γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Κυριακή 16 Οκτωβρίου 2016

Ψήφος της εν Κωνσταντινουπόλει Συνόδου (1638 μ.Χ.)


ΨΗΦΟΣ
ΤΗΝ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1638 μ.Χ.
(ΚΑΤΑ ΚΥΡΙΛΛΟΥ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ)

Ψῆφος τῆς ἐν Κωνσταντινουπόλει συνόδου κατὰ τῶν αἱρετικῶν κεφαλαίων Κυρίλλου τοῦ Λουκάρεως, τοῦ παραχωρήσει Θεοῦ πατριαρχεύσαντος ἐν Κωνσταντινουπόλει.

Πάντων μὲν τῶν κοινῇ συντελούντων τοὺς πεπιστευμένους τοῦ πῶς δεῖ φέρεσθαι οἴακας φροντίδα ποιεῖν, διαφερόντως δὲ τῶν εἰς εὐσέβειαν ἡκόντων θεσμὸς πατρῷος, μᾶλλον δὲ Θεοῦ τοῦ ἐν προφήταις τὸ τοῦ ποιμνίου δεινὸν ὑπ’ ἀμελείας γεγονὸς ἀπειλοῦντος ἐκ τῶν τῶν ποιμένων ἐκζητῆσαι χειρῶν πρόσταγμα. Ἐλέγχειν τοίνυν καὶ στηλιτεύειν εἰκὸς τὸ κακόν, ἵνα μὴ ὑπ’ ἀπειρίας, ὡς ἀγαθοῦ, τούτου ἀντέχωνται οἱ ἁπλούστεροι. Καὶ ταῦτα ὁ τόδε προστιθέμενος οὐ γυμνόν, ἀλλ’ ὡς ἀγαθόν, κουφολογίαις τισὶ καὶ δολίοις προστίθεται παραπετάσμασι. Τοιαῦτα γὰρ τοῦ ἀρχεκάκου ἐχθροῦ ἀρχῆθεν ἦν καὶ τῶν αὐτοῦ ὀπαδῶν τὰ μηχανή­ματα. Ἐπειδὴ οὖν τοιοῦτος ἦν ἐν τοῖς δόγμασιν ὁ θανατηφόρου ἰοῦ μεμεστωμένος, ὁ περὶ τὰ καίρια ἀνιάτως νοσήσας καὶ ἀθέως τε καὶ ἀθέσμως πατριαρχεύσας πρὸ ὀλίγου ἐν Κωνσταντινουπόλει Λούκαρις Κύριλλος, - (οὐ μόνον γὰρ ξένα τοῦ ὀρθοῦ ἐφρόνει λόγου τῆς πίστεως, ἀλλὰ καὶ κακούργως ὑπεκρίνετο πρὸς τοὺς μὴ ἀρτίους τὴν φρένα καὶ βεβηκότας τὸ νοῦν ὁμολογεῖν τὰ ἔκπαλαι ὀρθὰ τῆς ἀμώμου Ἀνατολικῆς Ἐκκλησίας διδάγματα, ὥστε ἐκ τοιαύτης συνέβαινεν ὑπουλότητος προστρίβεσθαι τὸ αἶσχος τῆς οἰκείας ἀπάτης τῷ ὀρθῷ λόγῳ τῆς πίστεως), - κατεπειγούσῃ ἀνάγκῃ οἱ νῦν ἐν τῇ βασιλευούσῃ τῶν πόλεων θείᾳ προνοίᾳ τυχόντες, ὡς περὶ τῶν τοιούτων δοῦναι λόγον μέλλοντες, Πατριάρχαι καὶ τῶν λοιπῶν ἀρχιε­ρέων χορός, δεῖν ᾠήθημεν κατὰ τὸν τῶν ἱερῶν καὶ πνευματοφόρων πατέρων, τῶν κατὰ καιροὺς ἀναγκαίους ἐν συνόδοις διαπρεψάντων, θεσμὸν καὶ τύπον δημοσιεῦσαι τοῦτον τοῖς πᾶσι, καὶ ἀναθέματι καθυποβαλεῖν· καὶ ἔτι (ἵνα μὴ τὸ ἀκριβὲς τῆς ἀληθείας ὑπό τινων ἀτάκτως περιηχούντων διακρούηται) τῷ αὐτῷ δεσμῷ παραδοῦναι τοὺς ὡς εὐσεβεῖς ἀποδεχομένους τὰς αὐτοῦ δικαιολογίας.

Σάββατο 15 Οκτωβρίου 2016

Κυρίλλου Λουκάρεως, Ομολογία Πίστεως (1631 μ.Χ.)


[ΣΗΜΕΙΩΣΙΣ: Δημοσιεύεται ἐδῶ ἡ ἐκδοθεῖσα ἐν ἔτει 1631 μ.Χ. καλβινίζουσα «Ἀνατολική Ὁμολογία τῆς Χριστιανικῆς Πίστεως» τοῦ Πατριάρχου Κωνσταντινοπόλεως Κυρίλλου Α΄ τοῦ Λουκάρεως (1612, 1620–1623, 1623–1633, 1633–1634, 1634–1635, 1637–1638), προκειμένου νά κατανοηθοῦν τά κείμενα τῶν Συνόδων Κων/πόλεως τοῦ 1638, Κων/πόλεως τοῦ 1642, Ἰασίου τοῦ 1642 καί Κων/πόλεως τοῦ 1691, τά ὁποῖα δημοσιεύονται στήν ἑνότητα «Κείμενα Δογματικά καί Συμβολικά» τοῦ παρόντος ἰστολογίου]

ΚΥΡΙΛΛΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ
«ΑΝΑΤΟΛΙΚΗ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΠΙΣΤΕΩΣ»
(1631 μ.Χ.)

Εἰς τὸ ὄνομα
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Κύριλλος Πατριάρχης Κωνσταντινουπόλεως τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῆς τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς Ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν χρι­στιανῶν ἁπάντων ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτύριον πρός τε Θεοῦ πρός τε ἀνθρώπων εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.

Κεφάλαιον α΄. Πιστεύομεν ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, τρισυπόστατον, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα ἀγέννητον Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ· Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ προερχόμενον, Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστά­σεις ἐν μιᾷ οὐσίᾳ παναγίαν Τριάδα προσαγορεύομεν, ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.

Τετάρτη 5 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Δ΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Δ΄
(ΤΕΛΕΥΤΑΙΟΝ)
Δετε τό Α΄ Μέρος στήν στοσελίδα:
τό Β΄ Μέρος στήν στοσελίδα:
καί τό Γ΄ Μέρος στήν στοσελίδα:

Κεφάλαιον ιστ΄. Περὶ ἁγίων λειψάνων.

Τὴν αὐτὴν δὲ τιμὴν ἀπονέμει ἡ Ἐκκλησία καὶ τοῖς ἁγίοις λειψάνοις, εἰ μόνον ἀληθῆ καὶ ἀνόθευτα εἴη. Πολλαὶ γὰρ πανουργίαι καὶ καπηλίαι ἐπενοήθησαν περὶ ταῦτα, ὡς συμβαίνειν τὸν αὐτὸν ἅγιον, οὗ τὰ λείψανα ὀνομάζουσι, τρικέφαλον καὶ τετρακέφαλον εἶναι, τοσαυτόχειρά τε καὶ τοσαυτόποδα. Πολλαχοῦ γὰρ δεικνύουσι τὰ αὐτὰ μέλη τοῦ αὐτοῦ ἁγίου, ὅπερ ὡς ἄτοπον καὶ καπηλευτικὸν ἡ Ἐκκλησία μισεῖ καὶ ἀποτρέπεται.
Περὶ δὲ τῆς ὀφειλομένης τοῖς ὄντως ἁγίοις λειψάνοις τιμῆς τόνδε τὸν λόγον ἀποδίδωσι. Ἐπειδὴ οἱ ἐθνικοί, οἱ διῶκται τῶν χριστιανῶν, ἐπονείδιστον καὶ ἐφύβριστον ἡγοῦντο τὸν ὑπὲρ Χριστοῦ θάνατον, ὁ Θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰη­σοῦ Χριστοῦ τίμιον καὶ ἔνδοξον θέλων ἀποδεῖξαι τὸν τοιοῦτον τρισόλβιον θάνα­τον, ἅτε δὴ ὑπὲρ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ γενόμενον, ἐπέθηκε τοῖς λειψάνοις τῶν ὑπὲρ ἐκείνου θανόντων χάριν καὶ δωρεὰν τοῦ παναγίου Πνεύματος, ὅπερ ἡ Ἐκκλησία καταμαθοῦσα προθύμως ἀπεδέξατο καὶ τοῖς μετέπειτα παρέδωκεν.

Τρίτη 4 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Γ΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Γ΄
Δετε τό Α΄ Μέρος στήν στοσελίδα:
καί τό Β΄ Μέρος στήν στοσελίδα:

Κεφάλαιον η΄. Περὶ τοῦ ἁγίου Μύρου.

Τοὺς οὖν ἀξιωθέντας τοῦ ἁγίου βαπτίσματος κελεύει ἡ Ἐκκλησία εὐθέως χρίειν τῷ ἁγίῳ μύρῳ, προκατασκευασθέντι πρότερον ὑπὸ ἀρχιερέων, ὑφ’ ὧν διανέμεται πάσαις ταῖς ἐκκλησίαις ταῖς ὑπὸ τὴν ἐκείνων διοίκησιν τελούσαις. Ὅτι καὶ τῷ Σωτῆρι εὐθέως ἀναβαίνοντι ἀπὸ τοῦ ὕδατος ἐπιφοιτᾷ τὸ πανάγιον Πνεῦμα, οὗ εἰς τύπον παραλαμβάνεται τὸ ἅγιον μύρον. Ἔτι ὥσπερ τοὺς βασιλικοὺς θησαυροὺς εἰσαχθέντας εἰς μαρσύπια εἰώθασιν εὐθέως ἐπισφραγίζειν, οὕτω καὶ ἡ Ἐκκλησία τὸ ἅγιον βάπτισμα, ὅπερ ἐστὶ μέγιστος καὶ βασιλικώτατος θησαυρός, μετὰ τὸ ἐπενεχθῆναι τοῖς βαπτισθεῖσιν ὥσπερ μαρσυπίοις, εὐθὺς ἐπιτίθησι τὸ ἅγιον μύρον, ὥσπερ τινὰ βασιλικὴν σφραγίδα, φόβον ἅμα καὶ ἀπειλὴν ἐπάγουσαν τοῖς κοινοῖς ἐχθροῖς, τοῖς τὸν βασιλικὸν θησαυρὸν λυμάναι πειρωμένοις. Ὁ δὲ χρίων ἐν τῷ χρίειν ἐπιφέρει ταῦτα καὶ μόνα τὰ ῥήματα. «Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν».

Δευτέρα 3 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Β΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Β΄
Δετε τό Α΄ Μέρος στήν στοσελίδα:

Κεφάλαιον β΄. Περὶ δημιουργίας.

Περὶ τῆς τοῦ παντὸς κόσμου δημιουργίας τοιαύτην γνώμην ἔχει ἡ Ἀνατολικὴ Ἐκκλησία. Ὁ ἐν τριάδι Θεός, ἀγαθὸς ὢν καὶ ὑπεράγαθος, ἠθέλησε παραγαγεῖν λογικὰ κτίσματα εἰς τὸ μεταδοῦναι τούτοις τῆς αὐτοῦ χάριτος, ἀλλ’ οὐχ ὡς χρείαν τούτων ἔχων· ἀνενδεὴς γάρ ἐστι καὶ ὑπεραυτάρκης.
Πρῶτον μὲν οὖν ἐννοεῖ τὰς οὐρανίους δυνάμεις· καὶ τὸ ἐννόημα εὐθὺς ἔργον ἐγένετο. Ἃς δὴ οὐρανίους δυνάμεις διαιρεῖσθαί φασιν εἰς τρεῖς διακοσμήσεις, ἑκάστην δὲ τῶν διακοσμήσεων περιέχειν τρεῖς τάξεις, ὡς εἶναι πάσας τὰς τάξεις ἐννέα. Ἡ μὲν οὖν πρώτη διακόσμησις περιέχει τὰ χερουβίμ, τὰ σεραφὶμ καὶ τοὺς θρόνους. Ἡ <δὲ> δευτέρα διακόσμησις περιέχει τὰς κυριότητας, τὰς ἐξου­σίας, τὰς δυνάμεις. Ἡ δὲ τρίτη διακόσμησις περιέχει τὰς ἀρχάς, τοὺς ἀρχαγγέλους καὶ τοὺς ἀγγέλους· αἵτινες τάξεις εἴτε φύσει εἴτε στάσει ἀλλήλων διαφέρουσιν, ἄγνωστον ἡμῖν.
Μετέπειτα παράγει τὴν ὕλην ἐξ οὐδενός, ἣν εἰς μορφὴν τρέψας κτίζει τὸν αἰσθητὸν καὶ ὁρατὸν τουτονὶ κόσμον, τὸν ἐκ τεσσάρων στοιχείων λεγόμενον συγκεῖσθαι, τουτέστι πυρός, ἀέρος, γῆς καὶ ὕδατος. Τριχῶς δὲ τὰ στοιχεῖα λέγε­ται· πόρρω, προσεχῶς καὶ προσεχέστερον. Καὶ πόρρω μὲν εἴη τὰ ῥηθέντα, προσε­χῶς δὲ αἱ τούτων ποιότητες, οἷον θερμότης, ψυχρότης, ὑγρότης καὶ ξηρότης· προσεχέστερον δὲ οἱ τούτων τῶν ποιοτήτων μεθεκτικοὶ τῶν ζῴων χυμοί, οἷον τὸ αἷμα, τὸ φλέγμα, ἡ ξανθὴ χολὴ καὶ ἡ μέλαινα, ἐξ ὧν συνίσταται τὰ σώματα. Ὧν χυμῶν ἀναλυθέντων εἰς τὰ πόρρω, ἐκλείπει τοῖς σώμασι τὸ ζῆν. Καὶ τοῦτό ἐστιν ὁ λεγόμενος θάνατος, τουτέστι ζωῆς ἔκλειψις.

Κυριακή 2 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Α΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Α΄

Προοίμιον.

Ἡ περὶ τὰ θεῖα σπουδὴ καὶ διηνεκὴς μελέτη τοσοῦτον φαίνεται πασῶν τῶν ἄλλων σπουδῶν ὑπερφέρουσα, ὅσον ἐκεῖναι μὲν περὶ φθαρτῶν καὶ ἐπικήρων πραγμάτων καταγινόμεναι, πρὸς τῷ τὸν τοῦ ἀνθρώπου νοῦν, τὸ θειότερον τῆς ψυ­χῆς, κωλύειν τῆς εἰς τὰ ἄνω ὁρμῆς κάτω περὶ τὴν ὕλην τοῦτο καθέλκουσαι, καὶ τὸ χρήσιμον πάνυ ὀλίγον, ἀβέβαιόν τε καὶ πρόσκαιρον ἔχουσιν. Αὕτη δέ, περὶ θείων καὶ οὐρανίων ἀναστρεφομένη, πείθει τὸν μελετῶντα ὑπερορᾶν μὲν τῶν τῇδε καὶ κάτω πατουμένων, ἅτε μὴ δυναμένων συμπαρομαρτεῖν τοῖς τὴν ἄνω πορείαν ἰοῦσιν, ἀλλ’ ἅμα τῷ ἄρξασθαι καὶ τὸ παύεσθαι ὑφισταμένων καθάπερ αἱ πομφό­λυγες, ἄνω δὲ καὶ ὑψοῦ τὸ τοῦ νοῦ πτερὸν αἴρειν καὶ τῆς ἧς πρὸς τὴν ὕλην ἀρχῆθεν εἴληχε συναφείας καδδύναμιν ὑπανασπᾶν, ἵνα μὴ τοῖς τῇδε ἐπὶ πολὺ παραμένον, κατασύροιτο ἐλεεινῶς καὶ τῷ βορβόρῳ τῶν κοσμικῶν φροντίδων καταβαπτίζοιτο καὶ καταποντίζοιτο.

Σάββατο 1 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Επιστολή (1625 μ.Χ.)


ΜΗΤΡΟΦΑΝΟΥΣ ΚΡΙΤΟΠΟΥΛΟΥ
ΕΠΙΣΤΟΛΗ
(ΠΕΡΙ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΟΜΟΛΟΓΙΑΣ ΑΥΤΟΥ)
1625 μ.Χ.

Τοῖς πολυμαθεστάτοις καὶ σοφωτάτοις καὶ πανταχοῦ περιφανεστάτοις διδασκάλοις, ἀπαγγελταῖς τε καὶ καθηγηταῖς ἐν πρώτοις τῆς ἱερᾶς καὶ ἁγίας Θεολογίας, εἶτα τῆς μεγαλοπρεποῦς Φιλοσοφίας, τῆς φιλανθρώπου Ἰατρικῆς, τῆς δικαίας Νομικῆς, τῆς εὐτάκτου Ῥητορικῆς, γλαφυρότητός τε καὶ κομψότητος Ἑλληνικῆς, Ἑβραϊ­κῆς καὶ Λατινικῆς γλώσσης, καὶ συνελόντι φάναι, πᾶσι τοῖς προὔχουσιν ἐν τῇ λαμπροτάτῃ Ἀκαδημίᾳ Ἰουλίᾳ τῇ ἐν Ἑλμαιστάδῃ, χάριν καὶ ἔλεος, πᾶσάν τε δόσιν ἀγαθὴν καὶ πᾶν δώρημα τέλειον παρὰ τοῦ ἑνὸς τρισυποστάτου καὶ ὁμοουσίου Θεοῦ.