γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 10 Μαΐου 2017

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1691 μ.Χ.)


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1691 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΠΡΟΤΕΣΤΑΝΤΙΚΩΝ ΔΟΞΑΣΙΩΝ)

Καλλίνικος
ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικὸς Πατριάρχης.

Ἁπλοῦς ὁ λόγος ἔφυ τῆς ἀληθείας, καὶ τεχνικῆς οὐ δεῖται κομψότητος· οἴκοθεν γὰρ ἔχει τὴν ἰδίαν δύναμιν καὶ ἐνέργειαν· ἔνθεν τοι χρείας ἤδη κατεπειγούσης, εἰς τὸ φανερωθῆναι τὴν περὶ τοῦ προκειμένου ἀλήθειαν, πάσης τερθρείας τῆς ἐν λόγοις ἀποκλίναντες, ἁπλῇ τῇ λέξει καὶ ὑγιεῖ τῷ νοήματι, τὴν ἀλήθειαν ἔγνωμεν παραστῆσαι, προοδοποιούσης ἄνωθεν τῆς θείας χάριτος.

Ἐπειδὴ τοιγαροῦν καὶ ἡ ἁγία καὶ καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, ἀπὸ τοῦ καιροῦ τῶν ἁγίων Ἀποστόλων, καὶ καθ’ ἑξῆς ἄχρις ἡμῶν, κατὰ τὴν παράδοσιν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ, ἐπίστευσε καὶ φρονεῖ περὶ τοῦ ἁγιωτάτου μυστηρίου τῆς ἱερᾶς εὐχαριστίας, παρεῖναι ἐν αὐτῷ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθῶς καὶ πραγματικῶς, ὥστε δηλονότι μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου μεταποιεῖσθαι καὶ μεταβάλλεσθαι τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ ἀληθὲς καὶ ἐκ τῆς Παρθένου γεννηθὲν σῶμα τοῦ Χριστοῦ, τὸν δὲ οἶνον εἰς αὐτὸ τὸ ἀληθὲς καὶ ἐπὶ τοῦ σταυροῦ ἐκχυθὲν τοῦ αὐτοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ αἷμα, καὶ οὐκέτι μένειν τὴν οὐσίαν τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἀλλ’ εἶναι ἀληθῶς καὶ πραγματικῶς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου ἐν τοῖς φαινομένοις εἴδεσι τοῦ ἄρτου καὶ τοῦ οἴνου· προσέτι δὲ ἐν ἑκάστῃ μερίδι τοῦ ἁγιασθέντος ἄρτου καὶ οἴνου, μὴ εἶναι μέρος τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἀλλ’ ὅλον ὁλικῶς τὸν Δεσπότην Χριστὸν κατ’ οὐσίαν, μετὰ ψυχῆς δηλονότι καὶ θεότητος, ἤτοι τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον. Τὸ αὐτὸ γὰρ σῶμα τοῦ Χριστοῦ ὑπάρχει καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῷ μυστηρίῳ τῆς εὐχαριστίας, οὐχ ὅτι ἐκεῖνο κατέρχεται ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταβάλλονται εἰς αὐτὸ ἐκεῖνο τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου οὐσιωδῶς, καὶ πάρεστι τὸ δεσποτικὸν σῶμα καὶ αἷμα ἀληθείᾳ καὶ πράγματι ἐν τῷ μυστηρίῳ ἀοράτως. Ὅθεν καὶ πολλῶν γινομένων ἐν τῇ οἰκουμένῃ ἱερουργιῶν, μὴ γίνεσθαι πολλοὺς Χριστοὺς καὶ πολλὰ σώματα Χριστοῦ, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν παρεῖναι, ὡς εἴρηται, ἀληθῶς καὶ πραγματικῶς ἐν πάσαις ταῖς κατὰ μέρος τῶν πιστῶν ἐκκλησίαις, καὶ ἓν εἶναι τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα οὐσιωδῶς ἐν πολλοῖς τόποις καὶ οὐ πολλά, πιστευόμενόν τε καὶ λατρευτικῶς προσκυνούμενον· αὐτόχρημα καὶ γὰρ τὸ τεθεωμένον ἐκεῖνο δεσποτικὸν σῶμα πάρεστιν, ὅτου χάριν λατρεία τε κέκληται καὶ λατρευτικῶς προσκυνεῖται· καὶ μεταδίδοσθαι τὸ αὐτὸ σῶμα καὶ αἷμα πᾶσι τοῖς προσιοῦσι καὶ μεταλαμβάνουσιν, ἱερωμένοις καὶ λαϊκοῖς, δι’ ἀμφοτέρων τῶν εἰδῶν, πλὴν τοῖς μὲν εὐσεβέσι καὶ ἀξίοις ἄφεσιν ἁμαρτιῶν καὶ ἁγιασμὸν καὶ ζωὴν αἰώνιον προξενεῖν, τοῖς δὲ ἀσεβῶς καὶ ἀναξίως λαμβάνουσιν αὐτὸ γίνεσθαι εἰς κατάκρισιν καὶ κόλασιν αἰώνιον.
Ἀλλὰ πολλῶν αἱρετικῶν κατὰ καιροὺς ἀναφανέντων καὶ ἀρνουμένων τὴν ἐν τῷ μυστηρίῳ οὐσιώδη καὶ πραγματικὴν μεταβολὴν τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου, καὶ τῶν ἱερῶν διδασκάλων τῆς ἁγίας Ἐκκλησίας κατ’ αὐτῶν ὡς τὸ εἰκὸς ἀγωνισαμένων, καὶ αὖθις τῶν αἱρετικῶν ὁμωνυμίαις καὶ σοφίσμασι χρωμένων, πρὸς ἀπάτην τῶν ἁπλουστέρων, ἡ Ἐκκλησία τέλος πάντων, πρὸς σαφεστέραν παράστασιν τῆς ἐν τῷ μυστηρίῳ ἀληθείας, κατὰ τὴν ἰδίαν αὐτῆς ἐξουσίαν τε καὶ συνήθειαν, τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος, ἐχρήσατο λέξιν τὴν μετουσίωσιν, οὐκ ἄλλο τι δηλοῦσα δι’ αὐτῆς, ἀλλ’ αὐτὸ ἐκεῖνο, ὅπερ καὶ ἡ μεταβολὴ ἐν τῷ μυστηρίῳ παρίστησιν· ἐχρήσατο δὲ ταύτῃ, καθ’ ὅτι ἀπήλλακται τῶν ὁμωνυμίων, καὶ ὑπέρκειται πάντων τῶν κατὰ τοῦ μυστηρίου αἱρετικῶν σοφισμάτων, οὐκ ἐκ τῶν Λατίνων δανεισθεῖσα ταύτην, ἀλλ’ ἐξ οἰκείων καὶ γνησίων αὐτῆς ὀρθοδόξων διδασκάλων πλουτήσασα, πρὸ χρόνων πολυαριθμήτων, ὡς πάρεστιν ἰδεῖν ἀπὸ τῶν συγγραμμάτων ἐκείνου τοῦ ὑπερασπιστοῦ τῆς εὐσεβείας κυρ. Γενναδίου, πατριάρχου Κωνσταντινουπόλεως, ἐνώπιον βασιλέων ὀρθοδόξων καὶ πατριαρχῶν εὐσεβῶν καὶ τῆς ἱερᾶς συγκλήτου καὶ διδασκάλων τῆς καθ’ ἡμᾶς Ὀρθοδοξίας, διὰ τῆς αὐτῆς λέξεως, ὡς προεγνωσμένης καὶ ἀποδεχομένης ὑπὸ τῆς Ἐκκλησίας, ἐναγωνισαμένου περὶ τοῦ ἱεροῦ μυστηρίου. Ἥντινα λέξιν ἔκτοτε ἀδιστάκτως πρεσβεύει ἀπὸ περάτων ἕως περάτων, καὶ οὐδεὶς ἀντιφερόμενος ἐφάνη τῇ χρήσει ταύτῃ τῆς Ἐκκλησίας, πλὴν τῶν αἱρετικῶν, ἀλλὰ πάντες, μιᾷ συῤῥοίᾳ καὶ συμπνοίᾳ τοῦ ἁγίου Πνεύματος, μέχρι τῆς δεῦρο συνομολογοῦσί τε καὶ διδάσκουσι ταύτην ἀνενδοιάστως, εἰλικρινεῖ καὶ εὐσεβεῖ τῇ συνειδήσει. Καὶ τοῦτο δῆλόν που καὶ αὐτόπιστον ἐκ τῶν πολλῶν καὶ διαφόρων συγγραμμάτων τῶν μεθ’ ὕστερον ἐπισήμων καὶ σοφῶν διδασκάλων τῆς Ἐκκλησίας, Μαξίμου τοῦ Μουργουνίου ἐπισκόπου Κυθήρων, Μελετίου τοῦ Πηγᾶ πατριάρχου Ἀλεξανδρείας, Γαβριὴλ τοῦ Φιλαδελφείας, Γεωργίου τοῦ Κορεσίου καὶ θεολόγου τῆς Ἐκκλησίας, καὶ Νεκταρίου Ἱεροσολύμων πατριάρχου, καὶ ἄλλων πολλῶν ἐγκρίτων διδασκάλων, οὓς ὀνομαστὶ καταλέξειν διὰ τὸ πλῆθος παραιτούμεθα. Ἐφ’ οἷς καὶ τὰ παρὰ τοῦ μακαρίτου διδασκάλου τῆς Ἐκκλησίας κυρ. Μελετίου τοῦ Συρίγου διαπονηθέντα βιβλία, καθ’ ἃ ταῦτα τρανοποιοῦσι τὴν αὐτὴν λέξιν καὶ τὴν δι’ αὐτῆς διδασκομένην ἔννοιαν, τό τε ἐπιγραφόμενον δηλαδὴ Ὀρθόδοξος Ὁμολογία, ὅπερ καὶ ὑπὸ τῆς ἱερᾶς συνόδου τοῦ οἰκουμενικοῦ Θρόνου κεκύρωται, συναινούντων καὶ τῶν λοιπῶν ἁγιωτάτων πατριαρχῶν, συναποφηναμένων τε καὶ συνεπισφραγισαμένων ταῖς ἰδίαις ὑπογραφαῖς, καὶ ἐπ’ ἐκκλησίας κεκήρυκται τὸ ὀρθόδοξον ἔχειν καὶ ἀνεπίληπτον· ὡσαύτως καὶ ἕτερον τοῦ αὐτοῦ, ὅπερ ἀντίῤῥησιν διεξοδικώτερον περιέχει κατὰ τῶν Κυριλλωνύμων κεφαλαίων καὶ ἁπλῶς κατὰ τῆς τῶν Καλουΐνων αἱρέσεως.
Νῦν δὲ οὐκ οἶδ’ ὅπως ἐνεφανίσθησαν σχέδιά τινα, ἐν προσχήματι μὲν δοκοῦντα μάχεσθαι τῇ λέξει τῆς μετουσιώσεως, ὡς δῆθεν καινῇ καὶ μὴ ἀρχαίᾳ οὔσῃ, τῇ ἀληθείᾳ δ’ ὅμως στρατεύονται κατ’ αὐτῆς τῆς ὁλοκληρίας τοῦ μυστηρίου, καθ’ ὅτι ἀρνοῦνται, εἰ καὶ ὑποκεκαλυμμένως, τὴν πραγματικὴν καὶ οὐσιώδη τοῦ Σωτῆρος ἐν αὐτῷ παρουσίαν. Εἰ γὰρ καὶ λέγουσι τὰ τετράδια ταῦτα μεταβολήν, καὶ πραγματικὴν καὶ ἀληθινὴν ταύτην ὀνομάζουσιν, ἀλλὰ διὰ τῶν ἐμφερομένων ἐν αὐτοῖς λοιπῶν σοφισμάτων καὶ ὑποκρίσεων ἐκ μέσου ποιοῦνται τὴν κυρίως ὑπὸ τῶν Ὀρθοδόξων ὁμολογουμένην καὶ πιστευομένην εὐσεβῶς μεταβολήν, καὶ ἄλλως ἢ ὡς ἔχει ἡ δόξα τῆς Ἐκκλησίας ταύτην ἑρμηνεύουσιν. Οὐ συνάγεται καὶ γὰρ δι’ αὐτῶν εἶναι τὸ ἀληθινὸν τοῦ Χριστοῦ κατ’ οὐσίαν σῶμα καὶ αἷμα, τὸν ὁρώμενον καὶ ἐσθιόμενον ἄρτον καὶ οἶνον, ἤδη ἁγιασθέντα, ἀλλὰ τὸν νοούμενον πνευματικῶς, ἢ μᾶλλον εἰπεῖν φανταζόμενον, ὅπερ πάσης ἀσεβείας ἀνάπλεον, ὡς ἡ ἐπὶ Παρθενίου τοῦ Γέροντος πατριάρχου Κωνσταντινουπόλεως κατὰ τῆς τοιαύτης αἱρετικῆς δόξης συγκροτηθεῖσα σύνοδος ταῖς αὐταῖς λέξεσι τὴν βλασφημίαν ταύτην ἐστηλίτευσε.
Τούτου χάριν ἡ μετριότης ἡμῶν, συνοδικῶς διασκεψαμένη μετὰ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου πατριάρχου τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης κυρίου Δοσιθέου, καὶ τῶν παρευρεθέντων ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων, τῶν ἐν ἁγίῳ Πνεύματι πάντων ἀγαπητῶν ἡμῶν ἀδελφῶν καὶ συλλειτουργῶν, καὶ τιμιωτάτων καὶ λογιωτάτων κληρικῶν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας, καὶ εὐγενεστάτων ἀρχόντων τῆς πολιτείας καὶ λοιπῶν ἐλλογίμων ἀνδρῶν, καὶ σπουδῇ γραμμάτων ἐγγυμνασθέντων, ἐγκρίτων τε φιλευσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, περὶ τῆς ὑποθέσεως ταύτης, καὶ τὸ ὀρθόδοξον τῆς Ἐκκλησίας φρόνημα συστῆσαι προνοηθέντες, συνομολογοῦμεν τὴν λέξιν ταύτην, ἤτοι τὴν μετουσίωσιν, μήτε ἀλλοτρίαν εἶναι, μήτε ἑτεροδίδακτον, μήτε εἰσφρήσασαν εἰς τὴν Ἀνατολικὴν Ἐκκλησίαν κακοδόξως ἔκ τινων ἑτεροδόξων, ἀλλ’ οἰκείαν καὶ γνησίαν τῆς καθ’ ἡμᾶς ἱερᾶς διδασκαλίας, καὶ ὑπὸ τῶν εὐσεβῶν διδασκάλων τῆς Ἐκκλησίας ὀρθοδόξως γραφεῖσαν καὶ ἐκφωνηθεῖσαν, μήτε ἀπᾴδουσαν τῇ δόξῃ τῆς Ἐκκλησίας, ὡς παρεξηγοῦσι τὰ εἰρήμενα τετράδια, μήτε διαφέρουσαν τῆς πρεσβευομένης ἐν τοῖς μυστηρίοις μεταβολῆς, μήτε παρηλλαγμένον φύουσαν νόημα ταύτης. Εἰ γὰρ ἐναλλαγὴν καὶ διαφορὰν ἐποίει τοῦ νοήματος, οὐκ ἂν οἱ ὀρθοδόξοι ταύτην διδάσκαλοι, σοφοὶ καὶ ἐπιστήμονες ὄντες καὶ καλῶς εἰδότες διακρίνειν τὰ πράγματα, ὡς ἀδιάφορον τέως ἐδέχοντο καὶ ταυτοδύναμον τῇ μεταβολῇ, μάλιστα δὲ περιαιροῦντες, ὡς εἴρηται, ἀπὸ τῆς τοῦ ἱεροῦ μυστηρίου διδασκαλίας πᾶσαν αἱρετικῶν κακουργίαν καὶ φαυλοῤῥημοσύνην καὶ ὕπουλον κακόνοιαν καὶ κακοδοξίαν καὶ συγγραφήν, ταύτην τὴν λέξιν, ὡς ἀποσοβοῦσαν τὰ συρφετώδη τῶν κακοδόξων διδάγματα καὶ ἐπιστομίζουσαν τοὺς αἱρεσιῶτας διὰ τῆς ἄνωθεν τοῦ Πνεύματος συναντιλήψεως, ἐπὶ τὴν ἁγίαν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐξέδωκαν, ἀριδηλότερον καὶ προσφυέστερον τὴν περὶ τοῦ μυστηρίου δόξαν τῆς Καθολικῆς Ἐκκλησίας διατρανῶσαι βουλόμενοι. Ἀνθ’ ὧν καὶ ἀποδεχόμεθα ταύτην καὶ διαβεβαιοῦμεν καὶ εὐσεβοφρόνως νοοῦμέν τε καὶ διδάσκομεν, πιστεύοντες ἀδιστάκτως ὅτι ὁ προκείμενος ἐν τῷ θυσιαστηρίῳ ἄρτος καὶ ὁ οἶνος μεταβάλλονται κατ’ οὐσίαν μετὰ τὰ Κυριακὰ λόγια καὶ τὸν ἁγιασμὸν εἰς αὐτὸ ἐκεῖνο τὸ ἀληθὲς σῶμα καὶ αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καθάπερ πλατύτερον ἀνωτέρω εἰρήκαμεν, καὶ τοῦτο αὐτὸ εἶναι τὸ σημαινόμενον ὑπὸ τῆς μετουσιώσεως, καὶ μηδὲν ἄλλο παρηλλαγμένον τῆς ἀρχαίας δόξης τῆς ἁγίας ἡμῶν Ἐκκλησίας.
Τὰ δὲ ὁπωσδήποτε ἀναφανέντα τετράδια ὡς ὕπουλα καὶ ἐν ὑποκρίσει τὴν αὐτὴν δόξαν τῆς Ἐκκλησίας παραβλάπτοντα διόλου ἀνατρέπομεν καὶ ἀποβάλλομεν καὶ μακρὰν ἀποπέμπομεν τῆς Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας, καὶ ἀκυροῦμεν ταῦτα καὶ ἄπρακτα καὶ ἀνίσχυρα καθιστῶμεν, καὶ πάντας τοὺς Ὀρθοδόξους ἀποτρέπομεν τοῦ ἀποδέχεσθαι ταῦτα καὶ τἀναντία φρονεῖν διὰ τῆς αὐτῶν διδασκαλίας τῇ εὐσεβεῖ δόξῃ τῆς Ἐκκλησίας καὶ διισχυρίζεσθαι καὶ διεφενδεύειν αὐτὰ κακοτρόπως καὶ κακοδόξως. Καὶ διακελευόμεθα μηδένα τῶν χριστιανῶν ἄδειαν ἔχειν ἀνὰ χεῖρας λαμβάνειν τὰ τοιαῦτα, καὶ ἀναγινώσκειν καθ’ ἑαυτόν, καὶ ἑτέρους διδάσκειν τὰ αὐτὰ παντάπασιν. Ἀλλὰ καὶ εἰς τοὐπιόν, ὅσοι ἂν ὀψέποτε ἀναφανεῖεν φρονοῦντες ἢ λέγοντες ἢ γράφοντες τὰ αὐτὰ καὶ ἑτέρους διδάσκοντες, κοινῶς ἢ ἰδίως, εἴτε ἀρχιερεῖς ὄντες, εἴτε ἱερεῖς καὶ ἱερομόναχοι, ἢ ἱεροδιάκονοι, ἢ κληρικοὶ καὶ ὀφφικιάλιοι τῆς Καθολικῆς Ἐκκλησίας, οἱ τοιοῦτοι παραχρῆμα χωρίς τινος ἀνακρίσεως καὶ ἀναψηλαφήσεως καὶ ἀναβολῆς καθυποβάλλεσθαι ταῖς ἐκκλησιαστικαῖς ποιναῖς ἀποτόμως, καὶ ἀνυπερθέτως ἐκπίπτειν τῶν ὧν ἔλαχον βαθμῶν καὶ τάξεων συνοδικῇ καθαιρέσει, καὶ μακρὰν ἀποῤῥαπίζεσθαι τοῦ ἐκκλησιαστικοῦ πληρώματος διὰ κοινῆς ἀποκηρύξεως καὶ δημοσίας τοῦ ἀναθέματος ἐκφωνήσεως· κοινολαΐται δέ τινες ὄντες καὶ ἁπλῶς τῆς κοσμικῆς τάξεως, τῷ ἀναθέματι καταδικάζεσθαι, καὶ παραπέμπεσθαι τῇ ἀπωλείᾳ καὶ καταδίκῃ τοῦ αἰωνίου πυρός. Ὅσοι δ’ ἀποτολμήσωσι παραβάται φανῆναι ταύτης τῆς ἐκκλησιαστικῆς καὶ συνοδικῆς ὀρθοδόξου ἀποφάσεως, ἀντέχεσθαι δὲ βουληθῶσι τῶν ἀποβληθέντων αὐτῶν καὶ ἀποδοκιμασθέντων τετραδίων, ἀπεναντίας τῆς καθόλου Ὀρθοδόξου Ἐκκλησίας, καὶ τοῖς ταῦτα φρονοῦσι χαρίζεσθαι καὶ διεκδικεῖν πως καὶ συντρέχειν καὶ βοηθεῖν λόγοις ἢ ἔργοις, ἱερωμένοι ὄντες καθ’ ὁποιονοῦν βαθμὸν καὶ τάξιν, ἢ καὶ λαικοὶ παντοίας καταστάσεως ἀπὸ μικροῦ ἕως μεγάλου, ἀφωρισμένοι εἴησαν ἀπὸ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ καὶ ζωαρχικῆς Τριάδος, τοῦ ἑνὸς τῇ φύσει μόνου Θεοῦ, καὶ κατηραμένοι καὶ ἀσυγχώρητοι καὶ ἄλυτοι μετὰ θάνατον καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, ἡ μερὶς αὐτῶν εἴη μετὰ τοῦ προδότου Ἰούδα καὶ τῶν ἐξ ἀρχῆς ἀναφανέντων αἱρεσιαρχῶν καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ διαταραξάντων, καὶ αὐτῶν τῶν σταυρωσάντων τὸν Κύριον, καὶ ἔνοχοι τοῦ πυρὸς τῆς γεέννης, ταῖς τε πατρικαῖς καὶ συνοδικαῖς ἀραῖς ὑπεύθυνοι, καὶ τῷ αἰωνίῳ ἀναθέματι ὑπόδικοι. Ὅθεν εἰς ἔνδειξιν καὶ παράστασιν τῆς ὀρθοδόξου ἡμῶν ὁμολογίας περὶ τοῦ σεπτοῦ καὶ σωτηριώδους μυστηρίου τῆς εὐχαριστίας καὶ τῆς ὀρθῶς καὶ ἀνεπιλήπτως διδασκούσης ταύτην λέξεως τῆς διαληφθείσης μετουσιώσεως, ἐγράφη καὶ τὸ παρὸν πατριαρχικὸν συνοδικὸν καὶ συστατικὸν γράμμα, κατησφαλισμένον συνοδικαῖς ταῖς ὑπογραφαῖς τῶν ἁγιωτάτων πατριαρχῶν, ἱερωτάτων μητροπολιτῶν καὶ τιμιωτάτων κληρικῶν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας καὶ λοιπῶν ἐλλογίμων καὶ τιμίων ἀνδρῶν, καὶ κατεστρώθη καὶ ἐν τῷδε τῷ ἱερῷ νέῳ κώδικι τῆς μεγάλης Ἐκκλησίας, ,αχψα΄.

† Καλλίνικος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κων/πόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.
† Δοσίθεος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ συναινῶ ἐν ἅπασιν.
† Ὁ Ἐφέσου Θεοφάνης.
† Ὁ Κυζίκου Κύριλλος.
† Ὁ Χαλκηδόνος Γαβριήλ.
† Ὁ Ῥόδου Παρθένιος.
† Ὁ Καισαρείας τῆς Καππαδοκίας Κυπριανός.
† Ὁ Δρύστρας Παρθένιος.
† Ὁ Χίου Γρηγόριος.
† Ὁ πρῴην Λακεδαιμονίας Θεοδώρητος.
† Ὁ Ῥαιδεστοῦ Παχώμιος.
† Ὁ Μ. οἰκονόμος Γεώργιος ἱερεύς.
† Ὁ Μ. λογοθέτης Ἰωάννης.
† Ὁ Μ. χαρτοφόλαξ Μπαλάσης.
† Ὁ Μ. ἐκκλησιάρχης Ῥάλης.
† Ὁ δικαιοφύλαξ Σπαντωνῆς.
† Ὁ λογοθέτης Χουρμούζης.
† Ὁ ῥήτωρ Μανουήλ.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 779-783.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου