμάτισε δ’ αὕτη τὸν Κύριλλον ὀνομαστί, οὐχ ὅτι οἶδεν ἐκεῖνον ἤ ποτε ἐγνώρισεν αἱρετικόν, ἀλλ’ ὅτι οἶδεν ἐπιβιώσαντα μὲν αὐτὸν μετὰ τὸν τῶν κεφαλαίων τύπον ἐνιαυτοὺς ἕξ, καὶ εἰδότα τὰς συγχύσεις, αἵτινες συνέβησαν τοῖς ἐν Πολωνίᾳ καὶ Ῥωσίᾳ εὐσεβέσι, διὰ τὸ πολλοὺς λέγειν Καλουϊνῖσαι τὴν Ἀνατολικὴν Ἐκκλησίαν, ἐπειδὴ ὁ Κωνσταντι­νουπόλεως τοιαύτην τῆς Ἀνατολικῆς Ἐκκλησίας ἐξέδωκεν ὁμολογίαν, μὴ ἐθελῆσαι δὲ κατ’ ἐκείνων, τῶν κεφαλαίων φημί, συγγράψαι, καίτοι παρὰ πολλῶν παροτρυνόμενός τε καὶ παρακαλούμενος, ὥσπερ προείπομεν ἐν τῷ πέμπτῳ κεφαλαίῳ. Ὅθεν ἐκ τούτου εἰκάσασα ἐκεῖνον μὴ καθαρεύειν τῆς κατὰ τῆς ὀρθοδόξου πί­στεως δολιότητος, μήτε μὴν φροντίσαι περὶ τοῦ ποιμνίου, ὡς ἔδει, ὀνομαστὶ τῷ ἀναθέματι καθυπέβαλεν, ὃν εἰ καὶ μὴ τοιοῦτον συμβέβηκε γεγονέναι. Τὰς μὲν συνόδους κατ’ ἐκείνου ψῆφον ἐξενεγκοῦσας δικαίαν οὐκ αἰτιώμεθα, μάλιστα δὲ καὶ μακαρίζομεν, ὡς κατὰ καιροὺς καλῶς ὑπὲρ τῆς εὐσεβοῦς ἀγωνισθείσας πίστεως, καὶ αἰτίαν εὔλογον ἐχούσας τὴν ἐκείνου μακρὰν σιωπὴν εἰς τὸ ἐκεῖνον ἐπιτιμῆσαι πρὸς καὶ ἄλλων σωφρονισμόν. Ἐκεῖνον δὲ εἰ καὶ μὴ ἀναθεματίζομεν, ἀλλὰ θρηνοῦμεν, ὅτι τῇ σιωπῇ τοσοῦτον κατὰ τῆς Ἐκκλησίας ἐξήγειρε τῶν ἐχθρῶν πόλεμον. Εἰ δ’ ἦν ἀληθῶς αἱρετικὸς Καλουϊνόφρων καὶ οὐ μετεμελήθη, (δέχεται γὰρ ὁ Θεὸς τοὺς ἐπιστρέφοντας πρὸς αὐτόν, ὁποῖοι ἂν ὦσιν), ἀλλ’ ἔμεινεν αἱρετικὰ καὶ πιστεύων καὶ φρονῶν, χωρὶς πάσης ἀντιλογίας τῷ αἰωνίῳ ἀναθέματι καὶ ἀφορισμῷ μετὰ τῶν συμμύστων αὐτῷ αἱρετικῶν καθυποβάλλομεν.

Κεφάλαιον ς΄.

Τοῖς μὲν οὖν εὐγνώμοσι καὶ φιλοῦσι τὸ ἀληθὲς ἱκανὰ τὰ ῥηθέντα, μᾶλλον δ’ εἰπεῖν, καὶ πολλὰ πρὸς τὸ μαθεῖν οἵας δόξης ἐστὶν ἡ Ἀνατολικὴ Ἐκκλησία, καὶ οὔτε Καλουϊνόφροσι συνέθετο πώποτε ἐν οἷς κεκαινοτομήκασιν, (οὔτε μὴν ἄλλοις τισὶ πλὴν ἑαυτῆς), οὔθ’ ὃν προβάλλονται συμμύστην αὐτῶν γεγονέναι εἶδεν, οἷον ἐκεῖνοι διϊσχυρίζονται. Πρὸς τελειότατον μέντοι ἀφανισμὸν καὶ καθαίρεσιν ἐννοιῶν ἐπινοηθεισῶν κατὰ τῆς δόξης τοῦ Θεοῦ, τῶν ἱερῶν τῆς ὀρθοδόξου ἡμῶν θρησκείας προαυλίων, καὶ ὡς εἰπεῖν, πρὸς παντελῆ ἀποποίησιν τῶν ἐν τοῖς θρυλουμένοις κεφαλαίοις βλασφημιῶν, δεῖν ᾠήθημεν ἐκθέσθαι ἐρωτήσεις καὶ κε­φάλαιά τινα ἰσάριθμα τοῖς Κυρίλλῳ συγγραφεῖσι καὶ κατὰ διάμετρον ἀντικείμενα, ἐν οἷς ἐκεῖνος (ὡς ὑπετέθη πολλάκις) ἠκόνισε γλῶτταν κατὰ Θεοῦ, ὥστε δύνασθαι ταῦτα καλεῖσθαι ἔλεγχον καὶ διόρθωσιν τῶν λεγομένων Κυρίλλου κεφα­λαίων. Φυλάττεται δέ πως ἡ τάξις ἐκείνων κἂν τοῖς παρ’ ἡμῶν ἐκθησομένοις, ἵν’ ἔχῃ ἕκαστος τῶν πιστῶν συγκρίνειν καὶ παραβάλλειν ἀμφοτέρα, καὶ γινώσκειν ῥᾳδίως τὴν εὐσέβειαν μὲν τῆς Ἀνατολικῆς Ἐκκλησίας, τὸ ψεῦδος δὲ τῶν αἱρετι­κῶν. Ἔστι δ’ ὁποῦ τῆς χρείας ἀπαιτούσης, ἀφαιρήσομεν ἢ προστεθησόμεθα ἕτερά τινα πρὸς ἀκριβῆ τοῦ προβλήματος γνῶσιν συντείνοντα, χρησόμεθα δὲ καὶ λέξεσι καὶ ὅλαις ἐννοίαις καὶ περιόδοις κειμέναις ἐκεῖσε, ἵνα μὴ δόξωμεν ταῖς λέξεσι καὶ εὐσεβέσιν ἐννοίαις, ἀλλὰ μὴ ταῖς καινοτομίαις καὶ ἀσεβέσι δόγμασι μάχεσθαι.

Δοσίθεος ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς Ἐκκλησίας...
(Ἕπεται τὸ κείμενον τῆς Ὁμολογίας Πίστεως τοῦ Πατριάρχου Ἱεροσολύμων Δοσιθέου τοῦ 1672 μ.Χ. Δεῖτε αὐτὸ στὴν παρακάτω ἰστοσελίδα:

Οἱ δὲ αἱρετικοὶ καὶ τὴν προσευχὴν τῶν εὐσεβῶν πρὸς τὸν Θεὸν κακίζουσιν· ἔπειτα οὐκ οἴδαμεν ὅπως αὐτὴν μόνον τῶν μοναχῶν κατηγοροῦσι. Τὴν προσευχὴν τοίνυν ἡμεῖς ὁμιλίαν μετὰ τοῦ Θεοῦ καὶ πρεπόντων ἀγαθῶν αἴτησιν, παρ’ οὗ λαβεῖν ἐλπίζομεν, ἀνάβασίν τε νοῦ πρὸς Θεόν, καὶ εὐσεβῆ πρὸς Θεὸν ἀπευθυνομένην διάθεσιν, ζήτησιν τῶν ἀνωτέρω, ψυχῆς ἁγίας βοήθημα, λατρείαν τῷ Κυρίῳ κεχαρισμένην, σημεῖον μετανοίας καὶ βεβαίας ἐλπίδος, οἴδαμεν. Γίνεσθαι δὲ ἢ νῷ μόνῳ ἢ νοῒ καὶ φωνῇ. Θεωρεῖσθαι δ’ ἐν αὐτῇ θεωρίαν τῆς ἀγαθότητος καὶ τοῦ ἐλέους τοῦ Θεοῦ, ἀναξιότητα τοῦ αἰτοῦντος καὶ εὐχαριστίαν καὶ ἐπαγγελίαν τῆς μελλούσης πρὸς Θεὸν ὑποτάξεως. Ἔχειν δ’ αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ δια­μονὴν καὶ τήρησιν τῶν ἐντολῶν καὶ κατὰ πρῶτον λόγον αἴτησιν τῶν οὐρανίων. Πολλοὺς δ’ ἔχειν τοὺς καρπούς, οὓς περιττὸν ἐγκαταλέγειν. Γίνεσθαι δὲ συνεχῶς, ἐπιτελεῖσθαι δὲ ὀρθίῳ καὶ γονυκλίτῳ σχήματι. Τοσαύτη δὲ ἡ παρ’ αὐτῆς ὠφε­λεια, ὥστε καὶ ψυχῆς τροφὴν καὶ ζωὴν ὁμολογεῖσθαι. Συνάγεται δὲ ταῦτα πάντα ἐκ τῆς θείας Γραφῆς, ὥστε εἴ τις τούτων ἀπόδειξιν αἰτεῖ, ὅμοιος ἄφρονι ἢ τυφλῷ, περὶ τοῦ ἡλιακοῦ φωτὸς ὥρᾳ μεσημβρίας καὶ αἰθρίας ἀμφισβητοῦντι.
Οἱ δ’ αἱρετικοί, βουλόμενοι μηδέν, ὧν Χριστὸς ἐπέτρεψεν, ἀπαράθραυστον ἐᾶσαι, καὶ ταύτης καθήψαντο. Αἰσχυνόμενοι δ’ οὕτω φανερῶς ἀσεβεῖν, τέως μὲν περὶ προσευχῆς ἁπλῶς μὴ γίνεσθαι οὐκ ὑσθλοῦσι, ταῖς τῶν μοναχῶν δ’ εὐχαῖς παρατάττονται, ὅπερ καὶ αὐτὸ ποιοῦσιν, ἵνα μῖσος τοῖς ἁπλοϊκοῖς κατὰ τῶν μο­ναχῶν θῶσι πρὸς τὸ μὴ ὅλως ἀνέχεσθαι τούτους τυχὸν ὡς βεβήλους καὶ νεωτεριστὰς ὁρᾶν, μὴ ὅτι γε ἀνέχεσθαι τὰ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως δόγματα διδάσκεσθαι παρ’ αὐτῶν. Σοφὸς γὰρ ὁ ἀντίδικος περὶ τὸ κακὸν καὶ ἀγχίνους περὶ τὰ μάταια· ὅθεν καὶ τοῖς ὀπαδοῖς αὐτοῦ (οἷοι οἱ αἱρετικοὶ οὗτοι μάλιστα) οὐκ ἔστι τοσοῦτον καταθύμιον εὐσεβεῖν, ὅσον περισπούδαστον τὸ ἀείποτε ἐκτραχηλιάζειν ἐπὶ βάθη κακῶν καὶ ἐκρήγνυσθαι ἐς τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος[4].
Ἐρωτητέον οὖν αὐτούς, τίνας φασὶν εἶναι τὰς τῶν μοναχῶν προσευχάς· καὶ εἰ μὲν τοὺς μοναχοὺς φαῖεν ἐξ ἑαυτῶν τινα ἀλλόκοτα πεποιηκέναι καὶ ἀπᾴδοντα τῇ ὀρθοδόξῳ τῶν χριστιανῶν θρησκείᾳ, καὶ αὐτοὶ συντιθέμεθα, καὶ τοὺς τοιούτους μοναχοὺς οὐ μόνον οὐ μοναχούς, ἀλλ’ οὐδὲ χριστιανοὺς φαμέν· εἰ δέ οἱ μοναχοὶ διηγοῦνται ἐν ἐκτάσει τὴν δόξαν καὶ τὰ θαυμάσια τοῦ Θεοῦ, καὶ συνεχῶς καὶ ἀδιαλείπτως καὶ ἐν παντὶ καιρῷ τὸ θεῖον, ὡς δυνατὸν ἀνθρώπῳ, ὕμνοις καὶ δοξολογίαις καταγεραίρουσι, πῇ μὲν τὰ τῆς Γραφῆς δηλονότι ψάλλοντες, πῇ δὲ τοὺς ὕμνους ἐκ τῆς Γραφῆς συνάγοντες, εἴτουν συνῳδὰ ἐκείνῃ φθεγγόμενοι, ἀποστολικὸν καὶ προφητικόν, μᾶλλον δὲ Κυριακὸν ἔργον αὐτοὺς ἀποπληροῦν ὁμολογοῦμεν.
Ὅθεν καὶ ἡμεῖς Παρακλητικήν, Τριῴδιον καὶ Μηναῖα ψάλλοντες, μηδὲν ἀπᾷδον χριστιανοῖς ἔργον πληροῦμεν. Πᾶσαι γὰρ αἱ τοιαῦται βίβλοι περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας διαλέγονται, καὶ ὕμνοις πῇ μὲν συνηγμένοις ἐκ τῆς θείας Γραφῆς, πῇ δὲ κατὰ τὴν χορηγίαν τοῦ Πνεύματος, ἵν’ ὦσι τοῖς μέλεσιν αἱ λέξεις κατάλληλοι, δι’ ἑτέρων λέξεων τὰ τῆς Γραφῆς ᾄδομεν. Ἔπειτα ἵν’ ὅλως ᾖ κατάδηλον, ὅτι τὰ τῆς Γραφῆς ἀεὶ ψάλλομεν, ἐν ἑκάστῳ τῶν ὕμνων λεγομένῳ τροπαρίῳ στίχον τῆς Γραφῆς ἐπιλέγομεν. Εἰ δὲ καὶ Θηκαρᾶ καὶ τοῦ μακαρίου Αὐγουστίνου καὶ ἄλλας τοῖς πάλαι πατράσι πονηθείσας εὐχὰς ψάλλομεν καὶ ἀναγινώσκομεν, εἰπάτωσαν οἱ αἱρετικοὶ μετὰ τῆς ἀληθείας, ποῖον ἐκείνων τὸ βλάσφημον καὶ μὴ εὐσεβές, καὶ μετ’ ἐκείνων τούτους ἀποδιώξομεν.
Εἰ δὲ καὶ μόνον τοῦτό φασι, τὸ συνεχῶς καὶ ἀδιαλείπτως προσεύχεσθαι κακόν, τί αὐτοῖς καὶ ἡμῖν; Μαχέσθωσαν Χριστῷ, (καθάπερ καὶ μάχονται), εἰπόντι τὴν τοῦ ἀδίκου κριτοῦ παραβολὴν[5] πρὸς τὸ δεῖν συνεχῶς προσεύχεσθαι, καὶ διδάξαντι ἀγρυπνεῖν καὶ εὔχεσθαι[6], φυγεῖν τὰ θλιβερὰ καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου[7]. Μαχέσθωσαν Παύλῳ α΄ πρὸς Θεσσ. κεφ. ε΄[8] καὶ ἀλλαχοῦ ἐν πολλοῖς. Ἑῷ λέγειν τοὺς θείους τῆς Καθολικῆς Ἐκκλησίας καθηγεμόνας ἀπὸ Χριστοῦ ἄχρις ἡμῶν· ἀρκεῖ γὰρ αὐτοῖς πρὸς αἰσχύνην τὸ σύντονον τῆς προσευχῆς τῶν τε προπατόρων, ἀποστόλων καὶ προφητῶν.
Εἰ οὖν τὰ τῶν μοναχῶν ἐστι τὰ τῶν ἀποστόλων καὶ προφητῶν, δὸς δ’ εἰπεῖν καὶ τῶν ἁγίων πατέρων καὶ τῶν προπατόρων καὶ αὐτοῦ τοῦ Χριστοῦ, δῆλον ὅτι αἱ τῶν μοναχῶν εὐχαὶ καρποί εἰσι τοῦ τῶν χαρισμάτων δοτῆρος ἁγίου Πνεύματος. Ἃ δὲ Καλουΐνοι κεκαινοτομήκασιν, ἔν τε τοῖς περὶ Θεοῦ καὶ τῶν θείων βλασφημοῦντες καὶ τὴν θείαν Γραφὴν παρεξηγοῦντες, κολοβοῦντες καὶ καθυβρίζοντες, τοῦ διαβόλου εἰσὶ σοφίσματά τε καὶ ἐφευρέματα.
Ἀλυσιτελὲς δὲ καὶ τό, ἀδύνατον τῇ Ἐκκλησίᾳ βρωμάτων τινῶν ἀποχὰς καὶ νηστείας διατάττειν ἄνευ βίας καὶ τυραννίδος. Ἡ γὰρ Ἐκκλησία πρὸς νέκρωσιν τῆς σαρκὸς καὶ ὅλως τῶν παθῶν, μάλα καλῶς ποιοῦσα, διατάττει ἐπιμελῶς τὴν προσευχὴν καὶ τὴν νηστείαν, ἧς ἐρασταὶ καὶ τύποι γεγόνασιν οἱ ἅγιοι πάντες, δι’ ὧν τῇ ἄνωθεν χάριτι καθαιρούμενος ὁ ἀντίδικος ἡμῖν διάβολος σὺν τοῖς στρατεύμασι καὶ ταῖς δυνάμεσιν αὐτοῦ, ῥᾳδίως τελεῖται τοῖς εὐσεβέσιν ὁ προκείμενος τῆς εὐσεβείας δρόμος. Ταῦτα οὖν σκεπτομένη ἡ ἄσπιλος ἁπανταχοῦ Ἐκ­κλησία οὐ βιάζει, οὐδὲ τυραννεῖ, ἀλλὰ παρακαλεῖ, νουθετεῖ, διδάσκει τὰ τῆς Γρα­φῆς καὶ πείθει τῇ δυνάμει τοῦ Πνεύματος καὶ νηστείαν καὶ ἁπλῶς τὰ ὠφέλιμα.
Προστίθησι δὲ τοῖς εἰρημένοις καί τις ἀνθρωπίσκος, ὁ ἐν Χαρεντονίᾳ προει­ρημένος φαμὲν Κλαύδιος, καὶ ἕτερά τινα καθ’ ἡμῶν γελοῖα καὶ μηδενὸς λόγου ἄξια. Ἀλλ’ ἡμεῖς καὶ τὰ εἰρημένα αὐτῷ μύθους ἡγούμεθα, καὶ τοῦτον αὐτὸν τερατοποιὸν καὶ πάντῃ ἀμαθῆ γνωρίζομεν. Καὶ μετὰ Φώτιον γὰρ μυρίοι ὅσοι καὶ γεγόνασι καὶ εἰσὶν ἐπὶ σοφίᾳ καὶ θεολογίᾳ καὶ ἁγιότητι παρὰ τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ διαφέροντες τῇ δυνάμει τοῦ Πνεύματος.
Γελοιότατον δὲ καὶ τό, διὰ τὸ ἔχειν τινὰς τῶν ἀνατολικῶν ἱερέων τὸν ἅγιον ἄρτον ἐν σκεύεσι ξυλίνοις ἔσω που τοῦ ναοῦ, ἔξω τοῦ βήματος ἔν τινι τῶν κιόνων κρεμάμενον, μὴ ὁμολογεῖν αὐτοὺς τὴν πραγματικὴν καὶ ἀληθῆ μεταβολὴν τοῦ ἄρτου εἰς τὸ σῶμα τοῦ Κυρίου. Ὅτι μὲν γάρ τινες τῶν πτωχῶν ἱερέων ἔχουσι τὸ δεσποτικὸν σῶμα ἐν σκεύεσι ξυλίνοις, οὐκ ἀρνούμεθα. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ὑπὸ λίθων καὶ μαργάρων τιμᾶται, ἀλλὰ διάνοιαν ὑγιῆ καὶ καθαρὰν καρδίαν αἰτεῖ παρ’ ἡμῶν. Τοῦτο καὶ Παύλῳ συμβέβηκεν· ἔχομεν γάρ, φησίν, τὸν θησαυ­ρὸν ἐν ὀστρακίνοις σκεύεσιν[9]. Ὅπου δ’ αἱ κατὰ μέρος ἐκκλησίαι δύνανται, ὥσπερ τυχὸν παρ’ ἡμῖν ἐν Ἱεροσολύμοις, ἔνδον τοῦ ἁγίου βήματος ἑκάστου τῶν ναῶν τὸ δεσποτικὸν σῶμα τιμᾶται καὶ φωταγωγεῖται ἀείποτε ἑπταφώτῳ κανδήλῃ.
Ἔπεισι δέ μοι θαυμάζειν, πῶς τὸ δεσποτικὸν σῶμα παρά τινι ἐκκλησίᾳ εἶδον κρεμάμενον οἱ αἱρετικοὶ ἔξω τοῦ βήματος, διὰ τὸ ἴσως σεσαθρῶσθαι τοὺς τοίχους τοῦ βήματος ὑπὸ τῆς παλαιότητος, κἀκ τούτου συμπεραίνουσι τὰ ἀσύ­στατα, τὸν δὲ Χριστὸν οὐκ εἶδον ὑπὸ τὸ ἡμικύκλιον τοῦ ἁγίου βήματος ἱστορούμενον ὡς βρέφος ἔνδον τοῦ δίσκου, ἵνα ἴδωσιν, ὅτι ὡς ἱστοροῦσιν οἱ ἀνατολικοὶ ἐντὸς τοῦ δίσκου οὐ τύπον, οὐ χάριν, οὐκ ἄλλο τι, ἀλλ’ αὐτὸν τὸν Χριστόν, οὕτω πιστεύουσι τὸν ἄρτον τῆς εὐχαριστίας μετὰ τὸν ἁγιασμὸν γίνεσθαι οὐσιωδῶς τὸ σῶμα τοῦ Κυρίου, καὶ οὕτω συμπερανοῦσι τ’ ἀληθές.
Ἀλλὰ περὶ μὲν τούτων ἁπάντων εἴρηται πλατύτερον καὶ σαφέστερον τοῖς πά­λαι πατράσι καὶ ἐν συγγράμμασι καὶ ἐν ὅροις καὶ κανόσι, καὶ ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς τῇ Ὀρθοδόξῳ λεγομένῃ τῆς Ἀνατολικῆς Ἐκκλησίας Ὁμολογίᾳ, Γεωργίῳ τε Χίῳ τῷ Κορεσσίῳ ἐν τοῖς περὶ μυστηρίων καὶ προορισμοῦ καὶ χάριτος καὶ τοῦ ἐφ’ ἡμῖν καὶ πρεσβείας καὶ προσκυνήσεως ἁγίων καὶ προσκυνήσεως εἰκόνων, καὶ ἐν τῇ πονηθείσῃ αὐτῷ ἀντιρρήσει κατὰ τῆς ἐν Φλανδρίᾳ ποτὲ τῶν αἱρετικῶν ἀθεμίτου συνόδου καὶ ἐν πολλοῖς ἄλλοις, Γαβριὴλ Πελοποννησίῳ τῷ Φιλαδελφείας μητροπολίτῃ καὶ Γρηγορίῳ πρωτοσυγκέλλῳ τῷ Χίῳ ἐν τοῖς περὶ μυστηρίων, Ἱερεμίᾳ τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως ἐν τρισὶ δογματικαῖς καὶ συνοδικαῖς πρὸς τοὺς ἐν Τυβίγγῃ τῆς Γερμανίας Λουθήρους ἐπιστολαῖς, Μελετίῳ τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξανδρείας ἐν τοῖς περὶ τοῦ μυστηρίου συγγράμμασι καὶ ἐν ἄλλοις πολλοῖς, Ἰωάννῃ ἱερεῖ καὶ οἰκονόμῳ Κωνσταντινουπόλεως τῷ Ναθαναήλ, Μελετίῳ Συρίγῳ τῷ Κρητὶ ἐν τῇ πονηθείσῃ αὐτῷ ὀρθοδόξῳ ἀντιρρήσει κατὰ τῶν κεφαλαίων καὶ ἐρωτήσεων τοῦ λεγομένου Κυρίλλου, Θεοφάνει τῷ πατριάρχῃ Ἱε­ροσολύμων ἐν τῇ πρὸς Ῥοξολάνους δογματικῇ ἐπιστολῇ, καὶ ἄλλοις μυρίοις. Πρὸ τούτων δὲ εἴρηται μάλιστα καλῶς Συμεὼν τῷ Θεσσαλονίκης, καὶ πρὸ ἐκείνου πᾶσι τοῖς πατράσι καὶ ταῖς οἰκουμενικαῖς συνόδοις, ἱστορικοῖς τε ἐκκλησιαστικοῖς, ναὶ μὴν καὶ τοῖς ἐπὶ τῶν χριστιανῶν Ῥωμαίων αὐτοκρατόρων συγγράψασι τὰς ἐξωτερικὰς ἱστορίας εἴρηται σποράδην, οἷς ἅπασι τὰ εἰρημένα χωρὶς πάσης ἀντιλογίας εἴληπται παρὰ τῶν Ἀποστόλων, ὧν αἵ τε διὰ γραφῆς καὶ λόγου παραδόσεις διὰ τῶν πατέρων ἀφίκοντο μέχρις ἡμῶν.
Συνίστησι δὲ τὰ εἰρημένα καὶ ὁ παρὰ τῶν αἱρετικῶν λόγος· Νεστορῖται. μὲν γάρ, Μαρωνῖται, εἴτουν Μονοθελῆται, Ἀρμένιοί τε καὶ Κόπται καὶ Σύροι καὶ ἔτι Αἰθίοπες οἱ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἐπέκεινα τούτου κατὰ τὸν χειμερινὸν τροπικὸν οἰκοῦντες, οὓς καὶ Χαμπεσίους καὶ Ἀβυσσίνους οἱ ἐνταῦθα κοινῶς ὀνομάζουσιν, ἐξ ἀρχαιοτάτων χρόνων ἐπειδὴ ἀπερράγησαν τῆς καθόλου Ἐκκλησίας, καὶ ἕκαστος τούτων ἔχει μόνην τὴν αἵρεσιν, ἣν οἱ πάντες ἀπὸ τῶν πρακτικῶν τῶν οἰκουμενικῶν ἴσασι συνόδων. Περὶ μέντοι τοῦ σκοποῦ καὶ τοῦ ἀριθμοῦ τῶν ἱερῶν μυστηρίων καὶ τῶν εἰρημένων ἡμῖν ἀνωτέρω ἁπάντων, καὶ σαφέστατα ἰδίως περὶ τοῦ σημαινομένου τῆς μετουσιώσεως, ὡσαύτως πιστεύουσι τῇ Καθο­λικῇ Ἐκκλησίᾳ, ὡς αὐτοῖς ὄμμασιν ὅσαι ὧραι βλέπομεν καὶ αἰσθήσει καὶ λόγῳ μανθάνομεν ἐνταῦθα ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλήμ, ἐν ᾗ ἀπὸ πάντων καὶ οἰκοῦσι καὶ πάντοτε ἐπιδημοῦσι πλεῖστοι ὅσοι παρ’ αὐτῶν, σοφοί τε, ὅσον τὸ κατ’ αὐτούς, καὶ ἰδιῶται.
Σιωπάτωσαν τοίνυν οἱ κενόφωνοι καὶ νεωτερισταὶ αἱρετικοί, καὶ μὴ ἐπιχειρείτωσαν ἔκ τε τῆς Γραφῆς καὶ τῶν πατέρων καθ’ ἡμῶν κλέπτοντες ῥησίδιά τινα σεσοφισμένως εἰς σύστασιν τοῦ ψεύδους, ὡς πεποιήκασι πάντες οἱ ἀπ’ αἰῶνος ἀποστάται καὶ αἱρετικοί, καὶ λεγέτωσαν ἓν καὶ μόνον, ὅτι προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις προῄρηνται λαλεῖν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ βλάσφημα κατὰ τῶν ἁγίων.

Ἐπίλογος.

Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα εἰς καθαίρεσιν τοῦ ψευδοῦς τῶν ἀντικειμένων, ὅπερ ἐπενόησαν κατὰ τῆς Ἀνατολικῆς Ἐκκλησίας, προβαλλόμενοι μέσον τῆς ἐπιφορᾶς τοῦ ψευδοῦς τὰ ἀσύστατα καὶ ἄθεα κεφάλαια τοῦ λεγομένου Κυρίλλου. Εἴησαν δὲ οὐκ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς ὡς ἀληθῶς ἀδίκως ἡμᾶς διασύρουσιν αἱρετικοῖς, ἀλλ’ εἰς σημεῖον πιστευόμενον καὶ εἰς διόρθωσιν τῶν καινοτομηθέντων αὐτοῖς καὶ ἐπιστροφὴν αὐτῶν πρὸς τὴν Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν, ἐν ᾗ πάλαι ποτὲ καὶ οἱ πρόγονοι αὐτῶν ἦσαν, καὶ ἐν ταῖς κατὰ τῶν αἱρετικῶν συνόδοις (ἃς νῦν αὐτοὶ ἀθετοῦντες καθυβρίζουσι) καὶ ἀγῶσι παρῆσαν. Ἄτοπον γὰρ πεπεῖσθαι αὐτοὺς (καὶ μάλιστα αὐχοῦντας εἶναι σοφούς) ἀνδράσι φιλαύτοις τε καὶ βεβήλοις καὶ λαλήσασιν οὐκ ἐκ τοῦ Πνεύματος τοῦ Ἁγίου, ἀλλ’ ἐκ τοῦ ἄρχοντος τοῦ ψεύδους, τὴν δὲ ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Θεὸς τῷ αἵματι τοῦ Υἱοῦ αὐτοῦ[10], ἐγκαταλιπεῖν καὶ ταύτης ἀποσκιρτῆσαι. Ἄλλως γὰρ ἂν αὐτοὺς μὲν τοὺς ἀπορραγέντας τῆς Ἐκκλη­σίας τὰ ἐκεῖσε δικαιωτήρια μετὰ τῶν ἐθνικῶν καὶ τελωνῶν δέξονται, τὴν δὲ Κα­θολικὴν Ἐκκλησίαν οὐ παρόψεται ὁ ταύτην ἕως ἄρτι ἀπὸ πάντων τῶν ἐναντίων διατηρῶν Κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν ἔτει σωτηρίῳ αχοβ΄, μηνὶ Μαρτίῳ ις΄, ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλήμ.

† Δοσίθεος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης ἀποφαίνομαι καὶ ὁμολογῶ ταύτην εἶναι τὴν πίστιν τῆς Ἀνατολικῆς Ἐκ­κλησίας.

† Ὁ Πέτρας Δωρόθεος ὁρίσας ὑπέγραψα.
† Ὁ ἁγίας Ναζαρὲτ μητροπολίτης Παρθένιος.
† Ὁ Ἰωάσαφ ἐλάχιστος μητροπολίτης Πτολεμαῖδος καὶ Πολεισίδονος καὶ πρόεδρος Καισαρείας Παλαιστίνης ὑπέγραψα.
† Ὁ ταπεινὸς μητροπολίτης ἁγίας Βη­θλεὲμ Νεόφυτος ἀποφαίνομαι.
† Ὁ ταπεινὸς ἀρχιεπίσκοπος Γάζης Χριστόδουλος, καὶ τὸν τόπον ἐπέχων Ἰωαννικίου τοῦ θεοφιλέστατου ἀρχιεπισκόπου τοῦ ἁγίου Σπηλαίου, ὁρίσας ὑπέγραψα.
† Ὁ ἐλάχιστος ἀρχιεπίσκοπος Λύδδης Ἀντώνιος.
† Ὁ Χριστόφορος ἁμαρτωλὸς ἀρχιεπίσκοπος Νεαπόλεως καὶ πρόεδρος Σεβαστείας ὑπέγραψα.
† Ὁ μέγας ἀρχιμανδρίτης τοῦ ἁγίου Τάφου Δανιὴλ ἱερομόναχος συναινῶν ἐν πᾶσι τοῖς ἄνω ὑπέ­γραψα.
† Κύριλλος ἱερομόναχος καὶ μέγας Ἱεροσολύμων πρωτοσύγκελλος καὶ προηγού­μενος τῆς ἐν Τραπεζοῦντι τοῦ ἁγίου Τάφου μονῆς ὑπέγραψα.
† Μελέτιος ἀνάξιος ἱερο­μόναχος καὶ ἀρχιμανδρίτης καὶ ἀποκρισάριος τοῦ ἁγίου καὶ ζωηφόρου Τάφου πρὸς τὸν εὐσεβέστατον Ἰβήρων βασιλέα Παγκράτιον καὶ τοὺς ἐνδοξοτάτους αὐθέντας Κολχίδος καὶ Γγουρίας καὶ πάσῃ τῇ ἐνδημούσῃ ἐν τῇ ἄνῳ Ἰβηρίᾳ συνόδῳ ὁρίσας ὑπέγραψα.
† Ἰω­σὴφ ἱερομόναχος μπαρατασιέλνης, καθηγούμενος τῆς ἐν Ἱεροσολύμοις μονῆς τῶν Ἰβήρων συναινῶ.
† Ὁ καθηγούμενος τῆς ἁγίας Βηθλεὲμ Γρηγόριος ἱερομόναχος ὑπέγραψα.
† Ἀβέρκιος ἱερομόναχος καὶ καθηγούμενος τῆς σεβασμίας καὶ βασιλικῆς μονῆς τοῦ Ἀρχαγ­γέλου ὑπέγραψα.
† Ὁ καθηγούμενος τῆς ἁγίας Λαύρας τοῦ ἁγίου Σάββα Δανιὴλ ἱερομόναχος.
† Διονύσιος ἱερομόναχος καὶ ἡγούμενος τοῦ ἁγίου Ἠλιοῦ συναινῶ.
† Ἀρσένιος ἱερομόναχος καὶ καθηγούμενος τοῦ ἐν Πεζαλᾷ τοῦ ἁγίου Γεωργίου ὑπέγραψα.
† Ὁ καθηγούμενος τῆς ἁγίας Θέκλης Νεόφυτος ἱερομόναχος.
† Γερμανὸς ἱερομόναχος καὶ ἐφη­μέριος τοῦ ἁγίου Τάφου.
† Ὁ πνευματικὸς τῶν μοναζουσῶν Καλλίνικος ἱερομόναχος ὑπέ­γραψα.
† Ὁ μέγας ἀρχιδιάκονος Ἱεροσολύμων Ἀξαρίας μετὰ τῶν λοιπῶν ἱεροδιακόνων συναινοῦμεν.
† Ὁ καθηγούμενος τοῦ Προδρόμου Μακάριος ἱερομόναχος.
† Ἀββακοὺμ σκευοφύλαξ τοῦ ἁγίου Τάφου ὑπέγραψα.
† Δανιὴλ ἱερομόναχος καὶ σύγκελλος Ἱεροσο­λύμων.
† Ὁ ἀπὸ Ῥωσίας τῆς μεγάλης Τιμόθεος ἱερομόναχος ὁμολογῶ ταύτην εἶναι τὴν πίστιν ἡμῶν καὶ τῆς Ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ μέγας οἰκονόμος Μιχαὴλ ἱερεὺς πι­στεύω καὶ ὁμολογῶ ταύτην εἶναι τὴν πίστιν ἡμῶν, ἣν κελεύει καὶ προστάττει ἡ ἀποστολικὴ καὶ Ὀρθόδοξος Ἐκκλησία (ὑπογραφὴ ἀραβιστί).
† Ὁ μέγας σκευοφύλαξ Ἰσαὰκ ἱε­ρεὺς (ὑπογραφὴ ἀραβιστί).
† Ὁ μέγας σακελλάριος Μιχαὴλ ἱερεὺς (ὑπογρ. ἀραβ.).
† Ὁ μέγας σακελλίου Μωϋσῆς ἱερεύς.
† Ὁ πρωτοπαπᾶς Σουροὺρ ἱερεὺς (ὑπογρ. ἀραβ.).
† Ὁ οἰκονόμος Λύδδης Ἠλιοῦ ἱερεύς.
† Ὁ οἰκονόμος Ῥεμπλίου Σουλεϊμὰν ἱερεύς.
† Ὁ πρωτοπαπᾶς Λύδδης Ἀγάπιος ἱερεὺς μετὰ τῶν σὺν ἐμοὶ ἱερέων Habib (ὑπογρ. ἀραβ.).
† Γερμανὸς ἱερομόναχος καὶ ἔξαρχος τῆς ἀρχιεπισκοπῆς Ἰόππης συναινῶ.
† Γεώργιος ἱερεὺς οἰκονόμος Καισαρείας Παλαιστίνης (ὑπογρ. ἀραβ.).
† Συμεὼν ἱερεὺς ἐφημέριος τοῦ ἐν τῷ Καρμηλίῳ ἁγίου Ἠλιοῦ, (ὑπογρ. ἀραβ.).
† Ὁ πρωτοσύγκελλος Μολδοβλαχίας Γρηγόριος ἱερεὺς ὁμολογῶ ταύτην εἶναι τὴν καθολικὴν πίστιν ἡμῶν καὶ τῆς Ἀνατολικῆς Ἐκκλησίας.
† Σεραφεὶμ ἱεροδιάκονος ὁ ἀπὸ Μιλήτου ὁμοίως ἀποφαίνομαι.
† Ὁ σύγκελλος Ἱεροσο­λύμων Γεννάδιος ἱερομόναχος ὑπέγραψα.
† Ὁ οἰκονόμος Νεαπόλεως Μωϋσῆς ἱερεὺς (ὑπογρ. ἀραβ.).
† Ὁ Φιλήμων ἱερομόναχος καὶ ἀρχιμανδρίτης καὶ διοικητὴς τῆς ἁγιωτάτης μητροπόλεως Βόστρων ὁρίσας ὑπέγραψα.
† Μακάριος ἱερομόναχος ὁ ἀπὸ Κρήτης καὶ κῆρυξ τοῦ ἁγίου καὶ ἱεροῦ Εὐαγγελίου καὶ πρὸς τοὺς ἐν Μακεδονίᾳ καὶ Ἀχαΐᾳ καὶ Ἀσίᾳ εὐσεβεῖς τοῦ ἁγίου Τάφου κομισάριος ὑπέγραψα.
† Ὁ οἰκονόμος τῆς ἁγίας Βηθλεὲμ Ἰησοῦς ἱερεύς.
† Γεώργιος ἱερεὺς καὶ ἐφημέριος τοῦ ἁγίου Σπηλαίου.
† Ἴσας ἱερεὺς καὶ ἐφημέριος τοῦ ἁγίου Σπηλαίου.
† Ὁ οἰκονόμος Πεξαλᾶ Ἱερεμίας ἱερεύς.
† Ὁ Χούρης Χαμπήμπης καὶ οἰκονόμος Πέτρας.
† Ὁ ἐφημέριος τοῦ ἁγίου ὄρους Θαβὼρ καὶ διοικη­τὴς τῆς κώμης αὐτοῦ, καὶ κώμης Ναῒν καὶ τῶν πέριξ, ἤτοι Πασχάλης ἱερεὺς ὑπέγραψα.
† Λεόντιος ἔξαρχος Σκυθοπόλεως.
† Ὁ ἔξαρχος ἤτοι διοικητὴς Γαβαῶν καὶ Ῥαμάλης Γερμανὸς ἱερομόναχος.
† Ὁ οἰκονόμος Γαζέων Ἀγάπιος ἱερεὺς καὶ οἱ σὺν ἐμοὶ ἱερεῖς καὶ διάκονοι.
† Ἀτιθέλας λογοθέτης Ῥεμπλίου.
† Γαλακτίων μοναχὸς καὶ σκευοφύλαξ.
† Γεώργιος ἱερεὺς καὶ οἰκονόμος Πτολεμαΐδος ὑπέγραψα.
† Γαβριὴλ ἱερομόναχος πρωτοσύγκελλος καὶ πρωτοψάλτης Ἱεροσολύμων ἐν ταύτῃ τῇ κατὰ τῶν αἱρετικῶν ἀπολογίᾳ, ἣν ὑπὲρ τῆς καθολικῆς ἡμῶν πίστεως ὁμοθυμαδὸν συνετάξαμεν, ὑπέγραψα.
† Ὁ δεύτε­ρος τῶν ἱεροδιακόνων Ἰουστῖνος καὶ δομέστικος Ἱεροσολύμων.
† Ἰωσὴφ ἱεροδιάκονος καὶ τρίτος τῶν διακόνων.
† Ἰακὼβ ἱεροδιάκονος.
† Ἀθανάσιος ἱεροδιάκονος.
† Ἰωακεὶμ ὁ μέγας ἐκκλησιάρχης.
† Ὁ κομισάριος πρὸς τοὺς κατ’ Ἀχρίδα εὐσεβεῖς Ἰωακεὶμ ἱερομό­ναχος.
† Λουκιανὸς ἱερομόναχος καὶ σύγκελλος Ἱεροσολύμων.
† Ὁ μέγας λογοθέτης τῆς Ἀναστάσεως Ἰωάννης (ὑπογρ. ἀραβ ).
† Ὁ μέγας πρωτονοτάριος Χαλήλης υἱὸς Πέτρου (ὑπογρ. ἀραβ.).
† Ὁ πριμικήριος Νάσαρ.
† Ὁ λαμπαδάριος Ἀντώνιος.
† Ὁ ῥεφερενδάριος Ἀθιτήλης.
† Ὁ ἡγούμενος Νεοχωρίου Κύριλλος ἱερομόναχος.
† Ὁ ἀρχιμανδρίτης τοῦ ἁγίου Τάφου καὶ ἀποκρισάριος πρὸς τὸν γαληνότατον αὐτοκράτορα Μοσχοβίας Ἀλέξιον Ἰωάσαφ ἱερομόναχος ὑπέγραψα.

Τὸ πάρον ὡς ἄνωθεν, μετὰ πασῶν τῶν ὑπο­γραφῶν δηλονότι καὶ πάσης τῆς πραγματείας, κατέστρωται ἐν τούτῳ τοῦ καθ’ ἡμᾶς ἀποστολικοῦ θρόνου κώδικι, εἰς μνήμην αἰώνιον ἅμα καὶ ἀσφάλειαν. Μαρτίου κ΄, αχοβ΄.

Ὁ Ἱεροσολύμων Πατριάρχης Δοσίθεος ἰδίᾳ χειρὶ γράφομεν καὶ ἀποφαινόμεθα.
Ὁ πρῴην Ἱεροσολύμων Πατριάρχης Νεκτάριος ἀποφαινόμενος ὁμολογῶ ταύτην εἶναι τὴν πίστιν ἡμῶν καὶ τῆς Ἀνατολικῆς Ἐκκλησίας.

(Τόπος σφραγῖδος τοῦ Πατριάρχου Δοσιθέου)

Ὁ Νεκτάριος μοναχὸς καὶ ὑπομνηματογράφος τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσεως συναποφαινόμενος τῇ ἁγίᾳ Συνόδῳ ὑπέγραψα.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 701-733.




[1] Ψαλμ. 43,23.
[2] Ψαλμ. 65,12.
[3] Λ. Προσθήκη Δοσιθέου ἐν τῇ Γ΄ ἐκδόσει καὶ τῷ Κώδ. 258:
«Ὡς καὶ οἱ ἀνατολικοὶ ἐν ταῖς προηγουμέναις διαλέξεσι τοῦ ἐν Φλωρεντίᾳ συνεδρίου τοῖς πατράσιν ἔλεγον, ἐξῆν πρὸ τῆς τρίτης συνόδου ἐν ταῖς ἀναγκαίαις χρείαις καὶ συλλογαῖς συγγράφειν ὅρον τῆς πίστεως καὶ τῷ κοινῷ ἐκδιδόναι πληρώματι τῆς Καθολικῆς Ἐκκλησίας, ὡς πεποιηκυῖα φαίνεται ἡ πρώτη ἐν Νικαίᾳ οἰκουμενικὴ σύνοδος, ἧς τὸ ἐλλεῖπον ἡ δεύτερα οἰκουμενικὴ ἀναπτύξασα προσέθετο· φημὶ τὴν περὶ τοῦ παναγίου Πνεύματος διδασκαλίαν πληρεστάτην ἐξέθετο καὶ σαφεστάτην, ἀμυδρῶς πως περιεχομένην ἐκεῖσε· καὶ περὶ τῆς τοῦ μονογεννους θεολογίας πολλὰς λέξεις ἤμειψε, τινὰς δὲ καὶ προσέθετο, καὶ ὡς εἰπεῖν τελείως καὶ μεμεστωμένως τὴν τῆς καθολικῆς πίστεως γνώμην ἐκθεμένη ἡμῖν παρέδωκε. Τῆς τρίτης δὲ οἰκουμενικῆς συνόδου ἐν τῇ Ἐφεσίων μητροπόλει γεγενημένης, ἡγουμένου Κυρίλλου τοῦ τρισμάκαρος, κωλυσάσης πάντῃ καὶ πάντως τῷ προστιθέσθαι τῷ κοινῷ τῆς πίστεως ὅρῳ, οὐκ ἐξῆν τοῦ λοιποῦ οὔτε συνόδῳ οἰκουμενικῇ (ἵνα μὴ τἀναντία δόξωσιν αἱ σύνοδοι λέγειν ἐν τοῖς περὶ Θεοῦ), οὔτε μήν τινι τῶν πατέρων προστίθεσθαι ἢ ἀφαιρεῖν τοῦ εἰρήμενου συμβόλου. Διὰ τοῦτο ὁ τρισμακάριστος πάπας Ἀγάθων, ὁ συναγωνισάμενος τῇ οἰκουμενικῇ ἕκτῃ συνόδῳ, γράφων πρὸς τοὺς αὐτοκράτορας Ῥωμαίων εὔχεται, μήτε μέχρι συλλαβῆς γενέσθαι προσθήκην ἢ ἀφαίρεσιν ἐν τῷ κοινῷ τῆς πίστεως ὅρῳ· ἐξῆν μέντοι τοῖς πατράσι κοινῶς τε καὶ ἰδίως συγγράφειν κατὰ τῶν ὁπωσδήποτε ἀποσχιζομένων τῆς Καθολικῆς Ἐκκλησίας καὶ βοηθεῖν τῇ κοινῇ πίστει τὸν ἐνόντα τρόπον. Οὗτος δὲ ὁ φημιζόμενος Κύριλλος ὁ Λούκαρις ὅρους μὲν τῆς πίστεως ἐξέθετο ψυχοφθόρους, καθ’ ἑαυτὸν δὲ συγγράψαι κατὰ τῶν κεφαλαίων οὐκ ἠβουλήθη. Εἰ δέ που δυσειδὲς ἦν αὐτῷ τὸ κοπιάσαι ὑπὲρ Χριστοῦ καὶ κατὰ πλάτος ἀγωνίσασθαι κατὰ τῆς ἐγκειμένης ἐν τοῖς κεφαλαίοις ἀσεβείας, ἀλλὰ κἂν ἐν ὀλιγίστοις συγγράψαι κατὰ τῶν συκοφαντῶν τῆς Ἐκκλη­σίας ἐχρῆν, ὥς που καὶ Βασίλειος ὁ μέγας συκοφαντηθείς, εἰ καὶ μὴ κατὰ τῶν κατηγόρων συνέγραψεν ἐν πολλοῖς, ἀλλ’ οὖν γε ἐν μιᾷ πρὸς ὀρθόδοξον ἀδελφὸν ἐπιστολῇ ἀπολογησάμενος πᾶσαν ἀμφιβολίαν τῆς κατ’ αὐτοῦ ἐρεσχελίας διέλυσε· καὶ δὴ καὶ Διονύσιος ὁ Ἀλεξανδρείας, ὡς τὰ Σαβελλίου φρονῶν κατηγορηθεὶς εἰς τὴν Ῥώμην καὶ αἰτιαθείς, δι’ ἐπιστολῆς ἀνέτρεψε τὰ κατ’ αὐτοῦ καὶ ἠθώωσεν ἑαυτόν. Σύνηθες»
[4] Δευτ. 11,12.
[5] Λουκ. 18,2 ἑξ.
[6] Μάρκ. 13,33.
[7] Λουκ. 21,36.
[8] Α΄ Θεσ. 5,6,17.
[9] Β΄ Κορ. 4,7.
[10] Πράξ. 20,28.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου