γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Παρασκευή 31 Μαρτίου 2017

Νεκταρίου Ιεροσολύμων, Εγκύκλιος (1662 μ.Χ.)


ΝΕΚΤΑΡΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΕΓΚΥΚΛΙΟΣ
ΠΕΡΙ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ
1662 μ.Χ.

Νεκτάριος,  ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης. πᾶσι τοῖς ἐντευξομένοις Ὀρθοδόξοις, ἀδελφοῖς ἀγαπητοῖς καὶ τέκνοις ἐν Κυρίῳ, χάρις, εἰρήνη καὶ ἔλεος ἀπὸ Θεοῦ.
Μὴ δὴ παρέργως, ἀναγνῶστα φίλτατε, ταύτην τὴν βίβλον μέτιθι, εἴ σοι βουλή, τῶν εἴη πρὸς πίστιν ὀρθὴν παιδαγωγηθῆναι, καὶ περιϊὼν ἔτι ἐν τῷ ὑλώδει τούτῳ σώματι τοῖς τοῦ ἀΰλου φωτὸς ἁμαρύγμασιν ἐλλαμφθῆναι, ὅπερ ἐστὶ ζῆν ὑπὲρ τὰ ὁρώ­μενα καὶ μετὰ Θεοῦ γενέσθαι τῷ νῷ ἀνιπτάμενος. Σύντομον καὶ γάρ, οὐχ ἧττον δὲ καὶ σαφῆ, περίληψιν ὀρθῶν ἔχει δογμάτων, ὥσπερ κἀκ τῆς ἐπιγραφῆς αὐτῆς ἀριδήλως σοι προαναφανεῖται· ἐπιγράφεται μὲν γὰρ Ὀρθόδοξος Ὁμολογία τῶν Γραι­κῶν, δηλαδὴ εἰλικρινὴς καὶ καθαρά, τῷ μηδ’ ὁπωσοῦν νεωτερισμοῦ τινος ἐπιμιξίαν ἔχειν ἐξ ἑτέρου θρησκεύματος· συντέτακται δὲ τὸ μὲν πρῶτον παρὰ τῆς τῶν Ῥώ­σων Ἐκκλησίας (στιχούσης ἄνωθεν τῷ ὀρθῷ τῆς Ἀνατολικῆς Ἐκκλησίας κανόνι), ἐξ αἰτίας ὁρμωμένης τοιαύτης. Πέτρος Μογίλας (ὁ καὶ πρὸ ὀλίγου τῶν τῇδε μεταστὰς καὶ πρὸς τὸν Θεὸν ὁσίως μεταχωρήσας), παρὰ τοῦ ἀοιδίμου καὶ μακαριωτάτου Πατριάρχου τῶν Ἱεροσολύμων κυρίου Θεοφάνους προβληθεὶς καὶ χειροτονηθεὶς ὀρθόδοξος μητροπολίτης, καὶ τοὺς οἴακας ἐγχειρισθεὶς τῆς κατὰ τὸ Κίοβον μητροπόλεως· ἐνέτυχε τῷ ποιμνίῳ συμπεφυρμένῳ νεωτερισμοῖς τισι τῶν ἐτεροδοξούντων, ἀπᾴδουσι πάντῃ τοῦ ὀρθοῦ καὶ ἀρχαίου σφῶν δόγματος.

Συνοδική επικύρωσις Ομολογίας Πέτρου Μογίλα (1643 μ.Χ.)


ΣΥΝΟΔΙΚΗ ΕΠΙΚΥΡΩΣΙΣ
ΤΗΣ
ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ
1643 μ.Χ.

Παρθένιος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.
Ἡ μετριότης ἡμῶν μετὰ καὶ τῆς περὶ αὐτὴν ἱερᾶς τῶν ἀρχιερέων Συνόδου καὶ τοῦ κλήρου, διελθόντες τὸ πεμφθὲν ἡμῖν παρὰ τῆς ἀδελφῆς ἡμῶν Ἐκκλησίας τῆς μικρᾶς Ῥωσίας βιβλίον, τὸ ἐπιγραφὴν ἔχον, «Ὁμολογία τῆς ὀρθοδόξου πίστεως τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τοῦ Χριστοῦ», τὴν πραγματείαν αὐτοῦ ποιούμενον ἐν τρισὶ μέρεσιν, εἴς τε τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τὴν ἐλπίδα· καὶ τὴν μὲν πίστιν διαιροῦν εἰς τὰ δώδεκα ἄρθρα τῆς πίστεως, ἤτοι τοῦ ἱεροῦ συμβόλου· τὴν δὲ ἀγάπην εἰς τὰς δέκα ἐντολὰς καὶ εἰς λοιπὰ ἀναγκαῖα τῆς ἱερᾶς καὶ θεοπνεύστου παλαιᾶς τε καὶ νέας Γραφῆς· καὶ τὴν ἐλπίδα εἰς τὴν κυριακὴν φωνὴν καὶ τοὺς ἐννέα μακαρισμοὺς τοῦ ἱεροῦ Εὐαγγελίου· εὕρομεν αὐτὸ ἐπακόλουθον τοῖς δόγμασι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ὁμόφωνον τοῖς ἱεροῖς κανόσι, κατ’ οὐδὲν ἐναντιούμενον αὐτῇ· οὗ τὸ ἀντικρὺ δεύτερον μέρος εἰς λατινικὴν γλῶσσαν ἐμπεριέ­χεται, καὶ οὐ διήλθομεν αὐτὀ. Ἐπικυροῦμεν οὖν αὐτό, μόνον τὸ ἐν τῇ ἡμέτερᾳ διαλέκτῳ τυγχάνον, καὶ ἀποφαινόμεθα γνώμῃ κοινῇ συνοδικῇ, πάντα εὐσεβῆ καὶ ὀρθόδοξον ὄντα ὑπὸ τὴν Ἀνατολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν χριστιανόν, ἀναγνώσκειν αὐτό, καὶ μὴ ὀποστρέφεσθαι. Ὅθεν καὶ ὑπεγράφη εἰς διηνεκῆ τὴν ἀσφάλειαν, ἐν ἔτει αχμγ΄, μηνὶ Μαρτίῳ, ἡμέρᾳ ια΄.
Παρθένιος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.
Ἰωαννίκιος ἐλέῳ Θεοῦ Πάπας καὶ Πατριάρχης τῆς μεγάλης πόλεως Ἀλεξαν­δρείας καὶ κριτὴς τῆς οἰκουμένης.
Μακάριος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς μεγάλης θεουπόλεως Ἀντιόχειας.
Παΐσιος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ.

(Ἕπονται 22 ὑπογραφαὶ συνοδικῶν ἀρχιερέων καὶ ἄλλων ὀφφικιούχων κληρικῶν).

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 592-593.


Δευτέρα 27 Μαρτίου 2017

Επιστολή της εν Ιασίω Συνόδου (1642 μ.Χ.)


ΕΠΙΣΤΟΛΗ ΤΗΣ ΕΝ ΙΑΣΙΩ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΠΡΟΣ
ΤΟΝ ΗΓΕΜΟΝΑ ΤΗΣ ΜΟΛΔΟΒΛΑΧΙΑΣ
1642 μ.Χ.
(ΠΕΡΙ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)

Τῷ ἐκλαμπροτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Δουκί, θεοσεβεστάτῳ αὐθέντῃ καὶ ἡγεμόνι πάσης Μολδοβλαχίας, κυρίῳ κυρίῳ Ἰωάννῃ Βασιλείῳ Βοεβόδᾳ, σωτηρίαν παρὰ Θεοῦ.

Σὸν ἦν ὡς ἀληθῶς, Δοὺξ μεγαλοπρεπέστατε, τύποις ἐκδοῦναι καὶ τὰ συνοδικὰ ταὐτὶ γράμματα. Ἐπειδὴ γάρ σοι τὸ σύνθημα δέδωκεν ὁ Κύριος, τοῦ εἶναι τῆς Ἐκ­κλησίας αὐτοῦ πρόμαχον καὶ τῶν αἱρέσεων γενναῖον καταλύτην, σὲ μόνον ἐκ πάντων τῶν ἐπὶ γῆς ἡγεμόνων ὡς εὔχρηστον αὑτῷ ἐκλεξάμενος· τίνι ἂν ἄλλῳ ἐπέκειτο τὰς κακοδοξίας στηλιτεῦσαι, εἰ μὴ ἄρα τῇ σῇ θεοσεβεστάτῃ μεγαλονοίᾳ, ὃς ἰδὼν τὰς τοῦ Χριστοῦ Ἐκκλησίας ταραττομένας ἐπὶ τοῖς νεωστὶ ἀναφανεῖσι καλουϊνικοῖς κεφαλαίοις, διατεινομένοις ἡμετέροις εἶναι, τῷ ἐπιγράφεσθαι «ἀνατολικὴ ὁμο­λογία τῆς χριστιανικῆς πίστεως», οὐδ’ ὁτιοῦν κατενάρκησας, ἀλλὰ πάντα κάλων κινήσας, οὐκ ἀπέστης ἕως οὗ μεταπεμψάμενος τοποτηρητὰς τοῦ ἁγιωτάτου καὶ ἀποστολικοῦ θρόνου τοῦ οἰκουμενικοῦ καὶ πάσης τῆς περὶ αὐτὸν ἱερᾶς συνόδου, καὶ ἀπὸ Ῥωσίας λεγάτους τῆς ἐκεῖθεν Ἐκκλησίας, σὺν αὐτοῖς πάντα τὰ νενοθευμένα κατέρραξας δόγματα, δημοσίοις βίβλοις ἐγκρίνας τε καὶ κυρώσας τὰ τῆς Ἀνατο­λικῆς Ἐκκλησίας γνήσια διδάγματα· καὶ νῦν πᾶσι τοῖς χριστιανῶν παισὶν Ὀρθοδόξοις, ἐκκαλύπτων τὸν ἐγκεκρυμμένον ἰὸν τοῖς κεφαλαίοις ἐκείνοις, κοινῶς προκεῖσθαι ἐθέσπισας, ἣν ἔχει δόξαν περὶ αὐτὰ ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλη Ἐκκλησία, ἐφ’ ᾧ ἔχει πανταχῇ τὰ τοῦ Κυρίου πρόβατα διαγινώσκειν, ὁποίων βρώματων ἀπέχεσθαι χρή, καὶ ποίαις τισὶ νομαῖς ἀναμφιβόλως προσπέλαζειν. Διὸ χαρίτας τῷ Θεῷ ἀποδιδόντες ἐπὶ τοῖς διὰ σοῦ παρ’ αὐτοῦ οἰκονομηθεῖσιν ἡμῖν, ἐξ ὅλης ψυχῆς ἱκετεύομεν αὐτὸν τὴν παροῦσαν ζωὴν μακραίωνά τε καὶ εἰρηνικήν σο δωρήσασθαι, τὸν τῆς ἡγεμονίας θρόνον μέχρι τέλους κοσμοῦντα ἐν τῇ αὐτοῦ χάριτι, ἐν <δέ> τῇ μελλούσῃ ἐκ τῶν ἐπὶ γῆς <εἰς> τὰ οὐράνια μεταθέσθαι σε βασίλεια.

Οἱ ἀπὸ Κωνσταντινουπόλεως λεγάτοι καὶ ἐξάρχοι Πατριαρχικοί.
   Ὁ πρῴην Νικαίας Πορφύριος.
   Μελέτιος Συρίγος, Ἱερομόναχος καὶ κῆρυξ τοῦ Εὐαγγελίου.
Καὶ οἱ ἀπὸ Ῥωσίας λεγάτοι.
   Ἡσαΐας Τρόφιμος, ἡγούμενος τοῦ ἁγίου Νικολάου.
   Ἰγνάτιος ὁ Ξενοβίκιος, ὁ τοῦ Εὐαγγελίου κῆρυξ.
   Ἰωσὴφ Κονονοβίκιος, ἡγούμενος τῶν ἁγίων Θεοφανείων.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 581-582.


Κυριακή 26 Μαρτίου 2017

Επιστολή της εν Κωνσταντινουπόλει Συνόδου (1642 μ.Χ.)


ΣΥΝΟΔΙΚΗ ΕΠΙΣΤΟΛΗ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΟΣ ΤΗΝ ΕΝ ΙΑΣΙΩ ΤΟΠΙΚΗΝ ΣΥΝΟΔΟΝ
1642 μ.Χ.
(ΠΕΡΙ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)

Παρθένιος
ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικός Πατριάρχης

Τῆς ἡμῶν μετριότητος συνοδικῶς προκαθήμενης, συνεδριαζόντων αὐτῇ καὶ τῶν ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων, τῶν ἐν ἁγίῳ Πνεύματι ἀγαπητῶν αὐτῆς ἀδελφῶν καὶ συλλειτουργῶν, καὶ τῶν τιμιωτάτων κληρικῶν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας, προήχθησαν εἰς μέσον κεφάλαιά τινα, ἐπιγραφὴν ἔχοντα τοῦ πρὸ ἡμῶν Πατριάρχου γέροντος κυρ. Κυρίλλου, περὶ ὧν ἐζητήθη, εἰ χρὴ ταῦτα ὡς εὐσεβῆ λογίζεσθαι καὶ κατέχειν, ἢ ὡς τῆς ἡμετέρας ἀνατολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἀλλότρια ἀποκηρύττεσθαι. Διὸ πᾶσα ἡ ἱερὰ Σύνοδος αὕτη, ἕκαστον αὐτῶν ἐπιμελῶς ὑπεξελθόντες καὶ τὸν νοῦν τῶν γεγραμμένων ἀνακρίναντες, εὗρον αὐτὰ πάντα, τοῦ ἑβδόμου ἐκτός, τῆς καλβινικῆς ἀντεχόμενα αἱρέσεως, καὶ ὡς πορρωτάτω τῆς χριστιανικῆς τῶν ἀνατολικῶν θρη­σκείας ἀπέχοντα.

Σάββατο 25 Μαρτίου 2017

Πέτρου Μογίλα, Ομολογία Πίστεως (1638/1641 μ.Χ.), Μέρος Γ΄


ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΙΕΒΟΥ

«ΟΡΘΟΔΟΞΟΣ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ»
1638/1642 μ.Χ.

ΜΕΡΟΣ Γ΄
Δεῖτε τό Α1 Μέρος στήν ἱστοσελίδα:
τό Α2 Μέρος στήν ἱστοσελίδα:
καί τό Β΄ Μέρος στήν ἱστοσελίδα:

Τρίτον μέρος
τῆς Ὀρθοδόξου Ὁμολογίας τῆς Ἀνατολικῆς Ἐκκλησίας.
Περὶ ἀγάπης

Ἐρώτησις α΄. Τί περιέχει τὸ τρίτον μέρος τῆς Ὀρθοδόξου Ὁμολογίας;
Ἀπόκρισις. Τὸ τρίτον μέρος τῆς Ὀρθοδόξου Ὁμολογίας διαλαμβάνει περὶ τῆς εἰς Θεὸν καὶ τὸν πλησίον ἀγάπης, τὴν ὁποίαν περιέχει ἡ θεία δεκάλογος· τὴν ὁποίαν (δεκάλογον) ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐβεβαίωσεν εἰς τὸν νέον νό­μον καὶ τελειότερον ἐδίδαξε, διὰ τὸ ὁποῖον λέγει· «ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐν­τολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»[1].
Ἐρώτησις β΄. Διὰ νὰ ἀνακρίνωμεν τὰς θείας ἐντολὰς ταύτας τί χρειαζόμεσθαν;
Ἀπόκρισις. Πρέπει νὰ προλάβωμεν τοῦτο, πῶς ἀπὸ τὰς ἐντολὰς τοῦ Θεοῦ ἄλλαις προστάσσουσι νὰ κάνωμεν τὸ καλὸν καὶ ἄλλαις κωλύουσιν ἀπὸ τὸ νὰ κάνωμεν τὸ κακόν. Διὰ τοῦτο ὁποῖος θέλει νὰ κατανόησῃ τὰς ἐντολὰς ταύτας, πρέ­πει νὰ γνωρίσῃ πρῶτον ποῖον εἶναι τὸ ἀγαθὸν καὶ ποῖον τὸ κακόν· καὶ ἀγαθὸν μὲν κυρίως εἶναι ἡ ἀρετή, κακὸν δὲ κυρίως ἡ ἁμαρτία. Διὰ τοῦτο πρῶτον πρέπει νὰ ὁμιλήσωμεν περὶ ἀρετῶν καὶ κακιῶν, ἔπειτα περὶ τῶν δέκα ἐντολῶν τοῦ Κυ­ρίου καὶ Θεοῦ ἡμῶν.

Πέτρου Μογίλα, Ομολογία Πίστεως (1638/1641 μ.Χ.), Μέρος Β΄


ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΙΕΒΟΥ

«ΟΡΘΟΔΟΞΟΣ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ»
1638/1642 μ.Χ.

ΜΕΡΟΣ Β΄
Δεῖτε τό Α1 Μέρος στήν ἱστοσελίδα:
καί τό Α2 Μέρος στήν ἱστοσελίδα:

Δεύτερον μέρος
τῆς Ὀρθοδόξου Ὁμολογίας τῆς Ἀνατολικῆς Ἐκκλησίας.
Περὶ ἐλπίδος

Ἐρώτησις α΄. Τί ἐστιν ἐλπίς;
Ἀπόκρισις. Ἡ ἐλπίδα εἶναι ἕνα θάῤῥος ἀληθινὸν πρὸς τὸν Θεόν, διδόμενον εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἀπὸ Θεοῦ ἔμπνευσιν καὶ φωτισμόν, διὰ νὰ μὴν ἀπελπισθῇ ποτε ἀπὸ τὴν χάριν τοῦ Θεοῦ, τόσον εἰς τὴν τῶν ἁμαρτιῶν συγχώρησιν, ὅσον καὶ εἰς κάθε ζήτημα, ὅταν ζητᾶται κανένα ἀγαθόν, ἢ ἀπὸ τὰ ἀγαθὰ τὰ πρόσκαιρα ἢ ἀπὸ τὰ αἰώνια. Περὶ αὐτῆς λέγει οὕτως ὁ Ἀπόστολος· «μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην»[1]. Καὶ ἀλλαχοῦ· «τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένων οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα»[2].

Παρασκευή 24 Μαρτίου 2017

Πέτρου Μογίλα, Ομολογία Πίστεως (1638/1641 μ.Χ.), Μέρος Α2


ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΙΕΒΟΥ

«ΟΡΘΟΔΟΞΟΣ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ»
1638/1642 μ.Χ.

ΜΕΡΟΣ Α2
Δεῖτε τό Α1 Μέρος στήν ἱστοσελίδα:

Ἐρώτησις νθ΄. Τί διδάσκει δεύτερον τὸ ἄρθρον τοῦτο;
Ἀπόκρισις. Πῶς εἰς τὴν τελευταίαν κρίσιν οἱ ἄνθρωποι θέλουσιν ἀποδώσειν λόγον διὰ τοὺς λογισμούς, διὰ τὰ λόγια καὶ διὰ τὰ ἔργα, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· «λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως»[1]. Καὶ ὁ Ἀπόστολος λέγει· «ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ»[2].
Ἐρώτησις ξ΄. Τί διδάσκει τρίτον τοῦτο τὸ ἄρθρον;
Ἀπόκρισις. Πῶς εἰς τὴν ἡμέραν ἐκείνην καθ’ ἕνας κατὰ τὰ ἔργα του θέλει λάβει τελείαν καὶ αἰωνίαν πληρωμήν· διατὶ κάποιοι θέλουσιν ἀκούσειν τὴν ἀπόφασιν ταύτην· «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»[3]· καὶ ἄλλοι ἀκούσουσι τὴν ἀπόφασιν ταύτην· «πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ»[4], «ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται»[5].

Κυριακή 19 Μαρτίου 2017

Πέτρου Μογίλα, Ομολογία Πίστεως (1638/1641 μ.Χ.), Μέρος Α1


ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΙΕΒΟΥ

«ΟΡΘΟΔΟΞΟΣ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ»
1638/1642 μ.Χ.

ΜΕΡΟΣ Α1

Ἐρώτησις α΄. Ὁ ἄνθρωπος ὁ χριστιανός, ὁ ὀρθόδοξος καὶ καθολικός, τὶ χρεωστεῖ νὰ φυλάττῃ διὰ νὰ κληρονομήσῃ τὴν ζωὴν τὴν αἰώνιον;
Ἀπόκρισις. Πίστιν ὀρθὴν καὶ ἔργα καλά· διατὶ ὅποιος τὰ δύο τοῦτα κρατεῖ, εἶναι καλὸς χριστιανός, καὶ ἔχει βεβαίαν ἐλπίδα τῆς αἰωνίου σωτηρίας, μαρτυρούσης τῆς ἁγίας Γραφῆς, «ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πί­στεως μόνον»[1]· καὶ ὀλίγῳ κατώτερον, «ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νε­κρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι»[2]. Καὶ ἀλλαχοῦ ὁ Παῦ­λος ὁ θεῖος λέγει τὸ αὐτό· «ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν»[3]· καὶ ἀλλαχοῦ, «ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει»[4].

Τρίτη 14 Μαρτίου 2017

Η «Ημέρα Κυρίου» και τα «σημεία των καιρών»


Διάγραμμα – Περίληψη
Θέματος Η' το Θεολογικο Προγράμματος «ρθοδοξία καί Ζωή»
τς ερς Μητροπόλεως Μαντινείας καί Κυνουρίας,
περιόδου ΙΑ', τους 2016-2017.

Ὁ χρόνος τῆς Παρουσίας: Ὁ ἄγνωστος χρόνος τῆς Δευτέρας Παρουσίας καί οἱ περί αὐτοῦ βιβλικές μαρτυρίες. Ὁ Κύριος ἐμφανίζεται νά ἀγνοεῖ τόν χρόνο, οἰκοιοποιούμενος τήν ἀνθρώπινη ἄγνοια: «Περί τῆς ἡμέρας ἐκείνης καί ὥρας οὐδείς οἶδεν, οὐδέ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδέ ὁ Υἱός, εἰ μή ὁ Πατήρ μόνος» (Ματθ. 24,36). «Ἥξει ὁ Κύριος ... ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καί ἐν ὥρᾳ ᾗ οὐ γινώσκει» ὁ ἄνθρωπος (Ματθ. 24, 50). «Ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί οὕτως ἔρχεται» (Α' Θεσ. 5, 2). «Προσέχετε δέ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καί μέθῃ καί μερίμναις βιωτικαῖς, καί ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη» (Λουκ. 21,34). «Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται» (Ματθ. 24, 42). «Ἀγρυπνεῖτε καί προσεύχεσθε· οὐκ οἴδατε γάρ πότε ὁ καιρός ἐστιν ... γρηγορεῖτε οὖν· οὐκ οἴδατε γάρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ ἤ μεσονυκτίου ἤ ἀλεκτοροφωνίας ἤ πρωΐ· μὴ ἐλθών ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. Ἅ δέ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε» (Μαρκ. 13, 33-37). Ἡ ἀνάγκη συνεχοῦς ἑτοιμότητος καί ἡ παραβολή τῶν δέκα παρθένων (Ματθ. 25, 1-12): ὁ πίστος ὀφείλει νά ζεῖ σάν νά εἶναι ὁ Κύριος ἤδη ἐδῶ.