γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 10 Μαΐου 2017

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1672 μ.Χ.)


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΠΡΟΤΕΣΤΑΝΤΙΚΩΝ ΔΟΞΑΣΙΩΝ)

Διονύσιος
ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικὸς Πατριάρχης.

Οὐκ ἀνάξιον εὐαγγελικῆς πολιτείας, ἀλλὰ καὶ λίαν ἐπάξιον δήπουθεν θύραν ἀνοίγειν ἀεὶ διδασκαλίας τῷ κρούοντι, καὶ τῷ φιλοπευστοῦντι τὰς ἀπαντήσεις φιλεργεῖν ἐξ ἑτοίμου, τοὺς εἰληχότας θεόθεν ταύτης ἀντέχεσθαι· καὶ γὰρ ἑτοίμους ἑαυτοὺς ἔχειν ὑπὸ τοῦ ἀποστολικοῦ παρεσκευάσθημεν ἐπιτάγματος πρὸς ἀπολογίας, παντὶ τῷ αἰτοῦντι λόγον ἡμᾶς[1], τούτης ἕνεκεν, τῆς ἐν ἡμῖν ἐλπίδος, καὶ τοῦτο ποιοῦντες μετὰ πραΰτητος ἐν ἀγαθῇ συνειδήσει, ὡς ἐνετάχθημεν. Εἰ καὶ ἀφ’ ἑαυτῶν οὔτε εἰπεῖν τι ἐσμὲν ἱκανοί, οὔτε μὴν ἐννοῆσαι, ἀλλὰ πρὸς τὸν ἐξευρόντα πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ δεδωκότα Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ ἀνατείνοντες, ἐκ τῶν παρ’ αὐτοῦ, καὶ τοῦ Θεοῦ καὶ Λόγου αὐτοῦ, «ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως»[2], καὶ τοῦ παρακλήτου Πνεύματος τοῖς ὀρθοδόξοις ἀποκαλυπτομένων σωτηριωδῶν διδαγμάτων, οἷς ἐνθαλαμευομένη περιφέρεται ἡ εὐσέβεια, τὰς ἀπολογίας πραγματευόμεθα, πᾶσαν ἀλλοτρίαν ἀποφεύγειν μεμαθηκότες τῆς τοῦ Κυρίου διδασκαλίας φωνὴν καὶ ἔννοιαν. Ἐπείπερ οὖν καὶ τὰ νῦν οὐκ οἶδ’ ὅπως φιλοπραγμονεῖν τινες περί τινα τῶν καθ’ ἡμᾶς κινηθέντες, προὐβάλλοντο ἡμῖν ἐρωτήσεις ἐκκλησιαστικῶν ὑποθέσεων, ἀπόκρισιν αἰτοῦντες, ὁπόσα δηλαδὴ μυστήρια τὸν ἀριθμὸν πρεσβεύει ἡ πρὸς ἀνατολὴν καθ’ ἡμᾶς καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ οἷα περὶ τοῦ θείου μυστηρίου τῆς εὐχαριστίας φρονοῦμεν· ἔτι περὶ τοῦ φωτίσματος, εἰ ἀναγκαῖον τοῖς βρέφεσίν ἐστι δηλονότι τὸ βάπτισμα, καί τινων ζητημάτων περὶ αὐτὸ θεωρουμένων· περί τε τῆς ἀρχιερωσύνης, εἰ ἀναγκαία τυγχάνει τῇ Ἐκκλησίᾳ, καὶ εἰ ὁ ἀρχιερεὺς θείᾳ νομοθεσίᾳ τοῖς πρεσβυτέροις ἐφίσταται·  καὶ εἴ περ ἐναντίως φέρονται ταῖς Γραφαῖς οἱ ἀγαμίαν αἱρούμενοι ἄνδρες τε καὶ γυναῖκες· καὶ ἐὰν ἡ καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία ἔσεται ἀεὶ ὁρατὴ καὶ ἀνεπισφαλής· περί τε προσκυνήσεως τῶν ἁγίων, καὶ τῆς ἀναφορικῆς τῶν εἰκόνων προσκυνήσεως, καὶ περὶ διαταττομένης νηστείας, καὶ ἀποχῆς τινων βρωμάτων· καὶ περὶ τῶν ἀμφισβητουμένων τῆς παλαιᾶς Διαθήκης βιβλίων, Τωβίου, Ἰουδήθ, Σοφίας, Ἐκκλησιαστοῦ, Βαροὺχ καὶ Μακκαβαίων, εἴ γε μέρος Γραφῆς λογιζόμεθα ταῦτα, ἢ ὡς ἐθνικά τινα ἀποβάλλομεν.

Τοὔνεκεν οὐ θεμιτὸν ἔδοξεν ἡμῖν, τὰς ἐρωτήσεις αὐτῶν ὅλως παραδραμεῖν σιωπῇ, ἵνα μὴ σὺν ἄλλοις καὶ λόγον ἀμελείας ἀπαιτηθῶμεν, ἀλλὰ μικράς τινας ἀπολογίας αὐτοσχεδίως τό γε νῦν αὐτὰς ἠξιώσαμεν, ἐν ἁπλουστάτῃ ἀληθείᾳ, καθ’ ὅσον ἡμῖν ὁ πολλῆς γέμων τῆς ἀκαιρίας καιρὸς συνεχώρησε τὴν τῆς σιωπῆς κατηγορίαν ἀποφυγεῖν.
Μυστήρια μὲν οὖν ἑπτὰ τὸν ἀριθμὸν πλουτοῦμεν (τοῖς ἐρωτῶσί φαμεν), εὐαγῆ καὶ σεβάσμια ἐκ τῶν ἀρχῆθεν χρόνων, ἐξ ὅτου πρὸς ἡμᾶς κατηγγέλθη τὸ ἱερὸν εὐαγγέλιον, ἀληθῆ τὰ πάντα καὶ ἀναγκαῖα τυγχάνοντα πρὸς τὴν τῶν πιστῶν σωτηρίαν.
Ὧν πρῶτον μέν ἐστι τὸ ἅγιον βάπτισμα, ἐν ᾧ ἀφίεται τὸ προπατορικὸν ἁμάρτημα, ἔτι καὶ τὰ κατ’ ἐνέργειαν, ἐν ὅσοις καὶ ταῦτά ἐστι, δι’ οὗ πνευματικῶς ἀναγεννώμενοι, ὁδοιπόροι πρὸς τὴν αἰώνιον ζωὴν αὖθις γινόμεθα.
Δεύτερον δέ, τὸ τοῦ ἁγίου μύρου, ἐν ᾧ τὴν πνευματικὴν ἰσχὺν ἀναλαμβάνομεν, τοῦ δύνασθαι παῤῥησίᾳ κηρύττειν ὅπερ ἐν τῇ καρδίᾳ πιστεύομεν.
Τρίτον, τὸ τῆς ἁγίας μεταλήψεως, ἐν ᾧ πνευματικῶς τρεφόμενοι, συντηρούμεθά τε καὶ αὔξομεν ἐν τῇ κατὰ πνεῦμα ζωῇ.
Τέταρτον, τὸ τῆς μετανοίας, δι’ οὗ τῶν κατ’ ἐνέργειαν ἁμαρτημάτων ἀφιεμένων, τὰ ἀγαθὰ αὖθις ἀναλαμβάνεται ἐν τῷ ἀνθρώπῳ, τὰ διὰ τῆς ἁμαρτίας ἀπολωλότα.
Πέμπτον, τὸ τοῦ γάμου, ὅπερ ὑπὸ τοῦ Ἀποστόλου τρανῶς μυστήριον, φαίνεται κηρυττόμενον[3].
Ἕκτον, τὸ τῆς ἱερωσύνης, νενομοθετημένον ὑπὸ Χριστοῦ, μεταδοτικὸν θείας χάριτος, καὶ τελεστικὸν τῶν λοιπῶν μυστηρίων.
Ἕβδομον, τὸ χρίσμα, τὸ παρ’ ἡμῖν καὶ εὐχέλαιον καλούμενον, ὃ καὶ διττὸν ἔχει τὸ ἀποτέλεσμα, τὸ μὲν φέρειν πρὸς ἴασιν ψυχῆς, τὸ δὲ πρὸς ἴασιν σώματος.
Περὶ δὲ τοῦ φρικτοῦ μυστηρίου τῆς εὐχαριστίας πιστεύομεν καὶ ὁμολογοῦμεν ἀδιστάκτως, ὅτι τὸ ζῶν σῶμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάρεστιν ἀοράτως πραγματικῇ παρουσίᾳ ἐν τῷ μυστηρίῳ. Ἐν γὰρ τῷ εἰπεῖν τὸν λειτουργοῦντα ἱερέα μετὰ τὰ κυριακὰ λόγια, «ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου, μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ», τότε τῇ ἐνεργείᾳ τοῦ παναγίου Πνεύματος ὑπερφυῶς καὶ ἀῤῥήτως ὁ μὲν ἄρτος μεταποιεῖται εἰς αὐτὸ ἐκεῖνο τὸ ἴδιον σῶμα τοῦ σωτῆρος Χριστοῦ πραγματικῶς καὶ ἀληθῶς καὶ κυρίως, ὁ δὲ οἶνος εἰς τὸ ζωηρὸν αἷμα αὐτοῦ. Καὶ αὐτὸν ὅλον τὸν Χριστὸν πιστεύομεν εἶναι τὸν προσφέροντα καὶ προσφερόμενον καὶ προσδεχόμενον, καὶ διαδιδόμενον ἁπαξάπασι, καὶ ὁλόκληρον ἀπαθῶς ἐσθιόμενον. Οἱ μέντοι ἀξίως μεταλαβόντες αὐτοῦ ζωοποιοῦνται, ἑνούμενοι αὐτῷ τῷ Χριστῷ· οἱ δὲ ἀναξίως, κατακρίνονται καὶ εἰς ὄλεθρον ῥίπτουσιν ἑαυτούς.
Ὅπερ μυστήριον, καὶ λατρεία ἐστὶ καὶ λέγεται. Καὶ θεοπρεπῶς ἐν αὐτῷ λατρεύεται τὸ τεθεωμένον σῶμα τοῦ σωτῆρος Χριστοῦ, καὶ θυσία προσφέρεται ὑπὲρ πάντων τῶν ὀρθοδόξων χριστιανῶν ζώντων καὶ κεκοιμημένων.
Περὶ δὲ τοῦ φωτίσματος, πιστεύομεν ὅτι πᾶσιν ἁπλῶς ταῖς βρέφεσιν ἀναγκαιότατόν ἐστι τὸ βάπτισμα. Δι’ οὗ σφραγῖδα λαμβάνουσι τοῦ εἶναι δούλους Χριστοῦ, καὶ ἀποτασσόμενα τῷ σατανᾷ δι’ ἀναδόχου καὶ ἐγγυητοῦ συντάσσονται τῷ Χριστῷ, ἵνα καὶ τῆς προπατορικῆς κηλῖδος καθαρισθῶσι, καὶ τῶν παγίδων τοῦ ἐχθροῦ ἀνώτερα διατηρηθῶσι, -θησαυρὸς γὰρ ἀσφράγιστος, εὐεπιχείρητος κλέπταις καὶ πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται, φησὶν ὁ μέγας Βασίλειος-, καὶ δεκτικὰ τῆς μακαριότητος κατασταθῶσιν. Ὁ γὰρ μὴ ἀναγεννηθεὶς ἄνωθεν βασιλείας οὐρανῶν ὅλως ἐστὶν ἀνεπίδεκτος. Καίτοι μήπω εἰς τὴν τῆς πίστεως προεχώρησαν ἕξιν, ἀλλ’ οὖν δικαιοῦνται χάριτι Θεοῦ διὰ τῆς πίστεως τῆς Ἐκκλησίας καὶ τῶν γονέων αὐτῶν.
Περὶ δὲ τῶν ζητηθέντων ἀμφὶ τὸ βάπτισμα, φαμέν, ὅτι ἐν τῷ ἁγίῳ βαπτίσματι τὸ προπατορικὸν ἁμάρτημα τελείως ἐξαλείφεται. Δι’ ὅπερ εἰ καί τινι συμβαίη μετὰ ταῦτα τεθνάναι ἐν ἀπιστίᾳ, οὐκ ἔστιν εἰπεῖν μὴ ἀξιωθῆναι τὸν τοιοῦτον τῆς τοῦ προπατορικοῦ ἁμαρτήματος ἐξαλείψεως ἐν τῷ βαπτισθῆναι. Ὁμολογοῦμεν δὲ καὶ τὸν ἅπαξ δικαιωθέντα καὶ Θεοῦ γεγονότα υἱόν, ἐνδέχεσθαι τὸν τοιοῦτον μετὰ τὴν δικαίωσιν ἐκπεσεῖν τῆς χάριτος δι’ ἀπιστίαν ἢ καὶ θανατηφόρον ἁμαρτίαν ἑτέραν, καὶ προσκληρωθῆναι τῷ σατανᾷ καὶ γενέσθαι υἱὸν διαβόλου. Ἡ ἐργασία γὰρ τῆς ἁμαρτίας ἀπαλλοτριοῖ τοῦ Κυρίου, καὶ προσοικειοῖ τῷ διαβόλῳ, ὁ οὐρανοφάντωρ φησίν. Ἀνθ’ ὧν κἄν τις ἅπαξ ἐδικαιώθη, ὅμως ἄδηλόν ἐστιν αὐτῷ, ἐὰν ἐν τῇ δικαιώσει διαμείνῃ ἕως τέλους· διὰ τοῦτο καὶ ἡ ἐκλογὴ αὐτοῦ, ἧς εἴληχε διὰ τῆς δικαιώσεως, ἄδηλός ἐστιν ὁποῖον ἕξει τέλος· ἐνδέχεται γὰρ ἐκπεσεῖν, ὡς διείληπται, καὶ ἀποτυχεῖν τῆς μερίδος τῶν ἐκλεκτῶν. Ὅθεν ὁ μακάριος Πέτρος παρεγγυᾷ, διὰ τῶν ἐναρέτων ἔργων τὴν ἐκλογὴν ἐπιβεβαιοῦν. «Μᾶλλον γάρ, φησίν, ἀδελφοί μου, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι»· εἶτ’ ἐπάγει· «ταῦτα γὰρ ποιοῦντες, οὐ μὴ πταίσητέ ποτε»[4]. Καὶ ὁ θεῖος Παῦλος προσεκτικωτέρους ποιῶν φησιν· «ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ»[5].
Τοῖς αὐτοῖς καὶ τὸ ἕτερον αὐτῶν λύεται ζήτημα. Ὅτι ὁ δικαιωθεὶς δηλονότι πρότερον, ἐὰν ὕστερον κατολισθήσῃ, πορνείαις, μοιχείαις, ἀνδροφονίαις, καὶ τοῖς τούτοις παραπλησίοις, καὶ μὴ ἀνακαλέσῃ ἑαυτὸν διὰ τῆς μετανοίας, ἐκπίπτει πάντως τῆς ἧς ἔτυχεν υἱοθεσίας καὶ χάριτος, καὶ ἀποτυγχάνει τῆς αἰωνίου ζωῆς. «Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος»[6].
Περὶ δὲ τοῦ τὴν ἀρχιερωσυνην ἀναγκαίαν εἶναι τῇ Ἐκκλησίᾳ, φαμέν, ὅτι αὐτὸς ἐκεῖνος ὁ μέγας Ἀρχιερεὺς εἰς τοὺς οὐρανοὺς διεληλυθώς, ἔθετο ἐν τῇ Ἐκκλησίᾳ «ποιμένας καὶ διδασκάλους, καθ’ ἅ φησιν ὁ Ἀπόστολος, εἰς καταρτισμὸν τῶν ἁγίων καὶ οἰκοδομὴν τοῦ ἐκκλησιαστικοῦ σώματος»[7]. Ὅσῳ τοίνυν ἀναγκαία ἐστὶν ἡ οἰκοδομὴ τοῦ σώματος τῆς Ἐκκλησίας, τοσοῦτον ἀναγκαιοτέρα ἐστιν ἡ ἀρχιερωσύνη,  δι’ ἧς ἡ οἰκοδομὴ καταρτίζεται. Καὶ τὸ εἶναι τὸν Χριστὸν ἀρχιερέα εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, οὐκ ἄλλως ἐνεργεῖται εἰς τὸν αἰῶνα, εἰ μὴ διὰ τῶν ἐξ αὐτοῦ ἱερέων, ὧν μέσον αὐτὸς διηνεκῶς ἱερουργεῖ, καὶ ἱερουργεῖται εἰς τοὺς αἰῶνας. Τῶν δὲ ἱερέων αἴτιος καὶ τελεστής, οὐδεὶς ἕτερος ἐκτὸς τοῦ ἀρχιερέως ἐστί, καθ’ ἃ καὶ ὁ ἱερὸς Διονύσιός φησιν, ἀλλ’ οὐδὲ αὐτὸς ἱερεὺς ἔσται, μὴ πρὸς τῶν ἱεραρχικῶν τελειώσεων εἰς τοῦτο κεκληρωμένων. Διὸ καὶ Τίτος καὶ Τιμόθεος ὑπὸ τῶν Ἀποστόλων ἀναγκαίως ἀρχιερωσύνης ἠξιώθησαν, ἵνα κατὰ πόλεις διακόνους καὶ πρεσβυτέρους καὶ τοὺς τῶν λοιπῶν τάξεων ὑπουργοὺς τῶν θείων καταστήσωσιν, ἐπὶ συμπληρώσει τῆς ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἱερᾶς διακοσμήσεως.
Ἐκ τούτου συνάγεται καὶ τὸ ἕτερον ζήτημα, ὅτι ὁ ἀρχιερεὺς νομοθεσίᾳ τοῖς ἱερεῦσιν ἐφίσταται· οἵτινες ἐξ αὐτοῦ τῆς θείας χάριτος ἀξιοῦνται, καὶ τῆς ὑπ’ αὐτὸν ὑφειμένης τελοῦσι τάξεως. Τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογούμενον, καὶ ὑποκείμενον αὐτῷ πάντως ἔστι.
Τοὺς δὲ μὴ βουλομένους γάμοις προσομιλῆσαι, ἀλλ’ αἱρουμένους ἐν παρθενίᾳ βιοτεύειν ἄνδρας τε καὶ γυναῖκας, μηδόλως φαμὲν ἀντιτεταγμένως φέρεσθαι ταῖς ἁγίαις Γραφαῖς· ἀλλα καὶ ἐνδοξοτέρους τοὺς στεφάνους παρὰ Θεοῦ κομιοῦσιν, ὡς κρείττονα τῆς σωτηρίας ὁδὸν ἐκλεξάμενοι. Ἐπεὶ ὁ μὲν ἐγγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐγγαμίζων κρεῖσσον ποιεῖ, φησὶν ὁ Ἀπόστολος[8]. Καὶ γὰρ «ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί»[9]. Ὅθεν πολὺ κρεῖσσόν ἐστι τὸ μεριμνᾶν τὰ τοῦ Κυρίου, ἢ μεριμνᾶν τὰ τοῦ κόσμου, καὶ κρείσσονας ἐπιμνηστεύσει τὰς ἀντιδόσεις.
Περὶ δὲ τῆς Καθολικῆς τῆς Ὀρθοδόξου Ἐκκλησίας, φαμέν, ὅτι ἔστι μὲν ἀνεπισφαλής, οἷα ποδηγετουμέτη ὑπὸ τῆς ἰδίας κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός, ἡ αὐτοαλήθεια, καὶ διδασκομένη ὑπὸ τοῦ Πνεύματος τῆς ἀληθείας. Ἀδύνατον οὖν παρὰ ταῦτα σφάλλεσθαι, διὸ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» τῷ Ἀποστόλῳ κατωνόμασται[10]. Ἔσεται δὲ καὶ ἀεὶ ὁρατή, διὰ τὸ μηδέποτε τοὺς ὀρθοδόξους ἐκλείπειν, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐπειδήπερ πάντες μὲν οὐ κοιμηθήσονται, πάντες ὅμως ἀλλαγήσονται, ὅπερ ὁ Ἀπόστολος περὶ τῶν πιστῶν τὸν λόγον ποιούμενος εἴρηκε[11]. Δῆλον ἄρα ὅτι μέχρι τερμάτων αἰῶνος ἡ τοῦ Χριστοῦ Ἐκκλησία τὸ ὁρατὸν ἔχειν οὐ διαλείψει τοῖς μέρεσιν.
Προσκυνοῦμεν δὲ τοὺς ἁγίους, ὡς ὑπὲρ Χριστοῦ ἐναγωνισθέντας, καὶ μεσίτας αὐτοὺς Θεῷ προβαλλόμεθα, ὡς φίλους Θεοῦ, καὶ παῤῥησίαν πρὸς αὐτὸν κεκτημένους, δι’ αὐτῶν τὴν πρὸς Θέον βοήθειαν ἐξαιτούμενοι· ὅπερ τῆς ἁγίας Γραφῆς πολλαχόθεν συνάγεται, ὡς ἔργον εὐσεβὲς καὶ ἀναγκαῖον ἡμῖν βοήθημα. Τὸ δὲ λέγειν τινάς, ὅτι τὸ προσκυνεῖν τὴν πανάχραντον Θεοτόκον κατ’ ἀξίαν, ὡς ἐνδοξοτέραν τῶν ἀΰλων δυνάμεων, καὶ τοὺς ἁγίους τοῦ Θεοῦ τιμητικῶς, ἐλάττωσιν ποιεῖν τῆς τιμῆς τοῦ Υἱοῦ, τοῦτο ματαιολογίαν οἰόμεθα. Διάφορος γὰρ ὁ τρόπος τῆς προσκυνήσεως, καὶ οὐκ ἐλαττοῦται δι’ αὐτοῦ ἡ τοῦ Χριστοῦ προσκύνησις καὶ τιμή, λατρευτικῶς τελουμένη. Ἀλλὰ δὴ καὶ τὰς εὐχὰς τῶν ἱερέων καὶ ἐναρέτων ἀνδρῶν, καὶ τὰς δεήσεις αὐτῶν, δεκτὰς ὑπάρχειν Θεῷ πιστεύομεν, καὶ εὐλαβῶς ταύτας ζητοῦμεν· ὅπερ τῆς ἁγίας Γραφῆς πολλαχόθεν διδασκόμεθα, καὶ Παῦλον αὐτόν, τὸν ἐκ κοιλίας μητρὸς ἀφωρισμένον εἰς τὸ εὐαγγέλιον τοῦ Θεοῦ[12], Ῥωμαίοις ἀκούομεν λέγοντα, «συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἑμοῦ πρὸς τὸν Θεόν»[13]. Πρὸς Ἐφεσίους καὶ πρὸς Ἑβραίους γράφων τὰ παρόμοια δέεται.
Πρὸς τούτοις, τὸ εὐσεβέστατον καὶ λυσιτελέστατον ἔθος τῆς τῶν ἁγίων εἰκόνων προσκυνήσεως, ὡς ἀπὸ τῶν ἀποστολικῶν χρόνων ἠργμένον, κατὰ τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐνστερνιζόμεθα. Προσκυνοῦντες τὰς ἁγίας εἰκόνας οὐ λατρευτικῶς, ἀλλὰ σχετικῶς, οὐ μέχρι τῆς ὕλης καὶ τῶν χρωμάτων ἱστῶντες τὴν διάνοιαν, ἀλλὰ δι’ αὐτῶν εἰς τὴν τῶν ἀρχετύπων διανιστάμεθα μνήμην, κἀκείνοις τὴν τιμὴν ἀναφέρομεν.
Περὶ δὲ τῆς νηστείας ὁμολογοῦμεν, ὡς ἔξεστι τῇ Ἐκκλησίᾳ διατάττειν νηστείαν καὶ βρωμάτων τινῶν ἀποχάς, ὡς διηνεκῶς παρ’ ἡμῖν ἐνεργούμενον φαίνεται, ὅπως τε νηστείαις διατεταγμέναις ἁγιάζεται τὸ χριστώνυμον πλήρωμα, καὶ ὅπως ἐν αὐταῖς οὐ μόνον ψιλὴν ἀσιτίαν ἄγομεν, ἀλλὰ καὶ διαφόρων βρωμάτων ἀπεχόμεθα, κρεῶν, ἰχθύων, τυρῶν καὶ τῶν τοιούτων, καλῶς διαταχθέντων ἐπὶ νεκρώσει τῶν σαρκικῶν παθῶν, καὶ ἐπιτηδειότητι τῶν προσευχῶν καὶ ἐπωφελεῖ ταπεινώσει.
Περὶ δὲ τῶν γραφικῶν βιβλίων διαφόρους ἀπαριθμήσεις εὑρίσκομεν παρά τε τοῖς ἀποστολικοῖς κανόσι, καὶ τοῖς τῶν ἱερῶν συνόδων τῆς ἐν Λαοδικείᾳ Ἐκκλησίας καὶ τῆς ἐν Καρθαγένῃ, ἐξαιρουμένων τῶν διὰ τοῦ Κλήμεντος διαταγῶν, ἃς ὁ δεύτερος τῆς ἕκτης συνόδου κανῶν ἀπαγορεύει, διὰ τὸ νενοθευθῆναι ταύτας ὑπὸ τῶν αἱρετικῶν, οἷον ἔξεστιν ὑποκῦψαι τῷ βουλομένῳ καὶ καταμαθεῖν τὰ ἐγκρινόμενα τῶν βιβλίων. Ὅσα μέντοι τῶν τῆς παλαιᾶς Διαθήκης βιβλίων τῇ ἀπαριθμήσει τῶν ἁγιογράφων οὐ συμπεριλαμβάνονται, οὐκ ἀποτροπιάζοντες ταῦτα ἕνεκεν τούτου ὡς ἐθνικά τινα καὶ βέβηλα, ἀλλὰ καλὰ καὶ ἐνάρετα προσαγορεύεται, καὶ οὐκ ἀπόβλητα τυγχάνουσι διόλου.
Ταῦτα κατὰ τὸ πάρον ὡς ἐν συνόψει τοῖς ἐρωτήσασιν ἀποκρινόμεθα μετ’ εἰρηνικῆς ἁπλότητος τὴν εὐσέβειαν ἡμῶν ὁμολογοῦντες εἰς πληροφορίαν αὐτοῖς τοῦ ἐν ἡμῖν ὀρθοδόξου φρονήματος, ὅπως μὴ ἔχειν ἀμφισβητεῖν τοῦ λοιποῦ περὶ τῶν τοιούτων, μήτε διασαλεύεσθαί πως ὑπὸ τῶν καθ’ ἡμῶν, ἀλλότρια ἐπιφημίζειν βουλομένων.

Γέγραπται ἐν τῷ πατριαρχείῳ τῆς Κωνσταντινουπόλεως ἔτει ,αχοβ΄  μηνὶ Ἰανουαρίῳ, Ἰνδικτιῶνος ι΄.

† Διονύσιος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.
† Ὁ πρῴην Κωνσταντινουπόλεως πατριάρχης Παΐσιος.
† Ὁ πατριάρχης πρῴην Κωννσταντινουπόλεως Διονύσιος,
† Ὁ πρῴην πατριάρχης Κωνσταντινουπόλεως Μεθόδιος.
† Ὁ Ἀλεξανδρείας Παΐσιος.
† Ὁ Ἡρακλείας Βαρθολομαῖος.
† Ὁ Κυζίκου Μητροφάνης.
† Ὁ Νικαίας Μεθόδιος.
† Ὁ Χαλκηδόνος Ἱερεμίας.
† Ὁ Νεοκαισαρείας Καππαδοκίας Γρηγόριος.
† Ὁ Ἀδριανουπόλεως Νεόφυτος.
† Ὁ Φιλιππουπόλεως Γαβριήλ.
† Ὁ Πάρου Ἄνθιμος.
† Ὁ Σεῤῥῶν Κύριλλος.
† Ὁ Ῥόδου Ἰωακείμ.
† Ὁ Λακεδαιμονίας Θεοδώρητος.
† Ὁ Δρύστρας Μακάριος.
† Ὁ Σοφίας Μελέτιος.
† Ὁ Ἀθηνῶν Ἄνθιμος.
† Ὁ Λαρίσσης Ἰάκωβος.
† Ὁ Εὐρίπου Δανιήλ.
† Ὁ Κορίνθου Κάλλιστος.
† Ὁ Ναυπάκτου καὶ Ἄρτης Βαρθολόμαιος.
† Ὁ Παλαιῶν Πατρῶν Δανιήλ.
† Ὁ Χριστιανουπόλεως Εὐγένιος.
† Ὁ Μυτιλήνης Ζώσιμος.
† Ὁ Κερκύρων Κορνήλιος.
† Ὁ Βάρνης Μητροφάνης.
† Ὁ Ἀγχιάλου Δανιήλ.
† Ὁ Ἀμασείας Γεράσιμος.
† Ὁ Θεσσαλονίκης Μελέτιος.
† Ὁ Βεῤῥοίας Ἰωακείμ.
† Ὁ Τραπεζοῦντος Ἰωάννης.
† Ὁ Μεσημβρίας Θεοφάνης.
† Ὁ Προϊλάβου Λαυρέντιος.
† Ὁ Βιδύνης Δανιήλ.
† Ὁ Φιλίππων Γερμανός.
† Ὁ Τορνόβου Γεράσιμος.
† Ὁ Μαρωνείας Ἀνανίας.
† Ὁ Λυτίτζης Θεοδόσιος.
† Ὁ Διδυμοτείχου Γρηγόριος.
† Ὁ ... Λουκρέτιος.
† Ὁ Αἴνου Γεδεών.
† Ὁ Μηδείας Δανιήλ.
† Ὁ Γάνου καὶ Χώρας Δαβίδ.

Συνετέθη τὸ πάρον καὶ ἐγράφη διὰ χειρὸς ἐμοῦ τοῦ μεγάλου ῥήτορος τῆς Μεγάλης Ἐκκλησίας, ὃ καὶ κατεστρώθη ἀπαραλλάκτως ἐν τῷ ἱερῷ κώδικι τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 689-694.





[1] Α΄ Πέτρ. 3,15.
[2] Κολ. 2,3.
[3] Ἐφ. 5,32.
[4] Β΄ Πέτρ. 1,10.
[5] Α΄ Κορ. 10,12.
[6] Ῥωμ. 6,23.
[7] Ἐφ. 4,12.
[8] Α΄ Κορ. 7,38.
[9] Α΄ Κορ. 7,22.
[10] Α΄ Τιμ. 3,15.
[11] Α΄ Κορ. 15,51.
[12] Γαλ. 1,15.
[13] Ῥωμ. 15,30. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου