γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Σάββατο 6 Μαΐου 2017

Πρακτικά της εν Ιεροσολύμοις Συνόδου (1672 μ.Χ.), Μέρος Α΄


ΠΡΑΚΤΙΚΑ
ΤΗΣ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.

ΜΕΡΟΣ Α΄

Χριστὸς ἡγείσθω.
Ἀσπὶς Ὀρθοδοξίας ἢ ἀπολογία καὶ ἔλεγχος πρὸς τοὺς διασύροντας τὴν Ἀνατολικὴν Ἐκκλησίαν αἱρετικούς, φρονεῖν ἐν τοῖς περὶ Θεοῦ καὶ τῶν θείων ὡς κακοφρονοῦσιν οὐτοὶ αὐτοί οἱ Καλουΐνοι δηλονότι, συντεθεῖσα παρὰ τῆς ἐν Ἱεροσολύμοις τοπικῆς συνόδου ἐπὶ Δοσιθέου Πατριάρχου Ἱεροσολύμων.
Τοῖς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ὀρθοδόξοις ἐπισκόποις, ἀδελφοῖς καὶ συλλειτουργοις ἡμῶν ἐν ἁγίῳ Πνεύματι, καὶ πᾶσιν ἁπλῶς τοῖς εὐσεβέσι καὶ ὀρθοδόξοις χριστιανοῖς, τέκνοις ἀγαπητοῖς ἡμῶν ἐν Κυρίῳ, χαίρειν.
Καιρὸς τοῦ λαλεῖν καὶ καιρὸς τοῦ σιγᾶν ὁ σοφὸς Ἐκκλησιαστὴς παραινεῖ, ἐν οἷς που καιρὸν εἶναι παντὶ πράγματι ἀποφαίνεται[1], ὡσανεὶ ἔλεγεν, ἀνάγκης μὴ οὔσης σίγα, καιροῦ δὲ κατεπείγοντος λάλει. Ἀνάγκη μὲν γὰρ λαλεῖν οὐκ ἔστι τὸν μὴ ἐρωτώμενον, ἐρωτώμενον δὲ περί τινος χρησίμου καὶ ἀναγκαίου λόγου, ἐπιστάμενόν τε καὶ μὴ ἀποκρινόμενον, ἐσχάτης ἂν εἴη μοχθηρίας. Εἰ δέ που τὸ ἐρωτώμενον περὶ Θεοῦ ἢ θείων πραγμάτων καθέστηκε, πῶς οὐκ ἀσεβείας γραφήσεται ὁ εἰδώς, καὶ σιγὴν ἄγειν ἑλόμενος; Καὶ ἡμεῖς τοιγαροῦν ὅσον τὸ καθ’ ἡμᾶς ἀμφοτέρων τούτων, σιγῆς καὶ λόγου φημί, διαιτηταὶ μεμαθήκαμεν εἶναι, κατὰ τὸν εἰπόντα, «οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει»[2]· μάλιστα δὲ σιω­πᾶν, Θεοῦ ἐπιτάττοντος· «σιώπα γάρ, φησί, καὶ ἄκουε Ἰσραήλ»[3]· οὐ γὰρ μόνον λαλεῖν, ἀλλὰ καὶ ἀκούειν τῶν χρήσιμα λεγόντων προστετάγμεθα· καὶ αὖθις λαλεῖν τού­του κελεύοντος, καὶ στόμα ἀνοίγοντος, καὶ φωνὴν διδόντος. Μανθάνομεν γὰρ πρὸς μὲν τὸν Ἰεζεκιὴλ πολλάκις εἰρηκέναι· «υἱὲ ἀνθρώπου, εἶπον τῷ οἴκῳ Ἰσραήλ»[4]. Καὶ ἐν ἑτέρῳ πάλιν πρὸς αὐτόν· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεταί σου τὸ στόμα καὶ λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθήσῃ ἔτι»[5]. Πρὸς δὲ τὸν Μωϋσῆν, στελλόμενον πρὸς Φαραώ, ὑποστελλόμενον δὲ διὰ τὸ ἰσχνόφωνον καὶ βραδύγλωσσον· «πορεύου, ἔφη, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλῆσαι»[6]. Τούτοις οὖν καὶ τοῖς τοιούτοις γραφικοῖς παραδείγμασιν εὐσεβῶς καὶ ἡμεῖς ἑπόμενοι, καιρὸν οἴδαμεν σιωπῆς, μηδενὸς ἐνοχλοῦντος καὶ πρὸς λαλιὰν παρορμῶντος· ἐπειγόμεθα δ’ αὖ ἐρωτώμενοι, ἢ καὶ ἄλλως πως τοῦ καιροῦ κατεπείγοντος, φωνὴν ἀφιέναι. Ὅταν μὲν γὰρ περὶ πίστεως ἢ τῶν πιστευομένων τινῶν πραγμάτων λόγον ἀπαιτούμεθα, δεινὸν ἡγούμεθα τὸ ὑποστέλλεσθαι, Ἂν δὲ καὶ ἀσεβείας ἢ αἱρέσεως ἄλλης τίνος ἐγκαλούμεθα παρ’ ἑτεροδόξων ἀνδρῶν, καὶ πρὸς οὐδὲν ἄλλο χρήσι­μον ἀποβλεπόντων, ἢ πρὸς τὸ συστῆσαι τὴν ἑαυτῶν δόξαν ἐκ τοῦ διασύρειν τοὺς ἄλλους, τότε δὴ τὸν Ἠλιοῦ ζῆλον ἀναλαβόντες, θερμότερον διεγειρόμεθα πρὸς ἀπάντησιν, καὶ πάσχοντες τὰ τοῦ Ἱερεμίου, τὰ αὐτὰ ἐκείνῳ φθεγγόμεθα· «τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μεμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, καὶ κραυγὴν πολέμου»[7].

Σάλπιγγος γὰρ ἀγρίας ἠχωδέστερα καὶ πολέμου δεινοῦ βαρύτερα βροντιῶσι τὰ ἔναγχος ἀπὸ Γαλλίας ἐλθόντα πρὸς ἡμᾶς (ὡς μὴ ὤφελον ἐνηχηθῆναι καὶ παρ’ ἡμῖν) μηνύματα. Οἱ γὰρ ἐν ἐκείναις εὑρισκόμενοι Καλουΐνοι, ἐθελοντὶ κακουργοῦντες, φασὶ τὴν ἀποστολικὴν καὶ ἁγίαν ἡμῶν Ἐκκλησίαν, τὴν ἀνατολικὴν δη­λαδή, φρονεῖν ἐν τοῖς περὶ Θεοῦ καὶ τῶν θείων, ὡς αὐτοὶ ἐκεῖνοι κακοφρονοῦσιν. Οὐ μόνον δὲ λόγοις, ἀλλὰ καὶ συγγράμμασιν οἱ αἱρετικοὶ οὗτοι, ὡς φαίνε­ται παρά τινι Κλαυδίῳ, ὑφηγητῇ τοῖς ἐν Καρεντονίῳ Καλουΐνοις, ἐπεχείρησαν ἡμῶν κατηγορεῖν, (ὃ καὶ μάλιστα εἰς τὸ προκείμενον ἔργον ἡμᾶς παροτρύνει), μὴ εἰδότες οὔτε τὶ λέγουσιν, οὔτε περὶ τίνος διαβεβαιοῦνται, οὐκ αἰδούμενοι οὔτε κἂν τοὺς ἀνθρώπους, ὧν ἐνώπιον τοσαῦτα ψεύδεσθαι κατατολμῶσι.
Τούτων οὖν οὕτως ἐχόντων, ἐπειδὴ χάριτι Χριστοῦ συνήλθομεν χάριν ἐγκαι­νίων τοῦ θειοτάτου ναοῦ τῆς ἐν Βηθλεὲμ κατὰ σάρκα γεννήσεως τοῦ σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ, -ὃν ὁ Κύριος ἀνοικοδομηθῆναι ἐν τοῖς πανδείνοις τούτοις καιροῖς τοῦ διωγμοῦ, καὶ χαρισθῆναι κεκαλλωπισμένον τοῖς ἁπανταχοῦ γῆς γνησίοις τέκνοις τῆς Καθολικῆς Ἐκκλησίας ηὐδόκησεν-, εὑρισκομένων μεθ’ ἡμῶν καὶ τῶν ἀπὸ τῶν περάτων τῆς γῆς ἐπιδημούντων προσκυνητῶν, ἱερέων, κληρικῶν, καὶ λοιπῶν χριστιανῶν, ᾠήθημεν δεῖν ἐν συνόψει τὴν περὶ ὧν ἡ τιθηνὸς ἡμῶν Ἀποστολικὴ Ἐκκλησία κατηγορεῖται δόξαν εἰπεῖν, ἵνα καὶ δι’ ἡμῶν ἡ παραδοθεῖσα παρὰ τοῦ Κυρίου, καὶ κηρυχθεῖσα παρὰ τῶν Ἀποστόλων, καὶ φυλαχθεῖσα παρὰ τῶν ἁγίων Πατέρων καθολικὴ καὶ ὀρθόδοξος πίστις ἡμῶν φανερὰ ᾖ ἐν ὅλῳ τῷ κόσμῳ, καὶ τὸ ψεῦδος τῶν ἐναντίων φωραθέν, (καίτοι πεφωραμένον προόν, καὶ καθ’ ἑαυτὸ ὡς τραγελάφους πλάττον, καὶ ὑπὸ πολλῶν τῶν πρὸ ἡμῶν), ἡ ἀλήθεια ὡς εἰκὸς λαμπρότερον ἡλίου λάμπουσα γνωρισθῇ. Εἰ δέ που καὶ φανείημεν ταυτολογοῦντες, καὶ πολλάκις ἀποφαινόμενοι περὶ τοῦ αὐτοῦ, ἀλλὰ τοῦτο πρὸς κατάληψιν τελείαν τῶν λεγομένων παντὶ τῷ ἐγκύπτοντι τῷ συγγράμματι πεφιλοπόνηται.
Ἴστεον οὖν ὅτι οἱ πρόκριτοι τῶν αἱρετικῶν τούτων, οὐκ ἀγνοοῦντες τὴν τῆς Ἀνατολικῆς Ἐκκλησίας δόξαν, φασὶν αὐτὴν ἴσα ἐκείνοις πρεσβεύειν ἐν τοῖς περὶ Θεοῦ καὶ τῶν θείων· ἀλλ’ ἐξεπίτηδες αὐτῆς κατηγοροῦσι πρὸς ἀπάτην μάλιστα τῶν ἁπλουστέρων. Τῶν δυτικῶν γὰρ ἀποσχισθέντες, εἴτουν ἀπορραγέντες, καὶ ἔπειτα πᾶσαν ἁπλῶς τὴν Καθολικὴν Ἐκκλησίαν ἀποποιησάμενοι, καὶ ἐλεγχόμενοι προφανῶς ὡς αἱρετικοί εἰσι, καὶ αἱρετικῶν οἱ κορυφαιότατοι. Ἐπειδὴ οὐ μόνον καινῶν καὶ γελοίων δογμάτων (εἰ δέον ὅλως τοὺς μύθους δόγματα ὀνομάζειν) ἐγένοντο διὰ φιλαυτίαν εἰσηγηταί, ἀλλὰ καὶ μηδόλως Ἐκκλησίας μετέχουσιν, ὡς μηδεμίαν ὁπωσοῦν κοινωνίαν ἔχοντες μετὰ τῆς Καθολικῆς Ἐκκλησίας, ὡς εἴρηται. Καὶ ὥσπερ δεδιότες μήποτε ἐπιστραφῶσιν οἱ ἀθλίως ἐκείνοις προσέχοντες, ἐπενόησαν λέγειν τουτὶ τὸ προφανέστατον ψεῦδος, ὅτι ἅπερ αὐτοὶ περὶ πίστεως φρονοῦσι, ταῦτα καὶ ἡ ἀνατολικὴ φρονεῖ Ἐκκλησία, (τοῦ Θεοῦ κἀνταῦθα θαυματοποιοῦντος καὶ δεικνύοντος, τὸν μὴ κοσμούμενον κἂν τῷ τῆς Ἐκκλησίας ὀνόματι, ἀδύνατον μήτε χριστιανὸν λέγεσθαι, μὴ ὅτι γε χριστιανὸν εἶναι· διδάσκοντος δὲ αὐτοὺς ἐκ τούτου τῇ Καθολικῇ Ἐκκλησίᾳ προστεθῆναι, εἰ καὶ οὐ συνίεσαν). Καὶ τοῦτο οὐχ ὡς πρεσβεύοντες τὰ ἡμετέρα παντάπασιν εἶναι ἀληθῆ. Εἰ γὰρ οὕτως ἦν, οὐκ ἂν ἐν ἄλλοις κατηγόρουν ἡμῶν, ἀλλ’ ἐν πᾶσι συνῄνουν· οὔτε μὴν διδά­σκαλοι ἡμῶν προεθυμοῦντο γενέσθαι, οἱ χθὲς καὶ πρότριτα φρυάξαντες ἐμελέτησαν κενά· ἀλλὰ παρ’ ἡμῶν μαθεῖν καὶ ἡμῖν πείθεσθαι ἤθελον, φρονοῦσιν ἅπερ <οἱ> Ἀπόστολοι μὲν ἐκήρυξαν, ἡ καθολικὴ δὲ ἐφρόνησε καὶ φρονεῖ Ἐκκλησία, καὶ δὴ καὶ φρονήσει εἰς τὸν αἰῶνα (ἕως ἂν ἔλθῃ δηλονότι ὁ Κύριος) ἐν αὐτῷ Θεῷ σωτῆρι ποδηγέτῃ. Ἀλλ’ ὅτι μακρὰν ἐκείνων διεστηκότων ἡμῶν, καὶ τρόπῳ τινὶ μὴ δυναμένων πᾶσι Καλουΐνοις γνώριμον ἀποκαταστῆσαι τὸ κατ’ ἐκείνων τῶν ἰδίων καθηγεμόνων σκευώρημα, ἤρκεσεν αὐτοῖς πρὸς μόνην ἀπάτην τῶν ἁπλουστέρων ἐγκαυχᾶσθαι, ὅτι εἴ τι Καλουΐνοις κεκαινοτόμηται, τοῦτο καὶ ἡ ἀνατολικὴ φρονεῖ Ἐκκλησία, καὶ τἀνάπαλιν. Ἀλλ’ ὡς ἀδύνατον ἐν ταὐτῷ ἅμα εἶναι φῶς καὶ σκό­τος, ἢ Χριστὸν καὶ Βελίαρ, οὕτως ἀδύνατον τοῖς ἐναντίοις, ἕως ἂν ὑπὸ προστάτῃ Καλουΐνῳ αἱρεσιάρχῃ τελοῦσι, ταὐτὸν εἶναι ἐν τοῖς περὶ πίστεως τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ.
Ὅτι δέ οἱ καλοὶ οὗτοι ἄνθρωποι οἴδασι τὴν ὀρθόδοξον τῆς Ἀνατολικῆς Ἐκ­κλησίας δόξαν (εἰ καὶ ὑποκρίνονται μὴ εἰδέναι), φανερόν. Πρῶτον ἔκ τε τῆς ἁγίας Γραφῆς αὐτῆς (ἣν οὗτοι μάλιστα μεγαλορρημονοῦσιν εἰδέναι) καὶ ἀπὸ τῶν ἁγίων τῆς Καθολικῆς Ἐκκλησίας θεολόγων. Οἴδασι γὰρ σαφῶς, οἴδασιν οἱ κατήγοροι οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ, ὅτι εἴπερ δίκαιος ὁ Θεός, καὶ εἴπερ πατὴρ πάντων ἡμῶν ἐστίν, ὡς αὐτός που εἴρηκεν ἐν πολλοῖς, καὶ ὅτι ἐντολαὶ ἐδόθησαν τοῖς ἀνθρώποις ὡς ἀναγκαῖόν τι χρῆμα πρὸς σωτηρίαν, καὶ ὅτι αἵρεσις μὲν τοῦ καλοῦ, φυγὴ δὲ τοῦ κακοῦ, διδάσκονται παρὰ τῆς Γραφῆς· καὶ ὅτι ἑνὶ ἑκάστῳ ἀποδοθήσεται καθ’ ἃ ἔπραξεν, καὶ ὅτι ὁ Θεὸς οὐκ ἔστι τῶν κακῶν αἰτία, οὔτε μὴν προσωπολήπτης, ὥστε ἀναιτίως τοῦτον μὲν ἀγαπᾶν, τοῦτον δὲ μισεῖν, ἀλλὰ πάντων βούλεται καὶ θέλει τὴν σωτηρίαν, ὅτι βεβαία καὶ ἀναγκαία ἡ τοῦ αὐτεξουσίου θέσις, ὃν τρόπον πρεσβεύει ἡ Καθολικὴ Ἐκκλησία, πάντῃ δὲ διώκτεα τῶν ἱερῶν τῆς πίστεως περιβόλων ἡ φλυαρία τῆς εἰσηγήσεως τοῦ ἑλλη­νικοῦ τῆς εἱμαρμένης μύθου, ὃν ὡς λήμην φθοροποιὸν ἡ τοῦ Καλουΐνου τοῖς ἀνθρώποις εἰσήνεγκε μοχθηρία, πᾶσαν μὲν ἀρετὴν τοῦ κατὰ Χριστὸν βίου διώκων, (δι’ ἣν Χριστὸς ἐνηνθρώπησε), πᾶσαν δὲ κακίαν καὶ ἀνομίαν εἰσάγων· καὶ τὸ δεισιδαιμόνειον ἐκεῖνο καὶ ψευδεπίπλαστον, ὅτι ἡ πίστις δηλαδὴ ἁπλῶς καὶ μόνη σῴζει τὸν ἄνθρωπον, οὐδοτιοῦν ἰσχυόντων τῶν ἔργων, ἃ ἡ Γραφὴ τρανώτατα ποιεῖν τὸν θέλοντα τυχεῖν σωτηρίας προτρέπεται, ἐπειδὴ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι.
Καὶ ὅτι εἰ δεῖ πείθεσθαι Παύλῳ, καὶ ταῖς οἰκουμενικαῖς ὑπείκειν συνόδοις, καὶ ἱστορικῶν τῶν περὶ τῶν ἐξ ἀρχῆς τῇ Ἐκκλησίᾳ συμβάντων, ὅσον τὸ κατ’ αὐ­τοὺς ἀποφαινομένων ἀκούειν, καὶ μὴ ἐναντιοῦσθαι τοῖς ἐγγὺς τῶν Ἀποστόλων χρηματίσασι διδασκάλοις καὶ πνευματοφόροις ἀνδράσι, καὶ τοῖς μετέπειτα ἐκείνων συγγράψασι, συντομωτέρῳ τρόπῳ μέν, ταὐτὰ δὲ ἐκείνοις τοῖς θείοις πατράσι, καὶ ἁπλῶς τῇ θείᾳ Γραφῇ ἐν πολλοῖς ἀποφαινομένῃ σαφέστατα, (ἐξ ὧν ἁπάντων συνάγεται τὸ τῆς εὐσεβείας μυστήριον). Δεῖ καὶ ἑπτὰ εἶναι πιστεύειν τὰ μυστήρια τῆς Καθολικῆς Ἐκκλησίας, δι’ ὧν ἁγιαζόμεθα καὶ Χριστῷ συναπτόμεθα, καὶ τῆς μελλούσης ζωῆς λαμβάνομεν τὸν τέλειον ἀρραβῶνα, σπουδάζοντες ἐφ’ οἷς ἐκτίσθημεν ἔργοις ἀγαθοῖς, τὰς ἁγίας εἰκόνας προσκυνεῖν, τοῖς ἁγίοις χρῆσθαι μεσίταις, καὶ τιμᾶν αὐτοὺς ὡς φίλους Θεοῦ· καὶ ὅλως ἀπαρασαλεύτους κατὰ πάντα φυλάττειν τὰς παραδόσεις, ἃς κατέχει ἡ Καθολικὴ Ἐκκλησία, ἐξ αὐτοῦ τοῦ καιροῦ τῶν Ἀποστόλων, εἴτε διὰ λόγου εἴτε διὰ γραφῆς, ἣν ἀδύνατον ὅλως σφαλῆναι, ὡς πλουτοῦσαν διδάσκαλον τὸ Πνεῦμα τὸ ἅγιον. Οἴδασι, φαμέν, σαφῶς οἱ κατήγοροι καλῶς τήν τε Γραφὴν καὶ τοὺς πατέρας, καὶ ἑπομένως ἐξ ἐκείνων καὶ τὴν ὀρθό­δοξον πίστιν ἡμῶν· (οὐ γὰρ ἄλλο τί ἐστι τὸ φρόνημα τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἀλλ’ ἢ τὸ θεῖον ῥῆμα πιστευόμενον ὀρθῶς, καὶ ὑπὸ τῶν ἁγίων πατέρων ἀναπτυσσόμενον εὐσεβῶς, καὶ αἱ παρὰ τῶν Ἀποστόλων διὰ λόγου παραδόσεις, ὑπὸ τῶν πατέρων φυλαχθεῖσαι ἄχρις ἡμῶν)· ἀλλ’ ἐμμένοντες τῇ πεισμονῇ, ἥτις τοῖς αἱρετικοῖς ἐστιν ἴδιον, κωφεύουσι καὶ οὐ διορθοῦνται. Ἡμεῖς δὲ ἵνα μὴ τὰ τῆς Γραφῆς ἢ τὰ τῶν πάλαι πατέρων λέγοντες ἐπιλείψῃ ἡμᾶς ὁ χρόνος διηγουμένους, ἐκ τῶν καθ’ ἡμᾶς γεγενημένων ἀποδείξομεν τὸ προκείμενον.
Μετὰ γὰρ πεντήκοντα ἔτη τῆς Λουθήρου μανίας ὁ ἀπὸ Τυβίγγης τῆς Γερ­μανίας Μαρτῖνος Κρούσιος, μετὰ καὶ ἄλλων σοφιστῶν τῆς καινοτομίας Λουθήρου, (ἀδελφὰ δέ πως φρονεῖ Λούθηρος Καλουΐνῳ, εἰ καὶ ἔν τισι διαφέρειν δοκοῦσιν), ἔπεμψαν τὰ κεφάλαια τῆς αἱρέσεως αὐτῶν τῷ τηνικαῦτα πηδαλιουχοῦντι τὸ πλοῖον τῆς ἐν Κωνσταντινουπόλει ἀποστολικῆς Ἐκκλησίας ἀοιδίμῳ κυρ. Ἱερε­μίᾳ, ζητοῦντες παρ’ ἐκείνου καὶ ἀπόκρισιν, ἵνα εἰδῶσιν εἰ συμφωνῶσι τῇ δόξῃ τῆς Ἀνατολικῆς Ἐκκλησίας, (ὡς ἐκεῖνοι ἔλεγον). Ὁ δὲ ἀοίδιμος ἐκεῖνος τρεῖς πρὸς ἐκείνους καὶ κατ’ ἐκείνων συνεγράψατο λόγους, εἶτουν πραγματικὰς ἀπο­κρίσεις, πᾶσαν μὲν θεολογικῶς καὶ ὀρθοδόξως ἐλέγχων αὐτῶν αἵρεσιν, πᾶσαν δὲ γνώμην ὀρθόδοξον ἄνωθεν ἐπικρατήσασαν τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ διδάσκων αὐτούς, εἰ καὶ οὐ προσέσχον, ἅπαξ τῇ ἐυσεβείᾳ χαίρειν εἰπόντες. Ἔστι δὲ ἡ βί­βλος τυπωθεῖσα γραικολατινιστὶ ἐν Βιρτεμπεργίδι τῆς Γερμανίας, κατὰ τὸ αφπδ΄ ἔτος τῆς σωτηρίας.
Πρὸ τούτου δὲ τοῦ κυρ. Ἱερεμίου Ἰωάννης ἱερεὺς ὁ Ναθαναὴλ καὶ οἰκονόμος Κωνσταντινουπόλεως, ἐν ᾦ ἐξέθετο περὶ τῆς ἑρμηνείας τῆς ἱερᾶς λειτουργίας, καὶ μετὰ τοῦτον τὸν κυρ. Ἱερεμίαν Γαβριὴλ Σεβῆρος ὁ ἀπὸ Πελοπόννησου, μη­τροπολίτης τῶν Ἐνετίῃσιν ἀδελφῶν, ἐν ᾦ συνέγραψε περὶ τῶν ἱερῶν ἑπτὰ τῆς Κα­θολικῆς Ἐκκλησίας μυστηρίων συνταγμάτιον, ἀριδήλως καὶ ἐν τοῖς καθ’ ἡμᾶς καιροῖς τὴν τῆς Ἀνατολικῆς Ἐκκλησίας δόξαν παρέστησαν. Οὐ μόνον δὲ οὖτοι, ἀλλὰ καὶ ἄλλοι πολλοὶ περὶ τῶν τοιούτων ὑποθέσεων συνεγράψαντο νεωστί, οὓς ἀριθμήσομεν ἐν καιρῷ ἰδίῳ. Πρὸ ἐτῶν δὲ μάλιστα ἓξ ἡ ἑπτὰ βίβλος τετύπωται, ἐπιγραφομένη Ὁμολογία Ὀρθόδοξος τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἣν συνεγράψατο μὲν ὁ ἁγιώτατος ἐκεῖνος μητροπολίτης Κιέβου Πέτρος, ἐσαφήνισε δὲ καὶ διωρθώσατο, εἴ τι σαφηνείας καὶ διορθώσεως ἐδεῖτο ἐν αὐτῇ, προτροπῇ τῆς ἐν Γιασίῳ συνόδου, ὁ τῆς ἐν Κωνσταντινουπόλει μεγάλης Ἐκκλησίας πρωτοσύγκελλος καὶ διδάσκαλος Μελέτιος ὁ Συρίγου, ὁ ἀπὸ Κρήτης ὁρμώμενος, ἐδέξατο δ’ αὐτὴν καὶ δέχεται ἁπαξαπλῶς πᾶσα ἡ Ἀνατολικὴ Ἐκκλησία· ἐξέδωκε δ’ αὐτὴν τύπῳ, μηδὲν ἀφαιρέσας ἢ προστεθεικὼς ταύτῃ, ἀλλὰ κατὰ πάντα ὁμοίαν τῷ πρωτοτύπῳ, ὁ πάντ’ ἀγαθός, ὁ ἐκλαμπρότατος καὶ σοφώτατος ἄρχων κύριος Παναγιώτης, ὁ μέγας ἑρμηνεὺς τοῦ ἀνατολικοῦ καὶ δυτικοῦ κράτους, καὶ τῆς εὐσεβείας ἄκρος ζηλωτής.
Εἰ οὖν ταῦτα πάντα οἱ ἐναντίοι ἴσασι, καὶ παρ’ ἐκείνοις αἱ πλεῖσται τῶν βίβλων τετύπωνται, ἔπειτα κατηγοροῦσιν ἡμῶν, δῆλον ὅτι οὐκ ἀγνοοῦντες τὴν πίστιν ἡμῶν, ἀλλ’ ἀναισχυντοῦντες καὶ πρὸς ἀπάτην τῶν ἁπλουστέρων περιάπτειν ἡμῖν ἀνοίκεια ἐπιχειροῦσιν.
Ἀλλὰ καλῶς λέγεταί τισιν, ὅπερ καὶ ἀληθές ἐστιν, ἁπλοῦν δηλαδὴ εἶναι τἀληθές, πολυσχιδὲς δὲ τὸ ψεῦδος. Ὅθεν οἱ καλοὶ οὖτοι ἄνθρωποι, τὸ πεπλασμένον αὐτοῖς τουτὶ ψεῦδος ἐπὶ σαθρῷ θεμελίῳ ἐπερειδόμενον ὑπονοοῦντες, πρὸς ἄλλο ὀλεθριώτατον καὶ ὅλως ἀνυπόστατον καταφεύγουσιν ἐπιχείρημα. Ὡς περι­κάλυμμα γὰρ τοῦ μὴ ὑπὸ πάντων τῶν ἐν τῇ Εὐρώπῃ ὁπωσοῦν χριστιανῶν ἐλέγχεσθαι, καὶ ὑπὸ τῶν ἐν τῇ ἑῴᾳ καταγινώσκεσθαι αὐτοὺς ὡς προφανῶς καταψευδομένους, προβάλλονται τὸν πρὸ τεσσαράκοντα ἐτῶν ἐν Κωνσταντινουπόλει πατριαρχεύσαντα Κύριλλον Κρῆτα τὸν Λούκαριν, ὡς δεδωκότα τυχὸν ὁμολογίαν, ἀριθμουμένην ἐν κεφαλαίοις δέκα ὀκτὼ καὶ ἐρωτήσεσι τέσσαρσιν, ὡς ἐκ προσώ­που δῆθεν τῆς Ἀνατολικῆς Ἐκκλησίας, ἄττα δείκνυσι τὴν Ἀνατολικὴν Ἐκκλησίαν ὅμοια φρονεῖν, οἷς ἐκεῖνοι φρονοῦσιν. Ἀλλ’ εὐχείρωτον καὶ τουτὶ τὸ μέγιστον τούτων ματαιολόγημα καὶ παντάπασιν ἀδύνατον. Δειχθήσεται γὰρ σὺν Θέῳ ποδηγέτῃ:
Πρῶτον, ὅτι Κύριλλον οὐδέποτε τοιοῦτον ἐγνώρισεν ἡ Ἀνατολικὴ Ἐκκλησία, οἷον εἶναί φασιν οἱ ἀντίδικοι, οὔτε ἐκείνου πώποτε οἶδε τὰ κεφάλαια συγγραφήν.
Δεύτερον, ὅτι εἰ καὶ καθ’ ὑπόθεσιν ἐκείνου ἦν, ἀλλὰ πάντῃ λαθραίως ἐκεῖνα ἐξέδωκε, μηδενὸς εἰδότος τῶν ἀνατολικῶν, μὴ ὅτι γε τῆς Καθολικῆς Ἐκκλησίας.
Τρίτον, ὅτι ἡ Κυρίλλου ὁμολογία οὐκ ἔστι τῆς Ἀνατολικῆς Ἐκκλησίας ὁμολογία.
Τέταρτον, ὅτι δυοῖν θάτερον, ἢ ἀδύνατον εἰδέναι τὴν ὁμολογίαν ταύτην τοὺς ἀνατολικούς, ἢ εἰδότας, ἀδύνατον ὅλως εἶναι χριστιανούς.
Πέμπτον, ὅτι οὕτως οἱ ἀνατολικοὶ ἀποστρέφονται τὰ κεφάλαια ταῦτα, ὥστε καίτοι μεθ’ ὅρκου πολλάκις ἀποφαινόμενον τὸν Κύριλλον, καὶ ἐπ’ ἐκκλησίας τὰ ἐναντία τοῖς κεφαλαίοις διδάσκοντα, μόνον διότι οὐ συνέγραψε κατ’ αὐτῶν, διὰ δύο πληρέστατων συνόδων ἀναθέματι καὶ ἀφορισμῷ καθυπέβαλον.
Ἕκτον δέ, ἔστω ἔκθεσις ἐν ὀλίγους περὶ τοῦ πῶς φρονεῖ ἡ Ἀνατολικὴ Ἐκ­κλησία περὶ τῶν ἐν τοῖς κεφαλαίοις προβλημάτων.

Κεφάλαιον α΄.

Ὁποίας οὖν συνειδήσεως ἦν ὁ Κύριλλος, ἡμεῖς ἐν τῷ παρόντι διϊσχυρίζεσθαι οὐχ ὑπισχνούμεθα, ὅτι δὲ οὐδέποτε ὡς Καλουϊνόφρων ἐν τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ ἐγνωρίσθη, παντί που δῆλον τῷ μὴ θέλοντι κακουργεῖν. Ἀλεξανδρείας γὰρ Πάπας μετὰ Μελέτιον γεγονός, καὶ ψήφῳ κοινῇ τοῦ ἐν Κωνσταντινουπόλει κλήρου (ἐκεῖ που τότε διατρίβοντος Κυρίλλου) εἰς τὸν τῆς Κωνσταντι­νουπόλεως θρόνον μετατεθείς, οὔτε ἐν συνόδῳ, οὔτε ἐν ἐκκλησίᾳ, οὔτε ἐν οἴκῳ ὀρθοδόξου τινός, καὶ τέως εἰπεῖν, οὔτε κοινῶς, οὔτε κατ’ ἰδίαν εἶπεν ἢ ἐδίδαξέ τι ὁπωσοῦν, ἐξ ὧν ἐκεῖνον πρεσβεύειν οἱ ἐναντίοι φασίν. Εἰ δὲ καὶ κατ’ ἰδίαν τινὶ ἢ καὶ πλείοσι τοιοῦτόν τι εἰπεῖν τὸν Κύριλλον οἱ ἐναντίοι φασίν, οὐκ οἴδασι τὶ λέγουσιν. Ἔδει γὰρ αὐτούς, εἴ περ μάρτυρας φέρειν ἐθέλουσι, μὴ ἐξ ἑαυτῶν, —οἳ καὶ ὡς ἐναγόμενοι παρ’ ἡμῶν ὅτι κατηγοροῦσι καὶ ὡς ἀγνῶτες Κυρίλλῳ, οὐκ ἔχουσι τὸ πιστόν—, ἀλλ’ ἐξ ὧν οἴδασι καὶ Κύριλλον καὶ τὴν Κυρίλλου πολιτείαν, (ἀφ’ ὧν εἰσέτι καὶ νῦν μυρίοι ὅσοι ἐν τοῖς ζῶσίν εἰσιν), ἐκ τούτων δέχεσθαι καὶ τὰς μαρτυρίας. Ἀλλ’ ἐκεῖνοι μὲν τῆς αἱρέσεως αὐτῶν κοινωνὸν εἶναι διϊσχυρίζονται, οἱ μηδέποτε εἰδότες αὐτόν, οὗτοι δέ οἱ καὶ ἐνιαυτῶν πολλῷ χρήματι ἐκείνῳ διακονήσαντες, καὶ εἰδότες πάντα τὰ κατ’ ἐκεῖνον, μὴ τοιοῦτον εἶναι ἀποφαίνονται. Ἄρα καὶ ἐκ τοῦ μηδέποτε δημοσίως <ἢ> τινὶ τῶν ἀνατολικῶν τοιοῦτόν τι εἰπεῖν τὸν Κύριλλον, καὶ ἐκ τῆς μαρτυρίας τῶν συνήθων ἐκείνῳ, οὐκ ἐγνώσθη ἐν τῇ Ἀνατολικῇ ’Εκκλησίᾳ, πώποτε τοιοῦτος, οἷον εἶναι βούλεται ἡ ματαιότης τῶν ἐναντίων.
Δεύτερον, ὅτι μηδεμία ἀνύποπτος συγγραφή, ἢ καὶ ἰδιόχειρος ἐκείνου, φαί­νεται τοιοῦτον καθομολογοῦσα, οἷον μαρτυροῦσιν οἱ ἀντίδοξοι.
Τρίτον, ὅτι οὐ μόνον μάρτυρας μυρίους τὴν παρρησιαστικὴν εὐσέβειαν Κυ­ρίλλου ὁμολογοῦντας καὶ μηδὲν αἱρετικὸν παρ’ ἐκείνου πώποτε ἐν ἐκκλησίᾳ ἀκούσαντας, ἀλλὰ καὶ βίβλον ἐν μήκει πρώτῳ ἰδιόχειρον Κυρίλλου ἔχομεν, ἐν ᾖ φαίνονται αἱ ἐν Κωνσταντινουπόλει ἐν ἑκάστῃ Κυριακῇ καὶ ἑορτασίμῳ ἡμέρᾳ λεχθεῖσαι ἐκείνῳ ὁμιλίαι, πᾶν τοὐναντίον ἀποφαινόμεναι τοῖς ὑποβολιμαίοις ἐκείνοις κεφαλαίοις, ἐξ ὧν καί τινας ἐκλογὰς τιθέαμεν ἐν τῷ παρόντι συγγράμματι εἰς τελείαν πίστιν τῶν λεγομένων ἡμῖν.
Ἐκλογαί τινες ἐκβληθεῖσαι ἐκ τῶν Κυρίλλου ὁμιλιῶν, ἃς ἐπὶ τῷ κοινῷ τῆς Κωνσταντινουπόλεως, ἐνώπιον τοῦ κλήρου καὶ τοῦ λαοῦ αὐτὸς Κύριλλος τῷ ἰδίῳ στόματι ἔλεξεν.
Κατὰ τοῦ πρώτου κεφαλαίου.
Ἐκ τῆς εἰς τὴν Χριστοῦ γέννησιν ὁμιλίας.
Καί οὐ λέγω νῦν ὑμῖν, διατὶ ὁ εἷς Θεός ἐστι τρισυπόστατος, καὶ διατὶ ὁ Πα­τήρ, πατήρ· ὁ Υἱός, υἱός· καὶ τὸ Πνεῦμα, πνεῦμα· καί πῶς ὁ Πατὴρ μόνος ἀναί­τιος, ὁ Υἱὸς αἰτιατὸς κατὰ γέννησιν παρὰ Πατρὸς μόνου, καὶ τὸ Πνεῦμα ἐκπορευτὸν παρὰ μόνου τοῦ Πατρός.
Ἐκ τῆς εἰς τὴν Πεντηκοστὴν ὁμιλίας.
Ὁ Πατὴρ οὐκ ἔστιν Υἱός, οὐδὲ τὸ Πνεῦμα, ἀλλὰ γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει τὸ Πνεῦμα. Ὁ Υἱὸς πέμπεται ὑπὸ τοῦ Πατρὸς καὶ Πνεύματος. Ὁ γὰρ Κύριος καὶ τὸ πνεῦμα αὐτοῦ ἀπέσταλκέ με[8]. Τὸ Πνεῦμα πέμπεται παρὰ Πατρὸς καὶ Υἱοῦ πρὸς ἁγιασμὸν τῆς κτίσεως, ἐκπορεύεται δὲ παρὰ μόνου τοῦ Πατρός. Διατὶ δὲ παρὰ τοῦ Πατρὸς μόνου ἐκπορεύεται, πέμπεται δὲ παρ’ ἑκατέρων; Νῦν λέξω, ὅτι ἡ πέμψις ἐστὶ πρὸς ἁγιασμόν, ἡ δὲ ἐκπόρευσις οὐσιωδῶς. Ὡς δὲ πέμπει τὸ Πνεῦμα τὸν Υἱὸν καὶ οὐδεὶς λέγειν δύναται ὅτι καὶ γεννᾷ, οὕτω καὶ ὁ Υἱὸς πέμπει τὸ Πνεῦμα, ἀλλ’ οὐκ ἐκπορεύει. Ὁ δὲ Πατὴρ πέμπει, μὲν τὸν Υἱόν, καὶ μόνος οὐσιωδῶς ἐκπορεύει.
Κατὰ τοῦ δευτέρου κεφαλαίου.
Ἐκ τοῦ εἰς τὴν Κυριακὴν τῆς ἀποκρέου λόγου Κυρίλλου, ἐν ᾦ δείκνυται, δέχεσθαι αὐτὸν τὴν τῶν πατέρων τῆς Ἐκκλησίας ἐξήγησιν καὶ ἑρμηνείαν τῆς θείας Γραφῆς.
Ἐν μέρει κείσθω ὁ λογαριασμός, ἐπεὶ ἐν τοῖς φυσικοῖς θεωρεῖται, νῦν περὶ τῶν τῆς πίστεως, ἃ λόγου οὐ δεῖται, μόνον μαρτυρίας· ἂν δὲν ἔχῃς μαρτυρίαν, δὲν μπορεῖς νὰ πιστεύῃς. Ὡς λόγου χάριν, ἡμεῖς πιστεύομεν τὸν Θεὸν πλάσαι τὸν ἄνθρωπον· πῶς ἡμῖν τοῦτο ἐδηλώθη; ἀλλ’ ἢ ὅτι ἐμαρτυρήθη ὑπὸ τοῦ Μωϋσέως, ὃς οὐ δύναται ψευσθῆναι, ὅτι οἴδαμεν θείῳ κινηθεὶς Πνεύματι ἔγραψε. Πιστεύομεν ὅτι ὁ κόσμος οὗτος μέλλει παρέρχεσθαι· πόθεν οἴδαμεν; ἀλλ’ ἢ ὅτι οἱ εὐαγγελισταὶ ταῦτα ἐδίδαξαν, οἱ διδάσκαλοι ἐσαφήνισαν, καὶ ἡ μαρτυρία τους πιστή. Ταῦτ’ ἔπεισεν ἡμᾶς, ὅτι ἄνδρες πεφωτισμένοι ὑπὸ τοῦ Πνεύματος ἦσαν, καὶ μάλιστα βεβαιούμεθα ὅτι ὁ Θεὸς δι’ αὐτῶν λαλεῖ. Διὸ Δαβὶδ ψαλμῷ 86: «διηγήσεται Κύριος ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ»[9]. Ὁ Θεὸς θέλει μᾶς διηγηθῇ ἐγγράφως εἰς τὴν γραφὴν τῶν λαῶν, ἤγουν τῶν διδασκάλων, ὅ,τι πολλοὶ καὶ τῶν ἀρχόντων τῶν γενενημένων ἐν αὐτῇ. Τίνες οἱ ἄρχοντες τούτων τῶν λαῶν; οἱ εὐαγγελισταὶ καὶ προφῆται. Ὅσα λοιπὸν ἀκούσῃς ἀπὸ τοιούτους λαοὺς καὶ ἄρχοντας, ὅλα ὁ Θεὸς τὰ λέγει δι’ ἐκεί­νων. Διὰ τοῦτο ἐκεῖνοι ἄξιοι πίστεως. Διὸ ὅσα ἠκούσαμεν δεῖ πιστεύειν.
Ἐκ τοῦ εἰς τὴν ἀποτομὴν τοῦ Προδρόμου αὐτοῦ λόγου.
Τετραχῶς γίνεται τὸ καλόν, κατὰ φύσιν, κατὰ λόγον, κατὰ νόμον καὶ κατὰ παράδοσιν. Ἔστι δὲ κατὰ παράδοσιν, ὅσα οὐκ ἔστι γεγραμμένα ἐν τῷ νόμῳ· ὅσα ἔλαβες παρὰ τῶν πατέρων σου ἀπὸ τοὺς προτέρους δεδομένα φυλάττε, καὶ οὕτω ποιήσεις τὸ καλόν.
Ἐκ τῆς εἰς τὴν Χριστοῦ γέννησιν αὐτοῦ ὁμιλίας.
Οὐρανὸς καὶ ἡ θεία Γραφή, διατὶ ἔχει πνεῦμα καὶ γράμμα, ἀμφοτέρα οὐρανοὶ λέγονται. Ἡ ὑψηλὴ ἔννοια δέδοται παρὰ Κηρίου τοῖς σοφοῖς, τὴν κατωτέραν ἕκα­στος ἔχει. Διό φησιν ἡ Γραφὴ «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ»[10]. Ἤγουν τὴν ὑψηλὴν ἔνοιαν τοῦ πνεύματος μόνος ἔχει ὁ Κύριος, καὶ δίδωσι τοῖς πατράσι. Διό φησιν· «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια»[11].
Ἐκ τῆς εἰς τὴν τρίτην Κυριακὴν τῶν νηστειῶν ὁμιλίας αὐτοῦ. Ἐπεξεργαζόμενος γὰρ τὸ ῥητόν, τὸ «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγῇ»[12], φησὶ μετὰ τὰ πολλά.
Τρίτον, τὴν ἐξουσίαν τῆς Ἐκκλησίας. Διατὶ ὁ Θεὸς τῇ τρίτῃ ἡμέρᾳ, ὅταν ἐχώρισε τὸ ὕδωρ ἀπὸ τὴν ξηράν, εἶπε· «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν»[13]. Καὶ ὅταν ἔκαμε τὸν παράδεισον μέσα ἐπρόσταξεν ὁ Θεός, καὶ ἔγινε πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς γεῦσιν· ὅμως δὲν τὸν συμβουλεύει νὰ φάγῃ ἀπὸ τὰ ξύλα καὶ τὰ δένδρα τὰ ἔξω τοῦ παραδείσου, μόνον ἀπὸ τὰ ἔσω, ὅτι ἐτύπου ὅτι εἶναι μέσα εἰς τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ παράδεισος· ἤγουν ὅτι σὲ προστάσσει ἡ Ἐκ­κλησία νὰ τρώγῃς, νὰ μὴ χαλᾷς τὰς τεσσαρακοστὰς τὰς νηστείας· οὕτω γὰρ ποιῶν παρακούεις, καὶ ἄξιος εἰ κολάσεως.
Ἐκ τοῦ εἰς τὸ περὶ τοῦ ἐν τῇ θαλάσσῃ περιπάτου. Ματθαίου[14], Κυριακὴ ἐνάτη.
Καθὼς δὲν μπορεῖ τινας νὰ πέρασῃ τὴν θάλασσαν, χωρὶς καράβι, ἔτσι καὶ τὸν κόσμον τοῦτον καὶ τὰ κύματά του δὲν μπορεῖς νὰ τὰ πέρασῃς καὶ νὰ τὰ γλύσῃς χωρὶς καράβι, ὁποῦ εἶναι ἡ Ἐκκλησία τοῦ Χριστοῦ. Πασχίζουν πολλοὶ νὰ περά­σουν, σἂν εἶναι οἱ ἀσεβεῖς καὶ ἅπαντες οἱ αἱρετικοί, ὁποῦ δὲν εἶναι μέσα εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἀμὴ ὅλοι πνίγονται· ὅταν ἔκαμεν ὁ Θεὸς τὴν κιβωτόν, ὅσοι ἦσαν μέσα ἔγλυσαν, ὅσοι ἦσαν ἔξω, ἐχάθησαν· ἡ Ἐκκλησία τοῦ Θεοῦ εἶναι ἡ κιβωτὸς αὕτη.
Κατὰ τοῦ τρίτου κεφαλαίου.
Ἐκ τῆς εἰς τὸ «ἐποίησε δεῖπνον μέγα»[15] ὁμιλίας.
Πῶς δὲ καλεῖ; ἔσω τοῦ θησαυροῦ τῆς σοφίας τοῦ Θεοῦ εὑρισκόνται ταῦτα· πρόγνωσις, προορισμός, κλῆσις, δικαίωσις, δόξα. Καὶ οὐδεὶς δύναται σωθῆναι, εἰ μὴ διέλθῃ διὰ τούτων παρὰ Θεῷ, κἂν ἅγιος ἢ δίκαιος ἢ ὅ,τι ἂν εἴη. Ἕνας ὁποῦ θέλει νὰ σωθῇ, θέλει νὰ ἔχῃ καὶ ἀπὸ τὸν Θεὸν χάριν, καὶ ἀπὸ τοῦ λόγου του. Ὅτι δύναται ἀπὸ τὸν Θεὸν ἔχειν, ὅτι προγινώσκει, ἵνα προορίσῃ, εἰ καὶ κακοί, ὅταν προγνώσῃ, προορίζει· ὅταν προορίσῃ, καλεῖ· καὶ ἐπειδή σε καλεῖ, θέλει νὰ κάμῃς καὶ σὺ ἀπὸ λόγου σου τὸ δύνασαι, ἵνα δικαιωθῇς καὶ δοξασθῇς. Ὁ Θεὸς ποτὲ κανένα δεν προορίζει εἰς κόλασιν, ὅτι «θέλει πάντας ἀνθρώπους σω­θῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»[16]. Προορίζει δὲ τοὺς καλοὺς εἰς τὴν βα­σιλείαν, ὅτι προέγνω αὐτοὺς μέλλειν σῴζεσθαι. Τοὺς δὲ πονηρούς, ἀφ’ οὗ προέγνω μέλλειν ἔσεσθαι πονηρούς, προορίζει ἵνα καλέσῃ· προτέρα γὰρ ἐνέργεια ὁ προορισμὸς τῆς κλήσεως· καλεῖ δὲ αὐτούς, εἰ μόνον βουληθεῖεν μετανοῆσαι· δύνανται γὰρ ἔχοντες τὴν ἐξουσίαν ἐλευθέραν. Καλεῖ τοιγαροῦν ὁ Θεός, ἀλλὰ καταφρονοῦσιν οἱ ἄνθρωποι τὴν τοιαύτην κλῆσιν· ὡς οὗτοι σήμερον, οὓς καλεῖ εἰς ἀνάπαυσιν, εἰς χαρὰν καὶ δεῖπνον, καὶ δὲν πείθονται.
Ἐκ τῆς μετὰ τὴν ὕψωσιν ὁμιλίας.
Πᾶν ὃ κτίζει ἡ ἄκρα ἀγαθότης, οὐ μόνον ἀγαθὸν κτίζει, ἀλλὰ καὶ βούλεται καὶ ἐπὶ τὸ ἀγαθὸν τείνει· εἰ δ’ ἄλλως, ἐλάττωμα εἴη καὶ τοῦ κτίζοντος καὶ τοῦ κτιζομένου. Ἐπεὶ δὲ καὶ τὸν ἄνθρωπον καλὸν πάντως βούλεται, ἵν’ ὁ σκοπὸς αὐτοῦ ἐπὶ τὸ καλόν. Καὶ διατὶ βούλεται, εὐλογεῖται παρ’ ἡμῶν, ὡς θέλων ἡμῖν τὸ καλόν, καὶ διὰ τοῦτο πάντας ἀνθρώπους σωθῆναι. Φερόμενον δὲ τὸν ἀνθρω­πον ἐναντίως ὁρῶμεν, τοῦ Θεοῦ λέγοντος· «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώ­που ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος»[17], τὸ παρὰ φύσιν ὡς φυσικὸν λογιζόμενος. Ἐπεὶ δ’ ἔνκειται ἐπὶ τὰ πονηρά, τοῦτο δ’ οὐκ ἔχει παρὰ Θεοῦ, ὁ γὰρ Θεός, ὡς εἴρηται, ἄκρως ἀγαθός. Ἄρα ἐκ παραβάσεως καὶ ἁμαρτίας αὐτῷ γίνεται.
Καὶ μετ’ ὀλίγα.
Ὁ γὰρ Θεὸς δῆλον ὅτι πλάστης ἐστὶ τοῦ ἀνθρώπου, οὐκ ὀλετήρ· τὸ γὰρ πλά­σαι καὶ ἀπολέσαι, ἐναντία· ἃ εἰ καὶ <ἀγγέλοις> καὶ ἀνθρώποις ἐφαρμόσει, ὡς φύσεως νόμοις ὑποκειμένοις, καὶ κατά, τὴν ἐξουσίαν καὶ δύναμιν, ἣν ἔχουσι δεδεμένοις, ἀλλ’ οὐ Θεῷ.
Λέξεις.
Ἐγώ σοι τοὐναντίον ἀποδείξω. Ἡ γὰρ Γραφὴ λέγει· «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω καὶ πάλιν ἰάσομαι»[18]· ταῦτα δ’ ἐναντία. Τὰ ἄρα ἐναντία παρὰ τῷ Θεῷ.
Ἀπόκρισις.
Τὸ ἐναντίον διχῶς, προαιρέσεως, ἤτοι διαθέσεως, καὶ πράξεως. Τὸ τῆς πράξεως μόνον οὐδὲν κωλύει, οὔτε ἐλάττωμα προξενεῖ. Ὁ γὰρ ἀνακαινῶσαι βουλόμενος οἶκον, πρότερον καταβάλλει, ἔπειτα οἰκοδομεῖ· ταῦτα δ’ ἐναντία, πλὴν πράξεως καὶ ἐλαττώσεως ἄνευ· τοῦτο ἐπὶ Θεοῦ δι’ οἰκοδομήν. Τὰ δὲ τῆς διαθε­σεως, οἷόν ἐστι, τήμερον ἓν διανοεῖν ἢ βούλεσθαι, καὶ ἕτερον αὔριον· τοῦτο ἐλάτ­τωμα, ὅμως ἐπὶ Θεοῦ οὐκ ἔστιν. Εἰ γὰρ ἀποκτενεῖ, καὶ ζωογονεῖ, οὐχ ὅτι βούλεται τὸν θάνατον, ὃν οὐκ ἐποίησε· ποιητὴς γὰρ καὶ πλάστης ἐστί· μὴ γένοιτο δὲ τοῦ ἰδίου πλάσματος τὴν ἀπώλειαν βούλεσθαι. Ὁρῶμεν δὲ τὸν ἄνθρωπον θανάτῳ καθυποβάλλεσθαι. Ἄρα βιάζεται ὁ Θεὸς ἀναιτίως ἐπὶ τὴν τοιαύτην φθοράν; μὴ γένοιτο· ἡ γὰρ βουλὴ τοῦ Θεοῦ καλὴ πάντοτε ἦν.
Καὶ μετ’ ὀλίγα.
Θέλεις ἐν ὀλίγοις ἀκοῦσαι, τί ἐστιν ἆραι τὸν σταυρόν; νὰ μισῇς τὰ πονηρὰ καὶ νὰ ἀγαπᾷς τὸν Θεόν. Ψαλμ. 96: «οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πο­νηρά»[19]. Ὅ,τι γὰρ ἐν τῷ κόσμῳ, τοῦτο πονηρόν ἐστιν· οὐχ ὅτι πονηρὸν παρὰ τοῦ κτίστου, ἀλλ’ ὅτι ἡ χρῆσις ἡ ἡμετέρα.
Ἐκ τῆς εἰς τό, «ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός»[20].
Ὅσα γὰρ ποιεῖς εἰς ὑπηρεσίαν τῷ διαβόλῳ, γλυκέα καὶ εὐφραίνουσι· ταῦτα μελέτα καὶ φροντίζε· τί ἐκατόρθωσας; τί ἐκέρδησας; σκιάν, σκότος. Ἔσβεσας, ταλαίπωρε, τὸν ἐν σοὶ λύχνον· οὐδείς ἐστιν, ὃς ἁμαρτίαν οὐκ ἔχει ἐν ἑαυτῷ· «ἐὰν γὰρ εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν»[21]. Ἀλλ’ ᾠκονόμησεν ὁ Θεὸς καὶ ἕκαστον ἡμῶν ἔχειν τι ἀγαθόν, καὶ οὐδὲν κρεῖττον ὡς τὸ ἔχειν τὸν λύχνον ἡμῶν καιόμενον, καὶ τὸν νοῦν ἀνεωγμένον εἰς τὸ πιστεύειν καὶ μετανοεῖν ἐπὶ τοῖς ἐσφαλμένοις. Εἰ δὲ τὸ ἐν ἡμῖν ἀγαθὸν ἐσβέσθη ἑκουσίως ἀφ’ ἡμῶν, τὸ ἐναπομεῖναν κακὸν πόσον; Ἂν εἰς βουτζὶ κρασὶ εἶναι, καὶ λάσπη καὶ κρασί, τὸ δὲ κρασὶ ἐτράπη εἰς λάσπην, πόση λά­σπη εἶναι; οὕτως ἐν τῷ ἀνθρώπῳ, τοῦ καλοῦ τραπέντος εἰς σκότος, ὅλος ἔγινε σκότος, ὅλος σβεννύεται ὁ τῆς πίστεως λύχνος. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Ἰάκωβος, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν[22]. Οὐκ ἔθηκας ἔλαιον ἐν τῷ λύχνῳ, τὸ φῶς ἀπῴχετο. Οὐκ ἔργα τῇ πίστει, ἐνεκρώθη.
Ἐκ τῆς εἰς τὴν Χαναναίαν ὁμιλίας.
Ἡ γυνὴ αὕτη σημαδεύει τὴν ἁμαρτωλὸν ψυχήν. Οὐκ ἀποκρίνεται αὐτῇ, ὅταν οὐδὲν καλὸν ἔχῃ ἐξ αὐτῆς· ὅτι μηδεὶς ἁμαρτωλὸς ἐλπιζέτω ἄνευ καλοῦ τινος ἔργου σωθῆναι. Διὸ κατώτερον ὅταν εἶπε «βοήθει μοι», τότε ἀπεκρίθη, ὅτι βοηθεῖσθαι λέγεται· ὁ ἔχων τι ἐξ ἑαυτοῦ, καὶ ἐφ’ ᾦ ἔχει, δεῖται καὶ περισσότερον· διὸ τότε ἀπεκρίθη.
Ἐκ τῆς εἰς τὸ «δοῦλε πονηρὲ»[23] ὁμιλίας.
Εἰ μεταβολὴν ἐσκέπτουσουν ἐν τῷ Θεῷ, τὴν τῆς διαθέσεως μᾶλλον ἢ ἑτέ­ραν, ἥτις ἐκ πάθους ὡς ἐξ αἰτίας γίνεται· ἐν δὲ τῷ Θεῷ πάθη οὐκ εἰσίν, ὡς καὶ Θωμᾶς κατὰ ἐθνῶν βιβλίῳ κεφ. Ã΄. Ἐκεῖνο δὲ ὅσον δοκεῖ εἶναι μεταβολήν, τὸ διάφορόν ἐστι τῶν ἀποτελεσμάτων, τῶν ἠθικῶν ἀρετῶν τῶν ἐν τῷ Θεῷ. Οὐδ’ ὁπωσοῦν τοιγαροῦν ὁ Θεὸς δεκτικὸς μεταβολῆς. Διὰ τοῦτο οὔτε ὅλως πρόφασιν ἔχει οὖτος, κατὰ τοῦ Θεοῦ λέγων ἀφῆκας καὶ πάλιν αἰτεῖς· ἀλλὰ μᾶλλον ἀκούει· σὺ δὲ αἴτιός μοι, ἄλλως μὲν ἄρξασθαι μετὰ σοῦ, ἄλλως δὲ ποιῆσαι, δοῦλε πονηρέ, ὁ δεδουλωμένος προαιρέσει ἰδίᾳ.
Κατὰ τοῦ ἕκτου καὶ ὀγδόου κεφαλαίου.
Περὶ τῆς τῶν ἁγίων πρεσβείας.
Ἐκ τῆς εἰς τὴν κοίμησιν τῆς Θεοτόκου ὁμιλίας.
Ὅμοιόν τι θεωροῦμεν τὴν σήμερον, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ση­κώνεται ἀπὸ τὸν θρόνον του, ὁποῦ καθέζεται ἐκ δεξιῶν τῆς μεγαλωσύνης τοῦ Πατρός, εὐγένει καὶ περνᾷ ὅλους τοὺς οὐρανούς, διὰ νὰ προϋπάντησῃ τὸ μέγα πρόσωπον ἐκεῖνο, τὴν μεγάλην βασίλισσαν, τὴν μεγάλην σουλτάναν, τὴν Παναγίαν μας, τὴν κυρίαν μας, τὴν ἰδίαν του μητέρα. Διὰ τοῦτο καὶ αἱ ἀκολουθοῦσαι αὐτῷ οὐράνιαι δυνάμεις ἐρωτῶσι, καθὼς λέγει ὁ σοφὸς Σολομὼν εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων κεφ. η΄, «τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου λελευκανθισμένη, καὶ στηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὑτῆς;»[24], τοῦτ’ ἔστι, ποία εἶναι τούτη, ὁποῦ ἀναβαίνει ἀπὸ τὸν ὁρατὸν κόσμον, τόσον ὡραία καὶ εὔμορφη, ἔχουσα τόσην ἐξουσίαν εἰς τὸν βασιλέα μας, ὁποῦ τῆς ὁμοιάζει ὡσὰν νὰ ἦτον ἀδελφιδός; Καὶ ταῦτα τοῦτοι λέγοντες καὶ ἐρωτῶντες, καὶ τὸν βασιλέα καὶ τὴν βασίλισσαν προσκυνοῦσιν.
Καὶ μετ’ ὀλίγα.
Τέλος λοιπὸν εἶναι ὁ Θεός, εἰς τὸν ὁποῖον ὅποιος σκοπεύει σὰν πρέπει, ἐκεῖνος εἶναι τέλειος. Διὰ τοῦτο ὅλους τοὺς ἁγίους καὶ δικαίους, τοὺς καλῶς πολιτευθέντας ἐν τῷ κόσμῳ, λέγομεν τελείους· καὶ περισσότερον ἀπὸ ὅλους λέγομεν τὴν Παναγίαν μας, ἡ ὁποία ὅλον της τὸν σκοπὸν καὶ ὅλην τὴν ἔννοιαν εἶχεν εἰς τὸ ἄκρον ἀγαθόν, εἰς τὸν Θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Καὶ μετ’ ὀλίγα.
«Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος»[25]. Ἡ παναγία Παρθένος ἁμαρτίας δὲν εἶχεν, οὔτε ἔγνω. Τριχῶς ἁμαρτάνει ὁ ἄνθρωπος. Τῇ διανοίᾳ, ἄφθορος καὶ ἀμίαντος· τὰ γὰρ τοῦ Θεοῦ ἐθεώρει. Τῷ ἔργῳ, λαμπροτέρα ἡλίου καὶ καθαρωτέρα· μάλιστα καθὼς ἐν τῇ κιβωτῷ ἐσώθη ἡ φύσις ἡ ἀνθρωπίνη, οὕτως ὃς ἐπὶ τῇ Παναγίᾳ ἐσκόπει, ἐσῴζετο ἐκ τῶν κυμάτων τῶν παθῶν. Τῷ λόγῳ, καὶ τῷ λόγῳ ἀναμάρτητος.
Καὶ μετ’ ὀλίγα.
Ἡ παναγία Παρθένος ὁποῦ ἐκοιμήθη, ἡ αἰτία τῆς κοιμήσεώς της δὲν ἦτον ἐξ ἁμαρτίας, μόνον ἀπὸ ταῖς ἄλλαις αἰτίαις ταῖς φυσικαῖς, ταῖς ὁποίαις καθὼς ὁ ἄνθρωπος ταῖς εἶχε καὶ πρὶν ἁμάρτῃ, καὶ ἦτον ὑποκείμενος τῇ φθορᾷ φυσικά. Ἂν καλὰ καὶ ὁ Θεὸς τὸν εἶχε χάριν δοσμένην, νὰ μὴν ἐνεργῇ εἰς ἐκεῖνον ἡ φύσις, μόνον ἡ χάρις, καὶ δὲν ἠμπόρει νὰ ἀποθάνῃ. Οὕτω καὶ εἰς τὴν Παναγίαν, ἥτις ἂν καλὰ καὶ ἁμαρτίαν δὲν εἶχε, πλὴν εἶχεν ἐν ἑαυτῇ τὰ φυσικά, καὶ ὡς ἄν­θρωπος ὑπέκειτο τῷ θανάτῳ, ὅμως εἶχεν ἀπὸ τὸν Θεὸν τοιαύτην χάριν, ὁποῦ ἂν εἶχε θέλει, δὲν ἀπόθενε, μόνον ἔτζι ζῶσα ἐπήγαινεν εἰς τοὺς οὐρανούς, πλὴν οὐκ ἐβούλετο.
Καὶ μετ’ ὀλίγα.
Τί πρᾶγμα εἶναι ἐκεῖνο, ὁποῦ νὰ ἠμπορῇ νὰ φαίνεται διὰ μεγάλον σημεῖον εἰς τὸν οὐρανόν, ὁποῦ κατοικεῖ ὁ Θεός, ἐκεῖ ὁποῦ παραστέκουνται αἱ ἅγιαι δυνά­μεις; Ἄλλο δὲν εἶναι παρὰ ἡ Παναγία· ὁποῦ ἦτον μεγάλον σημεῖον εἰς τὴν γῆν, ἐπειδὴ ἐγέννησε Θεὸν ἐνανθρωπήσαντα, καὶ γεννήσασα ἔμεινεν ἄφθορος καὶ παρ­θένος· καὶ ἔτζι λέγεται σημεῖον ἐν τῷ οὐρανῷ, διατὶ μὲ τὸ σῶμα ἀναβαίνει εἰς τὸν οὐρανόν· καὶ ἂν καλὰ καὶ ἐμπῆκεν εἰς τὸ μνημεῖον τὸ ἄχραντόν της ἐκεῖνο σκῆνος, πλὴν εἰς τρεῖς ἡμέρας μετεστάθη εἰς οὐρανοὺς μετὰ σώματος, καθὼς καὶ ὁ Χριστὸς ἀνελήφθη· διατί; ὅτι μεγάλην ἐξουσίαν καὶ ἀπ’ αὐταῖς ἔχει ταῖς δυνάμεσι. Σημεῖον, διατὶ ἔχει τὴν σελήνην ὑπὸ πόδας[26], ἤγουν τῆς Ἐκκλησίας οὐκ ἐπιλανθάνεται τῆς ἐν τῷ κόσμῳ, ἥτις τὸ φῶς ἐκ τοῦ ἡλίου ἔχει· σημεῖον, διατὶ ἔχει τοὺς δώδεκα ἀστέρας στέφανον ἐπὶ τῆς κεφαλῆς, τοὺς δώδεκα Ἀποστόλους. Τὸ μεῖζον, ὅτι περιβέβληται τὸν ἥλιον, διὰ νὰ σοῦ σημαδεύσῃ ὅτι δεν χωρεῖ ἀναμέσον ἐκείνης καὶ τοῦ Θεοῦ οὐδέν, ὅτι ὁ Θεὸς τὴν ἔχει εἰς τὰς ἀγκάλας του.
Καὶ ἐν τῷ τέλει.
Οὕτω δεῖ καὶ ἡμᾶς ποιεῖν, ἵνα τύχωμεν ἀπαλλαγῆς· μάλιστα ὁποῦ γνωρίζομεν, πῶς ἔχομεν νὰ εὑροῦμεν παρρησίαν μεγάλην εἰς τὸν οὐρανόν, ὅτι οἴδατε, καὶ ὅποιος ἔχει ἀρκὰ τὴν σουλτάναν, εἰς τὴν βασιλείαν ἔχει παρρησίαν καὶ κάμνει ὅτι θέλει. Ἐδὰ ὅτι θέλομεν κάμνομεν καὶ ἡμεῖς, ἔχοντες μεσίτριαν τὴν Παναγίαν, βοηθὸν καὶ παράκλησιν παρὰ τῷ βασιλεῖ, ἥτις πρὸς αὐτὸν ὑπὲρ ἡμῶν πρεσβεύουσα λέγει ᾆσμα· «ὁ καθήμενος ἐν κήποις ἀκούτισόν μοι»[27]. Σύ, ὃς ἐν τοῖς φωτεινοῖς καὶ χλοεροῖς τόποις κάθεσαι μετὰ τῶν ἁγίων πάντων, ἐπάκουσον καὶ συγχώρησον τούτοις προσερχομένοις, καὶ ἀξίωσον τῆς βασιλείας τῶν οὐρανῶν.
Ἐκ τοῦ εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον ἐγκωμίου.
Οὕτως ἐδόξασεν αὐτὸν ὁ Κύριος, καὶ μετέστησεν εἰς οὐρανούς, ὁποῦ δέεται τοῦ Κυρίου διὰ τὸ γένος τὸ ἡμέτερον, ὅπως ἀξιώσῃ πάντας ἡμᾶς εἰσελθεῖν ἐκεῖ, ὁποῦ εἶναι ἐκεῖνος.
Ἐκ τοῦ εἰς τὸ, «Κύριε ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται»[28].
Ὧδε καὶ τὴν ἐξουσίαν ἣν ἔχουσιν οἱ ἅγιοι ἄγγελοι ἀναφέρειν δυνάμεθα, καὶ διὰ τὴν φύλαξιν τὴν ἡμετέραν.
Ἐκ τοῦ εἰς τὰ ἅγια Θεοφάνεια λόγου αὐτοῦ.
Ἐπεργαζόμενος γὰρ ποσαχῶς ὁ κόσμος, καὶ λέγων δεύτερον κόσμον τοὺς ἀγγέλους, καὶ συμπεραίνων ὅτι πάντα διὰ τὸν ἄνθρωπον, φησί. Δι’ αὐτὸν ὁ δεύ­τερος διὰ τὴν διακονίαν. Ἀδύνατον γὰρ ἂν εἴη προσαγωγὴν ἡμᾶς ἔχειν, εἰ μὴ δι’ αὐτῆς, ὡς ὁ Ἰσραὴλ τῷ Μωϋσῇ, καὶ οὐκ ἐδύνατο λαλῆσαι, εἰ μὴ διὰ Μωσέως· οὕτως ἡμεῖς οὐ δυνάμεθα, εἰ μὴ δι’ ἀγγέλων, καὶ ἐν ταῖς δεήσεσι καὶ προσευχαῖς.
Ἐκ τῆς εἰς τό, «τί ποιήσει ὁ κύριος τῆς ἀμπέλου τοῖς γεωργοῖς;»[29].
Πρῶτον φραγμόν. Οὕτω καὶ ὁ θεῖος Βασίλειος· τὰς ἀνθρωπίνας ψυχὰς ἀμπελῶνα λέγει ὁ Χριστός, ἧς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλακὴν τῶν ἀγγέλων· «παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου»[30].
Ἐκ τῆς εἰς τὸν ἅγιον Δημήτριον ὁμιλίας.
Καθὼς ἐν τῷ οὐρανῷ δεδοξασμένος ὁ μάρτυς ἵσταται ἐνώπιον τοῦ Θεοῦ, καὶ δείκνυσι τὰ στίγματα τῶν πληγῶν, καὶ εὔχεταί μας, καὶ δέεται ὑπὲρ ἡμῶν τῶν ἀδελφῶν, οὕτω καὶ ἡμεῖς τῷ δεσπότῃ Χριστῷ ἂς εὐχαριστήσωμεν σήμερον ψαλμοῖς καὶ ὕμνοις καὶ ἀγαθαῖς πράξεσιν, ἵνα φθάσῃ ἡμᾶς ἡ εὐχή του καὶ ἡ δέησίς του.
Κατὰ τοῦ δεκάτου κεφαλαίου.
Ἐκ τῆς εἰς τὸν Τελώνην καὶ Φαρισαῖον ὁμιλίας, ἐξ ᾖς συνάγεται, ὅτι τῆς Ἐκκλησίας προΐσταται ὁ ἀρχιερεὺς καὶ οὐχ οἱ ἱερεῖς.
Ἐν τῷ παραδείσῳ ἦν ἄκρα εὐδαιμονία· πῶς λέγει ἐργάζεσθαι καὶ φυλάσσειν ἡ Γραφή; Διὰ ταύτας τὰς αἰτίας· ὅτι καθὼς ἔθετο τὸν Ἀδὰμ ἐκεῖ ἐργάζεσθαι καὶ φυλάσσειν, οὕτως ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ παράδεισος, τίθησι τὸν ἀρχιερέα καὶ τὴν ἐργάζεται τῷ θείῳ κηρύγματι καὶ φυλάσσει τὰς ψυχὰς τῶν χρι­στιανῶν. Ὁρᾷς ἕνα παράδεισον, ἕνα περιβόλιον περιφραγμένον, ἔχον δένδρα εὔκαρπα καὶ δύσκαρπα καὶ ἄκαρπα, καὶ ἔσωθεν ὁ περιβολάρης, καὶ ἐκ τῶν εὐκάρπων μαζώνει τὸν καρπόν, τὰ δύσκαρπα τὰ κεντρίζει, τὰ ἄκαρπα ἄλλα καίει, ἄλλα κοπρίζει εἰς ἐλπίδα, καὶ οὕτω τὰ ἐργάζεται. Καὶ ἂν ἔλθῃ κλέπτης, ὑλακτεῖ ὁ κύων, καὶ ἀπὸ τὸν τράφον τὸν διώχνει. Οὕτως ὁ ποιμὴν τῆς Ἐκκλησίας ἐν τῷ παραδείσῳ στέκεται, καὶ μὲ τὸν θεῖον λόγον σᾶς κυβερνᾷ, ἂν εἶστε καλοὶ καὶ εὔκαρποι, ἢ δύσκαρποι κεντρίζεσθε μὲ τὴν διδασκαλίαν, ἢ ἄκαρποι κοπρίζεσθε μὲ καλὰ λόγια. Ἂν ἔλθῃ μέσα ἀπὸ τὸν τράφον ὁ διάβολος νὰ κλέψῃ, νὰ ῥίξῃ ἄλλον εἰς πορνείαν ἢ εἰς ἀσωτίαν, δίδετε λόγον τοῦ ποιμένος νὰ τὸν διώχνῃ· ὅτι καὶ ὁ ποιμὴν ἄνθρωπος, καὶ δὲν ἔχει τόσα ὀμμάτια νὰ θεωρῇ πάντα τὸν τράφον, μόνον ἀναμένει τὴν φωνήν σας νὰ τρέξῃ, νὰ σᾶς φυλάξῃ, μιμούμενος τὸν ποιμένα καὶ ἀρχιποιμένα τὸν καλόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγοντα· «Πάτερ, οὓς δέδωκάς μοι, ἐφύλαξα»[31].
Κατὰ τοῦ δεκάτου τετάρτου κεφαλαίου.
Ἐκ τοῦ εἰς τὴν μετὰ τὴν ὕψωσιν Κυριακὴν αὐτοῦ λόγου, ἐν ᾧ δέχεται καὶ ἀποδείκνυσι τὸ αὐτεξούσιον.
Ὁ Κύριός μας σήμερον ἐν τῷ εὐαγγελίῳ λέγων, «ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν»[32], σοῦ κόπτει κάθε πρόφασιν, σημαδεύωντάς σου εἰς ταύτην ἅπασαν τὴν ὑπόθεσιν εἰς μίαν θέσιν, ἥτις ἐστὶν αὕτη· ὅτι ὁ ἄνθρωπος ἔχει ἐξουσίαν, νὰ νικήσῃ τὴν σάρκα, νὰ διαλέξῃ καὶ νὰ κάμῃ τὸ καλόν. Καὶ ὅτι ὁ ἄνθρωπος ἔχει ἐξουσίαν, διδάσκει τοῦτο καὶ ἡ φύσις καὶ ὁ λογαριασμὸς καὶ ἡ θεία Γραφή. Εἰ γὰρ ὁ ἄνθρωπος οὐκ εἶχεν ἐξουσίαν, ἦν ἂν δοῦλος, καὶ ἐδύνατο ἔχειν πρόφασιν εἰς τὸ κακόν, ὅτι ἂν κάμῃ τὸ κακόν, ἄκων τοῦτο ἐργάζεται· διὸ καί οὐ δεῖ κολάζεσθαι ἢ ἀδίκως. Διὸ οἱ θεολόγοι οὕτως ἀποδεικνύουσι τὴν τοῦ ἀνθρώπου ἐξουσίαν.
Ὅ,τι γίνεται ἐν τῷ κόσμῳ, ἢ ὁ Θεὸς ἢ ἡ φύσις ἢ ἡ τύχῃ ἢ τὸ αὐτόματον. Ὁ Θεὸς πράττει ἐν τῷ κόσμῳ ὡς πρώτη αἰτία πάσης κινήσεως, καὶ διατὶ δὲν καταδέχεται ὁ Θεὸς νὰ κάμῃ ὅσα γίνεται, διὸ παραχωρεῖ τῇ φύσει καὶ τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ. Διὸ ταῦτα δοῦλα, ὡς ὅτι κρέμανται παρὰ τῆς βουλήσεως τοῦ Θεοῦ. Ὁ δὲ Θεὸς ποιεῖ ἐλευθέρως καὶ θαυμαστῶς καὶ ἀκαταλήπτως, καὶ εἰς τὰ ἔργα του φαίνεται: τὸ ἐλεύθερον· πάντων γὰρ κύριος, οὐδενὶ λόγον δίδωσι· διὸ «πάντα ὅσα ἠθέλησεν ἐποίησε»[33]· τὸ θαυμαστόν· τίς γὰρ ὁρῶν τὸ μέγεθος τῆς κτί­σεως, τὴν κίνησιν καὶ τὴν τάξιν, οὐ θαυμάζει; τὸ ἀκατάληπτον· τίς γὰρ δύναται καταλαβεῖν τὸν τρόπον, ᾧ χρησάμενος ὁ Θεὸς ἐκ τοῦ μὴ ὄντος παρήγαγεν; εἰ γὰρ ηὐπόρει ὕλης, ἐδύνατο μαλάξαι καὶ πλάσαι· ἄνευ δ’ ὕλης καὶ ἑτέρου τινὸς πῶς ἐποίησεν; ὁρᾷς ὅτι ἀκατάληπτος ὁ λόγος; Οὕτως ὁ Θεὸς αἴτιος καὶ ποιητὴς τῆς κτίσεως καὶ τῶν ἔργων αὐτοῦ.
Πράττει καὶ ἡ φύσις, ὅσα πράγματα εὐδοκεῖ ὁ Θεός, διὰ τοῦτο λέγεται κοι­νῶς δούλη τοῦ Θεοῦ, σὰν νὰ βλαστήσουν φυτά, νὰ φυτεύσουν δένδρα, νὰ γένῃ ψύχρα, ζεστή, χειμών, ἔαρ, τῆς φύσεως ἰδιώματα.
Πράττει ἡ τέχνη, μιμουμένη τὴν φύσιν. Τόσον γὰρ ἠδυνήθη ὁ νοῦς ὁ ἀνθρώ­πινος νοῆσαι, ὅτι ἠθέλησεν εὑρεῖν τὸν τρόπον, ἵνα κἀκεῖνος αὐτουργὸς φαίνοιτο, καὶ φαίνεται τῇ τέχνῃ.
Γίνεται δὲ καὶ παρὰ τῆς τύχης, ὡς ὁ ὀρύσσων εὑρίσκει θησαυρόν. Καὶ μη­δὲν νομίσῃς πρώτως τι κρέμασθαι παρὰ τῆς τύχης. Οὐ γὰρ θεὰ ἐκείνη, ὡς οἱ Στωϊκοί, ἀλλὰ τὸ γινόμενον οὐ κατὰ πρόθεσιν, τύχη. Πλανῶνται δ’ οἱ λέγοντες ὑπὸ τῆς τύχης βοηθεῖσθαι· οὐ γὰρ οὕτως ἔχει.
Γίνεταί τι καὶ ὑπὸ τοῦ αὐτομάτου, ὡς ἡ τοῦ οἴκου πτῶσις. Ὁ ἄνθρωπος τὸ κακὸν πράττων, οὐκ ἐξ αὐτομάτου, ὅτι ἅπαξ, ἕνδεκα ἢ εἴκοσιν ἔτεσιν· οὐκ ἐκ τύ­χης, ὅτι ἐκείνη οὐ παρὰ πρόθεσιν, ἡ δὲ ἁμαρτία κατὰ πρόθεσιν· οὐκ ἐκ τέχνης, ὅτι ἡ τέχνη ἐγκαταλείπει ἔργον ὑποπίπτον τῇ αἰσθήσει· οὐκ ἐκ φύσεως, ὅτι ἡ φύσις καλὴ παρὰ Θεοῦ· οὐκ ἀπὸ τοῦ Θεοῦ, «ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ»[34]. Ἐκ τῆς ἰδίας του προαιρέσεως ἄρα· ἡ δὲ προαίρεσις οὐκ ἂν κινηθείη, εἰ μὴ ἐξουσία παρῇ. Ἔχει λοιπὸν τὴν ἐξουσίαν ὁ ἄνθρωπος. Πλήν, τοῦτο καὶ ἐκ τῆς θείας Γραφῆς γνώσῃ· φησὶ γάρ· «οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· ποιήσωμεν δ’ αὐτῷ βοηθόν»[35]. Τοῦτο διχῶς νοεῖται· πρῶτον, ὅτι λέγεται περὶ τῆς γυναικός· δεύτερον, τοῦτο τὸ ῥητὸν εἴρηται, ὅταν εὐδαιμόνως ἔζη ὁ Ἀδάμ, ἐν ᾗ εὐδαιμονίᾳ οὐδενὸς ἐδεῖτο. Ὁ δὲ Θεὸς λέγει, «ποιήσωμεν αὐτῷ βοηθόν». Εἰ μή τις λέξῃ ταύτην καὶ μόνην, ἵνα φυλάττῃ ἑαυτὸν τοῦ πειρασμοῦ· ἐν ᾧ τόσον ἡ γυνὴ ἐβοήθει αὐτῷ, ὅτι καὶ αὐτὴ ἦν αἰτία τῆς πτώσεως. Τί λοιπὸν ἕτερον, ἢ τὸ αὐτεξούσιον ἐκεῖνο ἦν; Ἀπορήσειε δέ τις ἄρα ὕστερον, ἀφοῦ τὸν ἔπλασε, τὸν ἔκαμεν αὐτεξούσιον, καὶ οὐχὶ ὅταν τὸν ἔπλασεν;
Ἀπόκρισις.
Τότε τὸν ἔκαμεν, ὅταν τὸν ἔπλασε. Πλὴν τὸ ῥητὸν τοῦτο ὕστερον τὸ λέγει ὁ Θεός, ἵνα ὁ ἄνθρωπος βεβαιωθῇ διὰ τὸ τόσον χάρισμα ὁποῦ ἔχει παρὰ Θεοῦ. Διὸ λέγει, «ποιήσωμεν», ἀντὶ τοῦ ἐποιήσαμεν βοηθόν· καὶ εὐθὺς ἔπλασε τὴν γυ­ναῖκα, ἐξ ᾖς ἔγνω ὁ Θεός, ὅτι ἔμελλε πειράζεσθαι, ἐκ τῆς πλευρᾶς αὐτοῦ. Σὰν νὰ εἶχε λέγῃ ὁ Θεός· βοηθὸν ἔχει τὴν ἐξουσίαν καὶ ὅταν θέλῃ, δὲν φοβᾶται νὰ τὸν βλάψῃ ὁ πειρασμὸς τῆς γυναικός. Ἐξ ὧν ἁπάντων συνάγεις τὴν ἐξουσίαν, τὴν ὁποίαν δὲν ἀποδείχνω μὲ ἀπείρους τόπους τῆς Γραφῆς, ἵνα μὴ μακρολογῶ, μόνον ἐκ τοῦ σημερινοῦ. Λέγει γὰρ ὁ Κύριος· «ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν», καὶ «ὃς ἂν θέλῃ σῶσαι τὴν ψυχήν»[36]. Ἐπεὶ δὲ ἔχεις τὴν ἐξουσίαν νὰ κάμῃς τὸ κακὸν καὶ τὸ καλόν, θέλησαι κρεῖττον τὸ καλόν. «Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν»[37]. Καὶ ἂν θέλῃς τὸ καλόν, ἅπαντά σου τὸν σκοπὸν θὲς εἰς τὸ καλόν· καὶ ἂν θέσῃς ὅλον σου τὸν σκοπὸν ἐκεῖ, τοῦ λόγου σου ἀρνᾶσαι. Διὸ φησίν, «ἀπαρνησάσθω ἑαυτόν»[38]. Καὶ ἂν θέλῃς τὸ καλόν, κοπίασαι· κοπιάζει γὰρ ὁ θέλων τὸ καλόν· τοῦτό ἐστιν ἡ ἄρσις τοῦ σταυροῦ.
Καὶ μετ’ ὀλίγα.
Τώρα εἰς ἐσένα στέκει νὰ κάμῃς τὴν παραγγελίαν τοῦ Κυρίου. Καὶ μετ’ ὀλίγα. Οὕτω καὶ ὁ φοβούμενος τὴν ψυχὴν αὑτοῦ τοῖς κινδύνοις, τῶν καλῶν ἔρ­γων, νηστείας, ἀγρυπνίας, ὅταν τὴν δώσῃ, προσδοκᾷ τὸν μισθόν.
Κατὰ τοῦ δεκάτου ἕκτου κεφαλαίου.
Ἐκ τῆς εἰς τὸ ἅγιον βάπτισμα ὁμιλίας. Ὅτι τὸ βάπτισμα ἀναιρεῖ τὴν προπατορικὴν ἁμαρτίαν καὶ πᾶσαν ἄλλην ἁμαρτίαν ἁπλῶς καί οὐ μόνον τῶν προορισθέντων.
Ὁ Βαπτιστὴς μαρτυρᾷ· «πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλόν, τέμνεται»[39]. Οὐαί σοι ἀμελοῦντι τῶν καλῶν· μὴ θαρρῇς τὰ φύλλα ἃ ἔχεις, τὰ μικρὰ καὶ οὐτι­δανὰ καλὰ ὁποῦ θαρρεῖς πῶς κάμνεις, νὰ εἶναι εἰς τὴν ψυχήν σου τόσον χρή­σιμα, ὁποῦ νὰ σὲ εὐγάνωσιν ἀπὸ τὴν κόλασιν. Ὄχι, καρπὸν θέλει ὁ Θεός, καὶ ἂν δεν κάμῃς, «ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν κεῖται»[40]· ἡ ἀξίνη τοῦ τέκτονος τοῦ Θεοῦ.
Καὶ μετ’ ὀλίγα.
Τὸ βάπτισμα τοῦ Κυρίου ἀναγκαῖον· «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ»[41]. Διὸ Ἰωάννης ὡς ἀναγκαῖον ἔλεγεν· «ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι; ἐκεῖνος δὲ βαπτίσει ἐν Πνεύματι ἁγίῳ»[42]. «Τὸ γεγεννημένον ἐκ τῆς σαρκός, σάρξ ἐστι· τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν»[43]. Ὅταν γεννᾶται ὁ ἄνθρωπος ἐν ἀνομίαις καὶ ἁμαρτίαις, αὗται δ’ ἀφαιροῦνται ἐν τῷ βαπτίσματι, «καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι»[44].
Καὶ μετ’ ὀλίγα.
Τὸ βάπτισμα τριχῶς· σκιῶδες, νομικόν, εὐαγγελικόν. Σκιῶδες καὶ νομικόν, ὁ τύπος ἐν τῇ Γραφῇ· προπαρασκευαστικόν, οἷον ἦν τοῦ Προδρόμου, τὸ ἀναμέσον νόμου καὶ χάριτος· «ἐγὼ γάρ, φησί, βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἐκεῖνος δὲ βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί»[45]. Διὸ Παῦλος ἐκέλευσε βαπτίζεσθαι[46]. Καὶ Πέ­τρος, πρώτῳ κεφ., «μετανοεῖτε, καὶ βαπτιζέσθω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ»[47]. Διάτι οὕτως; ἀλλ’ ἢ ὅτι ἐκεῖνο προπαρασκευαστικὸν ἦν, εὐαγγε­λικὸν τὸ τοῦ Κυρίου, δι’ οὗ ἀφαιρεῖται ἡ προπατορικὴ ἁμαρτία.
Καὶ μετ’ ὀλίγα.
Τοῦτό ἐστι τὸ ἀληθὲς βάπτισμα, ἡ ἀναγέννησις, ἡ ἀνάκτησις· σημεῖον γὰρ καὶ σφραγὶς τοῦ χριστιανοῦ. Ὅσοι δ’ αὐτὸ οὐκ ἔχουσι τοῦτο τὸ σημεῖον, γνωστοί εἰσι μὴ εἶναι τοῦ Κυρίου· καθ’ ὧν πάνυ ἔχει νὰ καυχᾶται ὁ κοινὸς τῆς σωτηρίας ἐχθρός, καθὼς ἔχει καυχᾶσθαι καὶ δι’ ἡμᾶς αὐτούς, ὅταν οὐχ ὁρᾷ ἡμᾶς ἔχοντας τὰ σημεῖα, ἃ ἐπακολουθεῖ τῷ βαπτίσματι.
Καὶ μετ’ ὀλίγα.
Καὶ ἡμεῖς ὁποῦ γινόμεσθεν ἁμαρτωλοὶ ἐκ κοιλίας μητρός μας, καὶ πρὸ τοῦ γνῶναι ἁμαρτίαν, ἐσμὲν καταδεδικασμένοι διὰ τὴν προπατορικὴν ἁμαρτίαν, ἀπὸ τὴν ὁποίαν τὸ βάπτισμα μᾶς ἐλευθερώνει.
Κατὰ τοῦ δεκάτου ἑβδόμου κεφαλαίου.
Ἐκ τῆς εἰς τό, πλοῖον ἦν βασανιζόμενον ἐν μέσῳ τῶν κυμάτων[48].
Ὅταν μεταλαμβάνῃς, τί ὁρᾷς; ἄρτον καὶ οἶνον; οὐ διακρίνεις; φάντασμα ὁρᾷς, ἂν θεωρῇς ὡς τόσον· ἂν ἀνοίξῃς τοὺς ἐσωτερικοὺς ὀφθαλμοὺς καὶ ἴδῃς τὸν Κύριον, ἐκεῖ τὴν σάρκα τοῦ Κυρίου ἐγνώρισας. Ἴδοις ὡς οἱ μαθηταὶ σήμερον, καὶ ὡς φάντασμα ὁρῶσι, καὶ κατὰ ἀλήθειαν. Ὅταν ὡς φάντασμα, ἐταράχθησαν ἀπὸ τοῦ κλύδωνος, ὅταν κατὰ ἀλήθειαν, ἔγνωσαν, ἐπαρηγορήθησαν, ὅτι ἀπηλλάγησαν ἀπὸ τοῦ κλύδωνος, καὶ ὅτι ἐσώθη ἡ ναῦς καὶ αὐτοὶ σὺν τῇ νηΐ.
Ἐκ τοῦ εἰς τὸ περὶ τῶν πέντε ἄρτων ῥητοῦ[49].
Τρὶς ἔκλασε τὸν ἄρτον ὁ Κύριος· πρῶτον, ἐν τῷ μυστικῷ δείπνῳ, ὅπῃ ἡμᾶς ἔπεισε καταλαβεῖν τὴν ἄπειρον δύναμιν τῆς θεότητος ἐν τῇ μετουσιώσει τοῦ ἄρτου[50].
Κατὰ τῆς τετάρτης τῶν ἐρωτήσεων.
Ἐκ τῆς εἰς τὴν πρώτην τῶν νηστειῶν Κυριακὴν ὁμιλίας.
Τριχῶς λέγεται ἡ εἰκών, πρῶτον... δεύτερον... τρίτον δὲ εἰκὼν ἐν πράγματι ἑτέρας φόσεως ἄψυχος, ἥτις ἐστὶν ἡ τιμωμένη εἰκὼν παρ’ ἡμῶν τοῦ Κυρίου καὶ τῶν ἁγίων· ἃς σεβόμεθα καὶ προσκυνοῦμεν διὰ τὴν πρὸς τὰ πρωτότυπα εὐλάβειαν, καὶ διὰ τὴν σχέσιν, ὅτι ὅλη ἡ τιμὴ ἀναφέρεται πρὸς τὸ πρωτότυπον. Δεῦρό μοι· φιλεῖς τὸν Χριστόν; ναί· τὴν Παναγίαν καὶ τοὺς Ἁγίους; ναί. Τίμησον αὐ­τούς. Λέξεις· οὐχ ὁρῶ, οὐ γινώσκω αὐτούς, πῶς τιμήσω; Διὸ ἡ Ἐκκλησία σοι ἀποκρίνεται· τίμησον τὰς εἰκόνας τους, καὶ ἡ τιμὴ ἅπασα ἀναφέρεται πρὸς ἐκεί­νους· τοιαύτην χάριν σοι ἔχουσιν, ὡς ἂν τοὺς ἰδίους αὐτοὺς ἐτίμησας. Οἱ ἄθλιοι καὶ ταλαίπωροι Εἰκονομάχοι, καταφρονοῦντες τὸν Θεὸν καὶ τοὺς ἁγίους, κατεφρόνουν καὶ τῶν εἰκόνων τους· καὶ καταφρονοῦντες τὰς εἰκόνας, καὶ τοῦ Θεοῦ. Διὸ ἀναθεματίζει αὐτοὺς ἡ Ἐκκλησία. Ἕνας σοφὸς ἔλεγεν, ὅτι τρεῖς ἀνθρώπους δὲν πρέπει νὰ τιμήσῃ τινάς· τὸν βάρβαρον καὶ μὴ εἰδότα τιμήν, ὅτι ὅσην τιμὴν τοῦ κάμῃς, σἂν δὲν τὴν ἠξεύρη, σὰν νὰ τὴν ἔρριψες. Νὰ μὴ τιμήσῃς τὸν ἀχάριστον, ὅτι δεν ἠξεύρει ἀπὸ ποῦ τοῦ ᾖλθε, μόνον σἂν τὸν τιμήσῃς, λέγει, πρέπει με διὰ ἐκεῖνο νὰ μὲ τιμᾷ καὶ δὲν τοῦ ἔχω χάριν. Νὰ μὴ τιμήσῃς τὸν ἄνθρωπον ὁποῦ καταχρᾶται τὴν τιμὴν ἢ μὲ κενοδοξίαν ἢ μὲ ἄλλον σκοπόν. Ὅμως ἂν καλὰ καὶ οὕτω σὲ διδάσκει ὁ σοφός, πλὴν ἐσὺ ἐκεῖνον τὸν βάρβαρον, ἐκεῖνον τὸν ἀχάριστον, ἐκεῖνον τὸν καταχρώμενον τὴν τιμήν, σἂν εἶσαι πεπαιδευμένος τὸν τιμᾷς· καὶ τὴν εἰκόνα τοῦ Χριστοῦ καὶ τῆς Παναγίας καὶ τῶν ἁγίων θέλεις καταφρονεῖν; οὐαὶ ὑμῖν, εἰκονομάχοι.
Καὶ μετὰ πολλά.
Τὸν οἶνον τῆς πίστεως τὸν κάμνει ὁ Χριστός, ὅστις ἐστὶν ἄμπελος ἀληθινή· μὴ τὸν βάλῃς εἰς τὸ παλαιὸν ἀσκί, τοῦτ’ ἔστιν, ἂν δὲν ἔχῃς τὸ κορμί σου καινουργωμένον καὶ καθαρισμένον, δὲν ἠμπορεῖ νὰ κρατήσῃ καθαρισμένον καὶ καινουργωμένον καὶ ἀπὸ ταῖς αἵρεσαις καὶ ἀπὸ ταῖς ἁμαρτίαις. Παλαιὸν καὶ διαβολικὸν ἀσκὶ ἦτον ὁ Ἄρειος, ὁποῦ ἐδογμάτιζε τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ κτίσμα, καὶ ὁ Μακεδόνιος, ὁποῦ ἐβλασφήμει εἰς τὸ Πνεῦμα τὸ ἅγιον, Παῦλος ὁ Σαμοσατεὺς καὶ Εὐτυχὴς καὶ Διόσκορος οἱ μονοφυσῖται, Ὀνώριος, Κῦρος καὶ Σέργιος οἱ μονοθελῆται. Ἀλλ’ ἔσκασαν, δὲν ἐγκράτησαν τὸ κρασὶ τὸ καλὸν μέσα τους. Καὶ ἵνα ἐάσω τοὺς λοιποὺς αἱρετικούς, παλαιὰ καὶ σάπια ἀσκία ἦτον οἱ Εἰκονομάχοι· ἀλλὰ καὶ ἐκεῖνοι κακὸν θάνατον ἔδωσαν.
Ἐκ τῆς εἰς τὴν δευτέραν Κυριακὴν τῶν νηστειῶν ὁμιλίας, ἔνθα δέχεται τὸ βιβλίον τοῦ Τωβίου καὶ ἀδιορίστως Γραφὴν ὀνομάζει· κατὰ τρίτης ἐρωτήσεως.
Τετράκις ἐν τῇ Γραφῇ φαίνεται ὅτι ἐπολέμησαν οἱ δαίμονες μετὰ τῶν ἀγγέ­λων. Ἅπαξ ἐν τῷ οὐρανῷ, Ἀποκάλ. ιβ΄, Δανιὴλ ι΄. Δεύτερον, ὅταν μετὰ τοῦ ἄρχοντος τῶν Περσῶν ἐπολέμησεν ὁ Μιχαήλ, εἰ καὶ τοῦτο δύναται, ὅτι ἄγγελοι ἦσαν οἱ πολεμήσαντες. Τρίτον, διὰ τὸ σῶμα τοῦ Μωϋσέως, ὅταν ἐπολέμησε μὲ τὸν Μιχαήλ. Τέταρτον, ἐν τῷ οἴκῳ τοῦ Ῥαγουήλ, ὅταν ὁ Ἀσμοδαῖος ἐνικήθη ὑπὸ Ῥαφαήλ.
Ἐκ τῶν θεολογικῶν αὐτοῦ σημειώσεων, φύλλα τπζ΄, ἐν ᾧ δέχεται τὸ βιβλίον τῆς Σοφίας.
Καὶ γὰρ ὁ διάβολος, εἰς τὸ ἐργάσαι τὸν διπλοῦν θάνατον τὸν ἡμέτερον, ἕνα θάνατον ἑαυτοῦ ἁπλοῦν ἐκομίσατο. Τέθνηκε γὰρ πνευματικῶς διὰ τὴν ἀσέβειαν, εἰς ἣν πείσας ἡμᾶς, ὑπακούσαντες δὲ ἡμεῖς κατεκρίθημεν. Ὅθεν δικαίως γέγραπται Σοφ. α΄, ιγ΄, «ὁ Θεὸς τὸν θάνατον οὐκ ἐποίησεν». Οὐ γὰρ ἦν αἴτιος θανά­του. Οὐ γὰρ ἡ τοῦ κριτοῦ δικαιοσύνη αἰτία τῆς τιμωρίας, ἀλλ’ ἡ κακοῦργος αὐτοῦ πρᾶξις.
Ἐκ τῆς εἰς τὸν ἄσωτον, ἐν ᾧ δέχεται τὸ βιβλίον τῆς Σωσάννης.
Καὶ δὲν λέγω διὰ τοῦτο, ὅτι δὲν σφάλλει ὁ γέρων ἄνθρωπος, ὄχι· μόνον ὅτι ἀκωλύτως ὁ νέος. Καλὰ καὶ νὰ εὑρίσκωνται καὶ νέοι τινές, ὁποῦ ἔχουτι χάριν ἐκ Θεοῦ, ὡς ὁ Ἰωσήφ, ὃν ἠγάπα ὑπὲρ τοὺς λοιποὺς υἱοὺς ὁ Ἰακώβ, ὁποῦ διὰ νὰ ἔχῃ πολλὴν γνῶσιν ἐβασίλευσεν ἐν Αἰγύπτῳ. Καὶ ὁ νέος Δανιὴλ ὁ προφήτης τό­σον ἦτον γνωστικός, ὁποῦ μέσα εἰς τὴν Βαβυλῶνα ἦτον ἀκουστός, καὶ γέροντας κριτὰς ἤλεγξεν, οὗτος ὡς ἦν νέος. Πλὴν οὗτοι ἔχουσι χάριν ἐκ Θεοῦ, καὶ καλοὶ ἐξ ἑαυτῶν.
Ταῦτα ἐκ τῶν πολλῶν, ὧν ἔχομεν, Κυρίλλου ὁμιλιῶν, ἅτινα κατὰ διάμετρον ἀντίκειται τοῖς κεφαλαίοις ἐκείνοις καὶ ἐρωτήσεσιν, ὅπερ φανερόν ἐστιν, ἑκάστῳ κεφαλαίῳ καὶ ἑκάστῃ ἐρωτήσει ἑκάστην ἐκλογὴν παραβάλλουσι, καὶ αὖθις ἑκάστην πᾶσι κεφαλαίοις καὶ ἐρωτήσεσι, καὶ πάσας ἐκλογὰς πρὸς ἕκαστον τῶν τε κεφαλαίων καὶ ἐρωτήσεων. Καὶ οὕτως ὁ τῆς χαλάνης τῶν ἀνόμων σεσοφισμένος πύργος καταπεσών, φροῦδα πάντα τὰ κατὰ τῆς Ἀνατολικῆς Ἐκκλησίας αὐτῶν ματαιολογήματα ἔσονται· καὶ πᾶς τις οὐ μόνον τῶν Ὀρθοδόξων, ἀλλὰ καὶ τῶν ὁπωσδήποτε τῇ χριστιανοῦ προσηγορίᾳ καλλυνομένων, γνοὺς τῶν πονηρευομένων αἱρετικῶν τὰς σκευωρίας, αἰώνιον κατ’ αὐτῶν ψῆφον, ὅτι ψεῦσται καὶ ἄδικοι οἱ Καλουΐνοι, ἐξενέγκοι.

(Δεῖτε τὸ Β΄ καὶ τελευταῖο Μέρος

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 701-733.



[1] Ἐκκλ. 3,8.
[2] Ψαλμ. 111,5.
[3] Δευτ. 27,3.
[4] Ἰεζ. 20,27.
[5] Ἰεζ. 24,27.
[6] Ἐξοδ. 4,12.
[7] Ἱερ. 4,19.
[8] Ἡσ. 61,1, Λουκ. 4,18, Πράξ. 9,17.
[9] Ψαλμ. 86,6.
[10] Ψαλμ. 113,24.
[11] Λουκ. 8,10.
[12] Γεν. 2,16.
[13] Γεν. 1,11.
[14] Ματθ. 14,25.
[15] Λουκ. 14,16.
[16] Α΄ Τιμ. 2,4.
[17] Γεν. 8,21.
[18] Δευτ. 32,39.
[19] Ψαλμ. 96,10.
[20] Λουκ. 11,34.
[21] Α΄ Ἰω. 1,8.
[22] Ἰακ. 2,20,26.
[23] Ματθ. 18,32.
[24] ᾏσμ. ᾀσμ. 8,5.
[25] Ῥωμ. 6,23.
[26] Ἀποκ. 21,1.
[27] ᾏσμ. ᾀσμ. 8,13.
[28] Ματθ. 15,17.
[29] Ματθ. 21,40.
[30] Ψαλμ. 33,8.
[31] Ἰω. 17,12.
[32] Ματθ. 16,24.
[33] Ψαλμ. 134,6.
[34] Ψαλμ. 5,5.
[35] Γεν. 2,18.
[36] Ματθ. 16,24/5.
[37] Ψαλμ. 36,27Μ.
[38] Ματθ. 16,21, Λουκ. 9,23.
[39] Ματθ. 3,10.
[40] Ματθ. 3,10.
[41] Ἰω. 3,5.
[42] Μάρκ. 1,8.
[43] Ἰω. 3,6.
[44] Ἐφ. 5,26.
[45] Ματθ. 3,11, Λουκ. 3,16.
[46] Πράξ. 19,3 ἑξ.
[47] Πράξ. 2,38.
[48] Ματθ. 14,24.
[49] Λουκ. 9, 10-17.
[50] Λουκ. 22,19.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου